πρόσεισι τῷ φιλοσόφῳ καί φησι πρὸς αὐτόν· ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀεὶ σὺν τῷ πατρὶ ὄντος θεοῦ λόγου ἄκουσον τὰ τῆς ἀληθείας δόγματα, ὦ φιλόσοφε«. ὁ δὲ πρὸς αὐτόν· »ἐὰν εἴποις«. καὶ ὁ ἅγιος πρὸς αὐτόν· »εἷς ἐστιν ὁ θεός, φησίν, ὁ τὸν οὐρανὸν καὶ τὴν θάλασσαν καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτοῖς πάντα δημιουργήσας,
ὃς καὶ τὸν ἄνθρωπον ἐκ γῆς διαπλάσας ὑπεστήσατο τὰ πάντα τῷ λόγῳ αὐτοῦ καὶ τῷ ἁγίῳ πνεύματι.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.