περιαιρεθῆναι τὴν συνήθειαν τὴν παρὰ τὸν κανόνα εὑρεθεῖσαν ἔν τισι μέρεσιν, ὥστε ἀπὸ πόλεως εἰς πόλιν μὴ μεταβαίνειν, μήτε ἐπίσκοπον μήτε πρεσβύτερον μήτε διάκονον. εἰ δὲ τις μετὰ τὸν τῆς ἁγίας συνόδου ὅρον τοιοῦτόν τι ἐπιχειρήσειεν ἢ ἐπιδῷ ἑαυτὸν πράγματι, ἀκυρωθήσεται ἐξάπαντος τὸ κατασκεύασμα καὶ ἀποκατασταθήσεται
τῇ ἐκκλησίᾳ, ἧς ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἐχειροτονήθη.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.