ΑΛΕΞΙΑΣ Α.
ALEXIADIS LIBER L
1τῷ βασιλεῖ Διογενεῖ κατὰ περσῶν βαρυτάτην ἄγοντι στρατιάν, καὶ τοῦδε ὁρμήματος ἀπειλὴν κατὰ τῶν βαρβάρων 2 ἐμφαίνων καὶ ὡς εἰ συμπλακήσεται τοῖς βαρβάροις, τὸ ξίφος αὑτοῦ μεθύσει ἀφ’ αἵματος· οὕτως ἦν φιλοπόλεμος ὁ νεάνισκος. ἀλλὰ τότε οὐκ ἐπεχώρησεν ὁ αὐτοκράτωρ Διογένης
αὐτῷ ξυνέπεσθαι, ἅτε πάθους καταλαβόντος τὴν μητέρα βαρυτάτου. ἐθρήνει γὰρ τὸ τηνικαῦτα θάνατον τοῦ πρωτοτόκου υἱοῦ Μανουήλ, ἀνδρὸς μεγάλα καὶ ἀξιάγαστα ἔργα ἐνδεδειγμένου τῇ τῶν Ῥωμαίων ἀρχῇ· καὶ ἕνα μὴ ἀπαραμύθητος εἴη ἐκείνη, τὸν μὲν τῶν υἱέων μηκέτι γινώσκουσα
οὖ κατορύξειε, τὸν δὲ ἀποστέλλουσα ὲν πολέμοις καὶ 3 δεδοικυῖα, μή τι ἀπαίσιον συναντήσῃ τῷ νεανίσκῳ καἰ οὐδ’ οἶ γῆς πεσεῖται ἐπιγνώσεται, διὰ ταῦτα ὑποστρέψαι πρὸς τὴν μητέρα τὸ μειράκιον Ἀλἔξιον κατηνάγκασε. καὶ τότε μὲν ἀπελείφθη καὶ ἄκων τῶν συστρατευομένων, ἀλλ᾿ ὅ γε ἐφεξῆς
καιρὸς πέλαγος ὑπανέῳξεν αὐτῷ τῶν ἀνδραγαθημάτων. ἐπὶ γάρ τοι τοῦ βασιλέως Μιχαὴλ τοῦ Δούκα μετὰ τὴν τοῦ
αὐτὸς ὥρμητο, τῶν δὲ καὶ ἐξ ἄλλου γένους παντοδαποῦ, βαρὺς ἦν αὐτόθεν τύραννος· πολλὰς δὲ ταλαντεύσεις λαβούσης τῆς τῶν Ῥωμαίων ἡγεμονίας καὶ τῶν Τούρκων καθυπερτερησάντων τερησάντων τῆς τύχης Ῥωμαίων, τῶν δὲ εἰς τὸ κατόπιν ὑπαχθέντων, ὥσπερ ψάμμου ποδῶν ὑποσπασθείσης, τηνικαῦτα 6 καἰ οὗτος τῇ βασιλείᾳ Ῥωμαίων ἐπέθετο. καὶ ἄλλως μὲν ὢν τυραννικώτατος τὴν ψυχήν, τότε δὲ καὶ μᾶλλον ἐ·ξα- φθεὶς πρὸς καθαρὰν τυραννίδα διὰ τὸ κατηφὲς τῶν τῆς βα- σιλείας πραγμάτων, τὰ τῆς ἑῴας πάντα σχεδὸν ἐληΐσατο. πολλῶν δὲ πιστευθέντων τὸν μετ’ αὐτοῦ πόλεμον ἐπ’ ἀνδρείᾳ
διαβεβοημένων καὶ πείραν εἰσενεγκαμένων πλείστην πολέμου καὶ μάχης, οὗτος ὑπερπαίων ἐφαίνετο καὶ τὴν ἐκείνων πολυπειρίαν, πὴ μὲν αὐτὸς προσβάλλων καὶ τρέπων καὶ καθά- περ πρηστὴρ ἐμπίπτων τοῖς ἀντικαθισταμένοις αὐτῷ, πὴ δὲ καὶ συμμαχίαν λαμβάνων ἀπὸ τῶν Τούρκων. ἀνυπόστατος
