θαῦμα μὴ παραδεχόμενοι, πολλὰ ἔχομεν εἰπεῖν, ἃ μὴ βουλόμεθα λέγειν. πόσα Ἀλεξάνδρῳ μέλλοντι περαιοῦσθαι τὸν ἐπὶ Γρανικῷ πόλεμον καὶ τὴν ἐπὶ Δαρείου παράταξιν ἐπεθείασαν οἱ χρησμολόγοι; καίτοι τὰ ἐκείνων πλάσματα τὴν φαινομένην ἀπόδειξιν οὐκ ἔχει. πῶς τε Σωκράτει τῷ φιλοσόφῳ δαιμόνιον διὰ φωνῆς προεμήνυε τῶν μὴ πρακτέων
τὴν ἔκβασιν καὶ τὰ περὶ Πυθαγόρου τοῦ Σαμίου ὑπὸ τῶν ἐκείνου μαθητῶν συνταχθέντα;
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.