>ὑπὲρ αὐτοῦ ἀξιοῦντας, ἐξαιτούμενος δὲ παρ᾿ ἐμοῦ συμμαχίαν >ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημμελήματι τῆς ὑπαρχούσης >ἐκπέσοι τιμῆς; μάρτυς ἐστί μοι τούτων αὐτὸς ὁ θεός, ὃς ἐμοί τε >καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι, ὅτι καὶ ἐμὲ αὐτὸς ἐκεῖνος περιέτρεψε καὶ ἀπρεπῶς ὑφήρπασεν·
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.