τῶν ἱερατικῶν καὶ ὁμολογητῶν ἁγίων ἀνδρῶν πλῆθος αὐτός τε ὁ πανεύφημος καὶ θεοφιλέστατος βασιλεὺς καὶ ἅπαν τὸ ἐκεῖσε τῶν πιστῶν συνεληλυθὸς πλῆθος χαίροντες ἀπεδέξαντο τὴν ὁμολογίαν τῆς πίστεως, παρεκτὸς ἑπτακαίδεκα ἐπισκόπων τὸν ἀριθμὸν περὶ ὡν καὶ ἀνωτέρω εἰρήκαμεν, οἷς ὁ Ἄρειος ἐπιτέρπεσθαι δοκῶν σὺν αὐτοῖς
ἑάλω, συμφώνοις αὐτοῦ οὐσι, λεγόντων αὐτῶν σὺν αὐτῷ ἔξωθεν τὸν υἱὸν δεδημιουργῆσθαι τῷ θεῷ ἐκ μὴ ὄντων τινῶν ὑποστάσεων καὶ οὐκ ἀπ᾿ αὐτῆς τῆς τοῦ πατρὸς θεότητος γεννηθέντα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.