τοῦ ἡμετερου ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως κατὰ τῶν μοχθηρῶν καὶ ἀσεβῶν δογμάτων τοῦ θεομάχου Ἀρείου·
ἐγγεγραμμένα ἐν μεμβράναις ἅπαντα ἀπαραλείπτως ἐχούσαις, γενομέναις μὲν τοῦ θείου καὶ ἀοιδίμου Δαλματίου τοῦ ἀπχιεπισκόπου γενομένου τῆς ἀγίας καὶ καθολικῆς ἐκκλησίας τῆς τῶν Κυζικηνῶν λαμπρᾶς μητροπόλεως, περιελθούσαις δὲ είς τὸν τοῦ ποτε ἡμετέρου οἴκου δεσπότην, λέγω δὴ τὸν κατὰ σάρκα πατέρα ἐμόν, τῆς αὐτῆς
ἁγιωτάτης ἐκκλησίας πρεσβυτερίου ἠξιωμένον·
τῶν ἡμετέρων ἁγίων πατέρων καὶ ἐπισκόπων τῆς τοῦ ὑγιαίνοντος λόγου διδασκαλίας αὐτῶν δόγματα τάς τε πρὸς τοὺς Ἀρειομανίτας αὐτῶν ἀντιθέσεις καὶ τοὺς κατὰ τῆς ἐκείνων βλασφημίας ἐγγράφους ἐλέγχους, ἡς ἐβλασφήμησαν οἱ μιαροὶ Ἀρειομανῖται κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ, οὐ μὴν δὲ ἀλλὰ γὰρ καὶ κατὰ τοῦ ἁγίου πνεύματος·
αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ, θεοῦ λόγου, ἐπ' ἐσχάτων τῆς ἡμετέρας ἒνεκα σωτηρίας ἐκ τῆς θεοτόκου παρθένου Μαρίας ἀπορρήτου σαρκώσεως καὶ τῶν τῆς ἐκκλησίας ἀποστολικῶν διατυπώσεων πᾶσαν ἁπλῶς τὴν ἐκεῖσε γεγενημένην πραγματείαν ἐνιστορήσας ὲν τῇ προρρηθείσῃ ἱερᾷ βίβλῳ,
τοῦ ἐν τῇ συνόδῳ συνεδρεύσαντος θείας καὶ ἀληθῶς ἀποστολικας ἐννοίας, ἥσθην εἰς τοσοῦτον τοῖς τῇ βίβλῳ ἐκείνῃ τῇ ἱερᾷ περιεχο- μένοις, ὥστε εἰπεῖν με πρὸς τὸν κύριον· »ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου«·
ὀρθοδόξου καὶ ἀποστολικῆς πίστεως.
πολιτευομένης ἀποστολικῆς πίστεως, ὑπεκκαιόντων μάλιστα καὶ κινούντων τὰ βασίλεια τῆς τῶν τοῦ αἱρετικοῦ Εὐτυχοῦς ὁμοφρόνων συμμορίας, προβαλλομένων ἡμῖν ὑπούλως τὴν * ἐν Νικαίᾳ φημὶ ὑπὸ τῶν πατέρων * κρατεῖν πίστιν·
προφέροντος γάρ μου τὰ ἐν ἐκείνῃ τῇ ἁγίᾳ χορείᾳ τῶν ὀρθοδόξων τοῦ θεοῦ ἱερέων ἐν πνεύματι ἁγίῳ παρὰ τοῦ 4 5 6 κυρίου δι' αὐτῶν ἐκφωνηθέντα, ἀπεπήδων αφ' ἡμῶν, χείρονα τῶν Ἀρείου βλασφημιῶν κατὰ τῶν ἐκεῖσε ὁρισθέντων διὰ γλώττης προφέροντες καὶ ἀναθεματισμὸν ῥίπτοντες κατὰ τῶν ταῦτα οὔτως φρονούντων οἱ ἄθλιοι·
κατὰ τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως ἡμῶν τῆς ἀνέκαθεν ἔκ τε τῶν ἁγίων ἀποστόλων καὶ τῶν προρρηθέντων ἁγίων ἀγίων πατέρων τῶν ἐν τῇ Νικαέων συνειλεγμένων ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τῇ μητρὶ πολιτευομένης, πολιτευομένης, πλείστην ὅσην ἔρευναν ἐποιησάμην πάντῃ τε καὶ πανταχοῦ, τὸ δὴ λεγόμενον πάντα κάλων κινήσας,