ἦν ταῖς ὁρμαῖς , ὥστε καὶ τῶν πάνυ μεγιστάνων τινὰς κατασχεῖν 7 καὶ τὰς ἐκείνων κλονῆσαι φάλαγγας. ὅτε δὴ καἰ
πάντα ἐπερχομένου, εἰς ἄξιόμαχον ἀντικατάστασιν ἐπινοεῖται ὁ ἄξιάγαστος οὗτος Ἀλέξιος, στρατηγὸς αὐτοκράτωρ ὑπὸ τοῦ 9 βασιλέως Μιχαὴλ ἀναδεδειγμένος. ὃς δὴ καὶ πᾶσαν ἀνακι- νήσας φρόνησίν τε καὶ πολυπειρίαν στρατηγικήν τε καὶ στρατιωτικήν, καὶ ταῦτα οὐκ ἐν πολλῷ χρόνῳ ταύτην συλλεξάμενος,
(ἀλλὰ γὰρ διὰ τὸ πάνυ φιλόπονον τοῦ ἀνδρὸς καὶ τὸ πανταχόθεν ἐγρηγορὸς εἰς ἄκρον ἐληλυθέναι στρατηγικῆς ἐμπειρίας 10 τοῖς τῶν Ῥωμαίων λογάσιν ἔδοξεν, οἷος Ἀἰμίλιος ἐκεῖνος ὁ Ῥωμαῖος, ὁποῖος ὁ Σκηπίων, οἶος Ἀννίβας ὁ Καρχηδόνιος· νεώτατος γὰρ ἥν καὶ ἄρτι πρώτως ὑπηνήτης, ὅ
φασι,) τόν τε Οὐρσέλιον ἐκεῖνον εἶλε τὸν πολὺν κατὰ τῶν Ῥωμαίων ῥέοντα ίαι τὰ πράγματα τῆς ἕω κατέστησεν, οὐ πολλῶν δεηθεὶς ἡμερῶν. ἦν γὰρ καὶ ὀξὺς φωρᾶσαι τὸ ξυμφέρον καὶ ὀξύτερος καταπράξασθαι· τινα δὲ τὸν τρόπον εἷλεν ἐκεῖνον, δηλοῖ μὲν καὶ ὁ Καῖσαρ ἐν τῇ δευτέρᾳ τῆς
κατ' αὐτὸν ἱστορίας βίβλῳ πλατύτερα, δηλώσομεν δὲ καὶ ἡμεῖς, ἐφ᾿ ὅσον εἰς τὴν καθ’ ἡμᾶς ἱστορίαν συνήνεγκεν.
εὐμηκανίᾳ παρὰ πολὺ ἡττᾶτο τοὐμοῦ πατρὸς Ἀλεξίου. τέως δ’ οὖν ἐπ’ ἐκεῖνο καταφυγεῖν ἔδοξεν. τελευταῖον τοῖς πᾶσιν ἐξαπορούμενος ξυμμίγνυσι τῷ Τουτὰχ καὶ φίλον ποιεῖται 13 καὶ εἰς συμμαχίαν αὐτὸν καταλιπαρεῖ ἀλλ’ ὁ στρατοπεδάρχης Ἀλέξιος ἀντιστρατηγεῖται πρὸς ταῦτα καὶ ὀξύτερον οἰκειοῦταί
τὸν βάρβαρον, καὶ ἐπισπᾶται πρὸς ἑαυτὸν καὶ λόγοις καὶ δώροις καὶ πᾶσι τρόποις καὶ μηχανήμασιν. ἦν γὰρ εἴπερ τις ἄλλος ἐφευρετὴς καὶ πόρους ἐν τοῖς ἀπορωτάτοις ξυμμηχανώμενος. ὁ γοῦν δυνατώτατος αὐτῷ τῶν τρόπων τοιοῦτός τις ἦν, ὡς ἐν τύπῳ εἰπεῖν, δεξιώσασθαι τὸν Τουτάχ· καί φησι
