τοὺς ἄλλους θαυμαζόμενος, πολλὰ καὶ πάμπολλα ὑπὲρ Ἀρείου πρὸς τοὺς ἐπισκόπους τοὺς ἡμετέρους διετείνετο ἐπὶ πλείστας ὅσας ἡμέρας, ὥστε γίνεσθαι ἐφ’ ἑκάστης ἐκ τῆς διὰ τῶν λόγων συμβολῆς μεγάλην ἀκρόασιν, τοῦ πλήθους τῶν συνερχομένων ἐπισυγχέοντος, τοῦ δὲ φιλοσόφου κατὰ τῶν παρὰ τῆς ἁγίας συνόδου λεγομένων τὰς ἀσεβεῖς
Ἀρείου βλασφημίας προβαλλομένου, λέγοντος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ ἦν ποτε ὅτε οὐκ ἦν« καὶ ὅτι »κτίσμα καὶ ποίημα ἐξ οὐκ ὄντων καὶ ἐξ ἑτἐρας οὐσίας καὶ ὑποστάσεώς ἐστι«·
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.