τὰ ἐν ἐκείωῃ τῇ ἱερᾷ συνόδῳ πεπραγμένα ὑπὲρ τοῦ τῆς αὐτῆς ἁγίας καὶ ἀποστολικῆς πίστεως ὂρου, ἣν »ούκ ἀπ’ ἀνθρώπων οὔτε δι ἀνθρώπων« ἡ τοῦ θεοῦ ἐκκλησία παρείληφεν, ἀλλ' ἢ ἀπ' αὐτοῦ τοῦ πάντων ἡμῶν σωτῆρος καὶ θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ζῶντος·
τὸ μέγα ἀληθῶς τῆς εὐσεβείας μυστήριον, καθὼς γέγραπται, φανερωθείς τε σαρκὶ καὶ ἀγγέλοις ὀφθείς
σαρκὶ αύτοῦ παραχωρήσας, δι' ἦς τὸ ἡμέτερον ἀπεθανάτισε γένος, ἀναβαίνων εἰς τοὺς οὐρανοὺς ταὐτης τῆς ἁγίας καὶ ἀμωμήτου πίστεως τὸν θεῖον καὶ προσκυνητὸν ὅρον δι’ ἑαυτοῦ ἔπηξε, καὶ μέγα βροντήσας κατὰ τὸ γεγραμμένον κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησε« καὶ ἐν ἑτέρῳ » ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ κύριος,
καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν ἀύτοῦ«. καὶ τί ἐβρόντησε; ποίαν δὲ φωνὴν ἔδωκεν ὁ ὒψιστος; »πορευθέντες, φησι πρὸς τοὺς ἀποστόλους λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ κοὶ τοῦ ἁγίου πνεὐματος«.
καὶ ἔννουν ἐκ τῆς πανσέμνου καὶ ἁγίας παρθένου Μαρίας προσείληφα, ἀλλ' ἡ τῆς σαρκὸς πρόσληψις προσθήκην τῇ τοῦ πατρὸς καὶ ἐμοῦ καὶ τοῦ ἁγίου πνεύματος τριάδι οὐκ ἐποίησεν, ἀλλὰ μένει ἡ τριὰς τριάς. »πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθην, 7 8 βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ τοῦ πνεύματος«.
τὸν οὐρανὸν τοῦ θεοῦ ἐκκλησίᾳ ἐκήρυξαν, ὡς πληρωθῆναι ἐπ' αὐτοῦ τὸ Προφητικὸν λόγιον τὸ φάσκον· »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκομένης τὰ ῤἠματα αὐτῶν«.
δεδομένην, μετὰ πλείστους ὂσους καιροὺς παυσαμένου τοῦ κατα τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοῦ διὰ Ἀρείου πόλιν ὁ ἐχθρὸς τῆς ημετέρας σωτηρίας παραφθεῖραι σπουδάζων κατὰ τῆς αὐτῆς ἁγίας καὶ ἀμωμήτου ὁπλίζεται πίστεως, ξένα τινὰ παρεισφέρων κατὰ τοῦ σωτῆρος βλάσφημα ῥήματα, δι’ ὡς τὴν εἰς πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαν
τοῦ κυρίου ἐτάραξεν.
ἐγγραφέντων παρά τισι διαφόροις φιλομαθέσιν ἀνδράσιν,
ἄλλων πλείστων ὄσων.
πόλει·
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.