>τῆς ἀσεβείας μηδὲ πρὸς τὸ δέον ἀφορῶντες, ὑπὸ τῆς ἀθλίας πλάνης >καταπίπτοντες οὐχ ὁρῶσι· καὶ τοῖς ῥυπαροῖς τούτοις ἔργοις >τοῦ κόσμου τὴν λαμπρότητα οὐ παύονται μιαίνοντες, δηλαδὴ ξύλον >καὶ λίθον καὶ χαλκὸν καὶ ἄργυρον καὶ χρυσὸν καὶ ταύτας τὰς γηίνας ><ὕλας> εἰς τὸ προσκυνεῖν καθιδρύντες καὶ ἀπὸ τούτων ἐλπίδα
>ζωῆς ἐπαγγελλόμενοι, ναοὺς αὐτοῖς μετὰ ἐπισήμου κόσμου >μοῦντες καὶ ἀπὸ τούτου οὕτως αὔξοντες αὐτῶν τῆς >τὰς προσθήκας. ἐπειδήπερ τὸ μέγεθος τῶν οἰκοδομημάτων ὑπ’ αὐτῶν >γενομένων ἄξιον τῆς ἑαυτῶν ὄψεως παρέχεται τὸ θαῦμα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.