“φίλοι μὲν ἄμφω ἀλλήλοις ὅ τε σὸς σουλτάνος καὶ ἐμὸς βασιλεύς. ὁ δὲ βάρβαρος οὗτος Οὐρσέλιος καὶ πρὸς ἄμφω ἀν- 14 ταίρει τὰς χεῖρας, καί ἐχθρὸς καὶ ἀμφοτέροις καθίσταται φοβερώτατος, ἐκείνου μὲν κατατρέχων καὶ ἀεί τι τῆς μερίδος Ῥωμαίων κατὰ μικρὸν ὑποσπώμενος, ἀποστερίσκων δὲ τῆς
Πέρσιδος ἅπερ ἂν καὶ ἐξῆν κἀκείνῃ περιγενέσθαι. τέχνη δὲ τὸ ἅπαν μετέρχεται, νῦν μὲν ἐμὲ παρασκιάζων διὰ τῆς σῆς
τὸν Οὐρσέλιον καὶ πρὸς ἡμᾶς ἔξαποστεῖλαι δεσμώτην τρία 16 γὰρ ἐντεῦθέν" φησι “κερδανεῖς, ἓν μὲν χρημάτων πλῆθος ὅσον καἰ οἶον οὐδείς πω πρότερον, ἕτερον δὲ τὴν εὔνοιαν τοῦ αὐτοκράτορος συνεπισπάσῃ, ἀφ’ οὗπερ εἰς ἄκρον εὐδαιμονίας φθάσεις ἐληλυθώς τρίτον δὲ ὅτι καἰ ὁ σουλτάνος τὰ μεγάλα
ἡσθήσεται, ἐχθροῦ τηλικούτου ἐκποδὼν γεγονότος καἰ τὰς χεῖρας 17 ἀσκοῦντος καθ’ ἑκατέρων κατά τε Ῥωμαίων καὶ Τούρκων." ταῦτα διαπρεσβευσάμενος πρὸς τὸν ἄνωθεν εἰρημένον Τουτὰχ ὁ ἐμὸς πατὴρ καὶ τῆς Ῥωμαϊκῆς στρατιᾶς ἀρχηγὸς κατ’ ἐκεῖνο καιροῦ, καὶ ἅμα καὶ ὁμήρους πέμψας τῶν ἐνδοξοτάτων τι-
ναὶ ἐπὶ ἐπὶ συγκειμένῳ χρόνῳ καὶ· χρημάτων ποσότητι, πείθει τοὺς ἀμφὶ τόν Τουτὰχ βαρβάρους κατασχεῖν τὸν Οὐρσέλιον. 18 καὶ τούτου ταχὺ γεγονότος, ἀποστέλλεται εἰς Ἀμάσειαν τῷ στρατοπεδάρχῃ. ἀλλ’ ἐντεῦθεν ἐχρονοτρίβει τὰ χρήματα· αὐτὸς μὲν γὰρ οὐκ εἶχεν ὁπόθεν ἀποπληρώσειε, τὰ δ’ ἐκ
βασιλέως ἠμέλητο· καὶ οὐχ ὅτι βραδεῖ ποδὶ κατὰ τὴν τραγῳδίαν ἔστιχεν, ἀλλ᾿ οὐδαμοῦ κατεφαίνετο. οἱ μὶν γὰρ ἀμφὶ τὸν Τουτὰχ ἐνέκειντο, τὸν τῶν χρημάτων ἀπαιτοῦντες ὄγκον ἢ τὸν ἐωνημένον ἐ·ξόπισθεν λαμβάνειν καὶ παλινδρομεῖν ἐᾷν
πρῶτα φέροντας καὶ χρημάτων εὐποροῦντας. πρὸς μᾶλ- λον θεασάμενος ἔφη. “ἵστε πάντες , ὅπως ὁ βάρβαρος οὑτοσὶ τὰς τοῦ Ἀρμεναικοῦ διέθετο πόλεις ἁπάσας ἁπάσας, ὅσας τε κωμοπόλεις ἐπόρθησε, καὶ ὁπόσους κακῶς διέθετο συμφοραῖς ἀφορήτοις ὑποβαὶών, ὁπόσα τε χρήματα ἀφ' ὑμῶν ἐκομίσατο
