ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας εὐλαβεῖς, καθὼς ἐν ταῖς, πράξεσι τῶν ἀποστόλων, ἐν οἷς ἐτύγχανον »Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται«, πλὴν ὅσον ἐκείνοις μὲν ὑστέρει τὸ μὴ ἐκ θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας, ἐπὶ δὲ τῆς παρούσης χορείας ἐπισκόπων μὲν πληθὺς ἠν πριακοσίων ἀριθμὸν ὑπερακοντίζουσα, ἑπομένων
δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων ἀκολούθων τε πλείστων ὅσων ἑτέρων οὐδ’ ἦν ἀριθμὸς εἰς κατάληψιν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.