ἑῴαν κατὰ τοῦ τυράννου, σωτηρίας δεξιὰν ἅπασι τοῖς ἐκτείνας· παμβασιλεῖ θεῷ καὶ παιδὶ Χριστῷ σωτῆρι ποδηγῷ καὶ συμμάχῳ χρώμενοι, πατὴρ Κωνσταντῖνος βασιλεὺς ἄμα υἱῷ βασιλεῖ Κρίσπῳ ἄμφω κύκλῳ διελόντες τὴν κατὰ τῶν θεομισῶν παράταξιν, ῤᾳδίαν τὴν νίκην ἀποφέρονται, τῶν κατὰ τὴν συμβολὴν πάντων
ἐξευμαρισθέντων αὐτοῖς καὶ κατὰ γνώμην τοῦ παμβασιλέως θεοῦ, καθὰ φησιν ὁ φιλαληθέστατος Εὐσέβιος ὁ τοῦ πανευφήμου Παμφίλου.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.