21 ἀλλὰ καιρὸς ἤδη πάρεστι τῶν ἐξ αὐτοῦ ὑμᾶς ἀπαλλάττειν κακώσεων, εἰ βούλεσθε. δεῖ τοιγαροῦν μὴ προέσθαι τοῦτον. ὁρᾶτε γὰρ ὡς δεσμώτης ἡμῖν ὁ βάρβαρος νεύσει πάντως θεοῦ καὶ ἡμετέρᾳ σπουδῇ. ὁ δὲ τοῦτον ζωγρήσας Τουτὰχ ἐξ ἡμῶν αἰτεῖ τὴν τιμήν. ἡμεῖς δ’ ἀποροῦμεν παντάπασιν, ἐπ’ ἀλλοδαπῆς
τε ὄντες καὶ συχνὸν ἤδη χρόνον μετὰ τῶν βαρβάρων μαχόμενοι καὶ τὰ προσόντα διδαπανηκότες. εἰ μὴ γοῦν πόρρω ὁ βασιλεὺς ἦν καὶ καιρὸν ἀναμονῆς ἐδίδου ὁ βάρβαρος, ἔσπευσα ἂν ἐκεῖθεν κομισθῆναι τὰ τῆς τιμῆς. ἐπεὶ δ', ὡς ἰώ. καὶ αὐτοί, οὐδὲν τούτων ἔξεστι πράττειν , δέον ὑμᾶς συνεισενεγκεῖν
τὴν τιμήν, καὶ λήψεσθε πάντα δι’ ἡμῶν ἐκ βασι-
πραγμάτων, εἰδότες ὀτρύνειν δῆμον εἰς ταραχήν. θόρυβος τοίνυν ἦρτο πολύς τῶν μὶν βουλομένων σώζεσθαι τὸν Οὐρσέλιον καὶ τὸ πλῆθος ἀντιλαβέσθαι τούτου ἐρεθιζόντων, τῶν δὲ ἐκταραττομένων (τοιοῦτον γὰρ τὸ συρφετῶδες πλῆθος ,) καὶ τὸν Οὐρσέλιον ἁρπάσαι θελόντων καὶ τῶν δεσμῶν ἄπο 24
λύειν. δῆμον οὖν ὁ στρατοπεδάρχης τοσοῦτον ὁρῶν μαινόμενον, ὡς ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἐγνώκει, κατεπεπτώκει μὶν οὐδαμῶς, ἀλλ’ ἐπιρρώσας ὲαυτὸν πατεσ΄ίγαζε τῇ χειρὶ τὸν θόρυβον. ὀψὲ δὲ κὼ μόλις τούτους καταπαύσας καἰ πρὸς τὸ πλῆθος τὸν λόγον μετενεγκὼν ἔφη. “θαυμάζειν 25
ἔπεισί μοι, ἄνδρες Ἀμασειανοί, ὅπως τὴν συσκευὴν τουτωνὶ τῶν ἐξαπατώντων ὑμᾶς παντάπασιν ἠγνοήσατε , τὴν σφῶν αὐτῶν σωτηρίαν τῷ ὑμετέρῳ αἵματι ἐξωνουμένων καὶ μεγίστην ὑμῖν τὴν βλάβην προξενούντων ἀεὶ. ποία γὰρ ὑμῖν τῆς τοῦ Οὐροσελίου τυραννίδος ἡ ὠφέλεια, εἰ μὴ σφαγαὶ καὶ πηρώσεις 26
καὶ ἀκρωτηριασμοὶ μελῶν; οὔτοι δὲ οἱ τῶν τοιούτων ὑμῖν πρίζενοι ἔνθεν μὲν τὰ οἰκεῖα ἀσινῆ διετήρουν τὸν βάρ-
χρηστὰς ὑποσαίνοντες ἐλπίδας, ἀσινῆ τὰ οἰκεῖα διατηρῶσιν, 28 ἐκ βασιλέως δὲ αὖθις ἀπαιτῶσι τιμάς τε καὶ δωρεὰς. ἦν δέ τι καἰ νεωτερισθείη, αὐτοὶ μὶν πάλιν ἑαυτοὺς τοῦ δράματος ἐξάγωσιν, τὸν δὲ βασιλέως θυμὸν καθ' ἱμῶν έηάψωσθβ, εἰ τι οὖν ἐμοὶ πείθεσθε, τούτους μὲν ὑμᾶς πρὸς θόρυβον
