ὡς αὐτὸς οἶδε μόνος, ὅπερ ἡμεῖς πίστει νοοῦντες κηρύττομεν κατὰ τὴν διδασκαλίαν τῶν ἱερῶν γραφῶν, ὅτι βουλῇ τοῦ πατρὸς καὶ ἑαυτοῦ δεδημιούργηκε πᾶσαν τὴν κτίσιν τήν τε ἐπουράνιον καὶ ἐπίγειον τήν τε ὁρωμένην καὶ νοουμένην οὐκ ὀργάνοις οὔτε μηχαναῖς οὐδὲ συτεργίᾳ τινὸς ἑτέρου, ἀλλὰ βουλήσει πατρός, καθὰ ἀρτίως εἰρήκαμεν,
τοῦ εἰπόντος πρὸς αὐτὸν καὶ τὸ πνεῦμα τὸ ὅγιον »ποιήσωμεν ποιήσοιμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν‘.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.