προφέροντος γάρ μου τὰ ἐν ἐκείνῃ τῇ ἁγίᾳ χορείᾳ τῶν ὀρθοδόξων τοῦ θεοῦ ἱερέων ἐν πνεύματι ἁγίῳ παρὰ τοῦ 1 2 3 κυρίου δι' αὐτῶν ἐκφωνηθέντα, ἀπεπήδων αφ' ἡμῶν, χείρονα τῶν Ἀρείου βλασφημιῶν κατὰ τῶν ἐκεῖσε ὁρισθέντων διὰ γλώττης προφέροντες καὶ ἀναθεματισμὸν ῥίπτοντες κατὰ τῶν ταῦτα οὔτως φρονούντων οἱ ἄθλιοι·
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.