ἄριστος συντέταχεν ὁ Παμφίλου Εὐσέβιος· τῶν γὰρ αὐτοῦ πόνων, ὡς ἀνωτέρω μοι εἴρηται, καὶ τῶν ἄλλων τὴν ἀνάλεξιν ποιούμενος τοῦ βιβλιδίου τούτου διὰ βραχέων ἐγχαράττω τὴν σύνταξιν, πλείστῃ ὅσῃ σπουδῇ τὴν πορείαν τοῦ λόγου ποιούμενος ἐπὶ τὸ ὑψηλὸν καὶ λαμπροφανὲς ἅγιον καὶ θεῖον ὄρος τῆς κατὰ Νίκαιαν ἀποστολικῆς
καὶ ἐναρέτου τῶν τοῦ θεοῦ ἱερέων συνόδου· ὁρῶν μάλιστα τὸν προφήτην κρατοῦντά με τῆς χειρὸς καὶ προτρέποντα·
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.