Αἰγυπτίους Θηβαίους Λίβυας τούς τε ἐκ Μέσης τῶν ποταμῶν ὁρμωμένους. ἤδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν, οὐδὲ Σκύθης ἀπελιμπάνετο τῆς χορείας· Πόντος τε καὶ Ἀσία Φρυγία τε καὶ Παμφυλία τοὺς παρ᾿ αὐτοῖς παρεῖχον ἐκκρίτους. ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες Ἀχαῖοί τε καὶ Ἠπειρῶται οἱ<δ᾿> ἔτι προσωτάτω
ἀπήντων, αὐτός τε Σπάνων ὁ πάνυ βοώμενος Ὅσιος, ἐπέχων καὶ τὸν τόπον τοῦ τῆς μεγίστης Ῥώμης ἐπισκόπου Σιλβέστρου σὺν πρεσβυτέροις Ῥώμης Βίτωνι καὶ Βικεντίῳ τοῖς πολλοῖς ἅμα συνεδρεύων.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.