ὃς εὐφραινομένης αὐτῷ τῆς ἀρχῆς, τῆς βασιλέως τοῦ μεγάλου Κωνσταντίνου δευτερεύων τιμῆς ἐπιγαμβρίας τε κοὶ συγγενείας ἠξιωμένος, μιμήσεως μὲν τῆς τῶν καλῶν ἀπελιμπάνετο, τῆς δὲ τῶν ἀσεβῶν τυράννων μοχθηρίας ἐζήλου τὴν κακοτροπίαν καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι
τῇ γνώμῃ μᾶλλον ἢ τῇ τοῦ κρείττονος φιλίᾳ τε καὶ διαθέσει ἠβούλετο.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.