θείων ῥημάτων δύναμιν έν βραχέσι σπειρομένην λέξεσιν, ἀναπληρουμένων δὲ τῶν νοημάτων καὶ ὥσπερ κλάδων ἐπὶ τὴν διάνοιαν τῶν πετεινῶν ἐπεκτεινομένων, τοῦτ᾿ ἔστι τῶν ἀνθρώπων, τοσαύτη τις εὑρίσκεται δύναμις, ὥστε μὴ μόνοις τοῖς γεωργοῖς ἀλλὰ καὶ τοῖς παρεστῶσι πετεινοῖς ἱκανὴν παρέχειν τὴν σκέπην.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.