εἰς Νίκαιαν τῆς Βιθυνίας ἀπαντῆσαι παρακαλῶν. ἠν δὲ αὐτῷ ἑξκαιδέκατον ἔτος καὶ μῆνες ἓξ τῆς βασιλείας, ὅτε ταῦτα αὐτῷ ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης ἐσπούδαστο.
λέξιν φησίν· τῶν γοῦν ἐκκλησιῶν ἁπασῶν, αἳ τὴν Εὐρώπην ἅπασαν, Λιβύην τε καὶ τὴν Ἀσίαν ἐπλήρουν, ὁμοῦ συνῆκτο τῶν τοῦ θεοῦ λειτουργῶν τὰ ἀκροθίνια·
Αἰγυπτίους Θηβαίους Λίβυας τούς τε ἐκ Μέσης τῶν ποταμῶν ὁρμωμένους. ἤδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν, οὐδὲ Σκύθης ἀπελιμπάνετο τῆς χορείας· Πόντος τε καὶ Ἀσία Φρυγία τε καὶ Παμφυλία τοὺς παρ᾿ αὐτοῖς παρεῖχον ἐκκρίτους. ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες Ἀχαῖοί τε καὶ Ἠπειρῶται οἱ<δ᾿> ἔτι προσωτάτω
ἀπήντων, αὐτός τε Σπάνων ὁ πάνυ βοώμενος Ὅσιος, ἐπέχων καὶ τὸν τόπον τοῦ τῆς μεγίστης Ῥώμης ἐπισκόπου Σιλβέστρου σὺν πρεσβυτέροις Ῥώμης Βίτωνι καὶ Βικεντίῳ τοῖς πολλοῖς ἅμα συνεδρεύων.
τὴν αὐτοῦ τάξιν ἐτέλουν, ὧν ὁ εἷς Ἀλέξανδρος ἦν, ὁ μετ’ αὐτὸν ἐπίσκοπος τῆς αὐτῆς γεγονὼς πόλεως.
ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας εὐλαβεῖς, καθὼς ἐν ταῖς, πράξεσι τῶν ἀποστόλων, ἐν οἷς ἐτύγχανον »Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται«, πλὴν ὅσον ἐκείνοις μὲν ὑστέρει τὸ μὴ ἐκ θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας, ἐπὶ δὲ τῆς παρούσης χορείας ἐπισκόπων μὲν πληθὺς ἠν πριακοσίων ἀριθμὸν ὑπερακοντίζουσα, ἑπομένων
δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων ἀκολούθων τε πλείστων ὅσων ἑτέρων οὐδ’ ἦν ἀριθμὸς εἰς κατάληψιν.
ἀκμῇ διαλάμποντες, οἱ δὲ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λειτουργίας δρόμον.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.