ἐρεθίζοντας τὸ παρὸν ἐρρῶσθαι ἐάσατε. ἕκαστος δὲ ὑμῶν οἴκαδε ἀπελθὼν τὰ λεχθέντα σκοπείτω, καὶ εοσεσιε ὁποῖος ὑμῖν τὸ ξυμφέρον βπθέ'θεταο. "
δὲ στρατοπεδάρχης γινώσκων τὸν δῆμον έν ῥοπῇ τὰς γνώμας 29 μεταβάλλειν εἰωθότα, καὶ μᾶλλον εἰ ὑπὸ χαιρεκάκων ὁτρύνεται, δείσας μὴ διὰ τῆς νυκτὸς κατ’ αὐτοῦ μελετήσαντες ἐπέλθωσι καὶ τὸν Οὐρσέλιον ἐξαγαγόντες μὲν τῆς φρουρᾶς, λύσαντες δὲ τῶν δεσμῶν ἀφῶσιν, ἐπεὶ μὴ ἀποχρώσας εἶχε δυνάμεις πρὸς τοσούτους ἀντικαταστῆναι, μηχανᾶται τὸ ἐνβασιλέων
ἀποστερήσεως, παρήγγελτο δὲ καὶ ὁ τῷ δόξαι τυφλούμενος 31 βοᾷν τε καὶ κεκραγέναι, καὶ ὁ μέχρι τοῦ δοκεῖν τοὺς ὁφθαλμοὺς ἔξορύττων δριμύ τε ἐνορᾷν πρὸς τὸν ἐκκείμενον καὶ μανιώδη τὰ πάπα δρᾷν, μᾶλλον δὲ σχηματίζεσθαι τὴν ἀποτύφλωσιν. καὶ ὁ μὶν ἀπετυφλοῦτο μὴ αποτυφλούμενος, ὁ δὲ
δῆμος ἐκρότει καὶ πανταχόθι τὴν τοῦ Οὐρσελίου τύφλωσιν διεβόμβει. ταῦτα ὥσπερ ἐν σκηνῇ δραματουργηθέντα πέπεικε τὸν ὅχλον ὅλον, ὅσος ἐγχώριος καὶ· ὅσος ἔξωθεν, εἰς ἔρανον κατὰ τὰς μελίσσας συλλέγεσθαι. τοῦτο γὰρ ἅπαν τὸ σκέμμα τῆς Ἀλεξίου φρονήσεως ἵνα οἱ πρὸς δοῦναι χρήματα δυσχερῶς
ἔχοντες κὼ ἀφελέσθαι τὸν Οὐρσέλιον ἐπιβουλεύοντες 32 ἐκ τῶν χειρῶν Ἀλεξίου τοὐμοῦ πατρός, ἀποκαραδοκήσωσί τε, ὡς ἐντεῦθεν αὐτοῖς τῆς ἐπιβουλῆς ἀνωφελοῦς καθεστηκυίας, καί ταχὺ πρὸς τὸ βούλημα τοῦ στρατοπεδάρχου τράπωνται , τῆς πρώην ἀστοχοῦντες βουλῆς, αὐτόν τε φίλον ποιούμενοι
καὶ ὀργὴν βασιλέως ἐκκλίνοντες. τοῦτον τοίνυν οὕτω κατα- σχὼν τὸν Οὐρσέλιον ὁ ἄξιάγαστος στρατηγός , εἶχεν ὡς έν ζωγρείῳ τὸν λέοντα, ἔτι ἐπικαλύμματα τοῖς ὀφθαλμοῖς φέτὸ
ἐντεῦθεν οὖν τὰς ἡνίας στρέψας, εὐθὺ τῆς βασιλίδος πόλεως ἤλαυνε. γενόμενος δὲ ἐν τῇ παππώᾳ πόλει καὶ μικρὸν ἀναπαύων τῶν πολλῶν καμάτων ἑαυτόν τε καὶ τὴν σύμπασαν στρατιάν, πρᾶγμα ἐντῦθεν ῶπτο πεποιηκὼς, ὅπερ Ἡρακλῆς ἐκεῖνος ἐπὶ τῇ τοῦ Ἀδμήτου Ἀλκήστιδι. ὡς γὰρ
εἶδεν ὁ Δοκειανὸς ἐκεῖνος, ὁ τοῦ προβεβασιλευκότος Ἰσαακίου Κομνηνοῦ ἀδελφιδοῦς καὶ τούτου ἐξάδελφος, (ἀνὴρ δὲ οὗτος τῶν ἐπιδόξων καὶ γένει καὶ ἄξιώματι,) τὸν Οὐρςέλιον 36 τὰ τῆς τυφλώσεως σύμβολα φέροντα καὶ ὑπό του χειραγωγούμενον, βύθιόν τι στενάξας καὶ ἐπιδακρύσας τῷ Οὐρσελίῳ,
ὡμότητα κατηγορήκει τοῦ στρατηγοῦ καὶ μέμψιν αὐτῷ ἐπήγαγε, τούτου καταβοώμενος ὡς τοιοῦτον ἄνδρα γεννάδαν τε καὶ ἄντικρυς ἥρωα τοὺς ὀφθαλμοὺς ἀφελομένυ, ὃν ἐχρῆν ἀτιμώρητον διαςώσασθαι. ἀλλ᾿ ἐκεῖνος τότε μὲν “τὰς αἰτίας τῆς ἀποτυφλώσεως εἰσαῦθις ἐπακούσειας," ἐπειπών “φίλτατέ
μοι," μετὰ βραχὺ δ᾿ εἰς οἰκίσκον ἀγαγὼν αὐτόν τε καὶ τὸν Οὐρςέλιον, ἀνακαλύπτει τὸ πρόσωπον καὶ δείκυσιν Οὐρσε-
θεώμενον ἤ τις μαγικὴ τερατεία ἢ ᾶλλο τι τοιοῦτον ἄρτι πρώτως καινοτομούμενον. ὡς δὲ τὴν ἔπι τῷ ἀνδρὶ φιλανθρωπίαν τοῦ ἔξαδέλφου κατεμάνθανε καἰ μετὰ τῖς φιλανθρωπίας τὴν τέχνην , περιχαρὴς γεγονὼς ἐνηγκαλίζετό τε αὐτὸν καὶ κατεφίλει πολλάκις τὸ πρόσωπον , εἰς ἡδονὴν τὸ
θαῦμα μεταβαλών. ταὐτὸ δὲ τούτῳ πεπόνθασι καἰ οἱ περὶ τὸν βασιλέα Μιχαὴλ κω βασιλεὺς αὐτὸς καὶ πάντες.
κλονοῦντος καὶ τὸ διάδημα ἑαυτῷ περιθεμένου καὶ βασιλέα Ῥωμαίων ἀνακηρύττοντος. ἄρτι γὰρ τοῦ αὐτοκράτορος Μιχαὴλ τοῦ Δούκα τοῦ θρόνου καθαιρεθέντος καί ἀντὶ ταινίας τε καὶ χλαμύδος τὸν ποδήρη καὶ τὴν ἐπωμίδα τὴν ἀρχιερατι- κὴν ἐνδεδυμένου , ὁ Βοτανειάτης ἐπί τοῦ βασιλείου θρόνου
καθίσας καὶ τὴν βασιλίδα Μαρίαν, ὡς προϊὼν ὁ λόγος σαφέστερον παραστήσειε , μνηστευσάμενος , τὰ τῆς βασιλείας 40 διίθυνε πράγματα. ἀλλ’ ὁ Νικηφόρος Βρυέννιος τὴν δουκιἐπέβαλε
ἔξιστορῆσαι· τὸ δ᾿ ὅτι ἐκεῖθεν ὥσπερ ἔξ ὁρμητηρίου τινὸς τῆς πόλεως Δυρραχίου πάντα τὰ τῆς ἑσπέρας κατέδραμεν καὶ ὑφ᾿ ἑαυτὸν ἐποιήσατο, καὶ ὅπως οὗτος ἑάλω, τοῦτο τῶν 42 ἀναγκαιοτάτων ἐστὶν ἐν βραχεῖ διηγσασθαι. τὸ γὰρ ἀδριβὲς 43 τῆς ἱστορίας τὸν βουλόμενονμαθεῖν ἐς τὸν Καίσαρα παραπέμπομεν.
κρ;τιστος γὰρ ὁ ἀνὴρ τὰ πολέμια καὶ ἅμα καὶ γένος ὣν τῶν ἐπισημοτάτων καὶ ἀναδρομῇ σώματος καὶ κάλλει προςώπου κοσμούμενος, καὶ ἐμβριθείᾳ φρονήματος καὶ βραχιόνων δυνάμει τῶν κατ᾿ αὐτὸν διαφέρων ἀνδρῶν, ἐπάξιον ἦν βασιλείας τὸ χρῆμα, καὶ τοστοῦτο ἦν εἰς πειθὼ
δυνατὸς καὶ πάντας ἐφέλκειν καὶ ἐκ πρώτης ὄψεως καὶ ὁμιλίας δυνάμενος, ὥστε πάντες πανδημεὶ καὶ στρατιῶται 44 καὶ ἰδιῶται τῶν πρωτείων αὐτῷ ξυνεχώρουν καὶ βασιλεύειν ἤξίουν ἁπάσης ἑῴας καὶ ἑσπερίας λἤξεως. καὶ γὰρ ἐπιόντα τοῦτον αἱ πόλεις ἅπασαι ὑπτίαις χερςὶν ὑπεδέχοντο,
καὶ ἄλλη πρὸς ἄλλην μετὰ κρότου καρέπεμπεν. ταῦτα ἐτάραττε μὲν τὸν Βοτανειάτην, ἔξεκύκα δὲ καὶ τὸ περὶ αὐτὸν 45 46 στράτευμα καὶ εἰς ἀμηχανίαν τὴν βασιλείαν ὅλην ἐνέβαλλε. πέμπειν οὖν διεγνώκεισαν τὸν ἐμὸν πατέρα τὸν Κομνηνὀν Ἀλέξιον κατὰ τοῦ Βρυεννίου, δομέστικον τῶν σχολῶν ἄρτι προχειρεσθέντα, μετὰ τῶν ἐνουσῶν δυνάμεων. εἰς γὰρ τὸ
μέρος τοῦτο ἡ βασιλεία Ῥωμαίων εἰς τοὔσχατον ἐληλύθει. τά τε γὰρ ἑῷα τῶν στρατευμάτων ἄλλο ἀλλαχοῦ διεσκέδα- στο, τῶν Τούρκων ὑφαπλωθέντων καὶ πάντα σχεδὸν περισχσόντων, 47 ὅσα Εὐ·ξείνου πόντου ἐστι μεταξὺ καὶ Ἑλλησπόντου κω Αἰγαίου τε καἰ Συριακοῦ πελάγους κόλπων τε τῶν ἄλλων
καὶ μάλιστα ὁπόσοι Παμφυλίαν τε καὶ Κίλικας παραμείβοντες ἐς τὸ πέλαγος ἐκπίπτουσι τὸ Αἰγύπτιον. τὰ μὲν οὖν ἑῷα στρατεύματα οὕτως ἴσχον· τὰ δὲ τῆς ἑσπέρας ἐς τὸν Βρυέννιον συρρεύσαντα εἰς στενὸν κομιδῆ καὶ ὁλίγον στράτευμα τὴν βασίλειαν ἀφῆκε Ῥωμαίων. ἀθάνατοι τε γὰρ
τινες αὐτῇ κατελείφθησαν χθὲς κω πρώην ξίφους ἡμμένοι καὶ δόρατος καί τινες ἐκ τοῦ Χώματος στρατιῶται ὀλίγοι, 48 καὶ Κελτική τις στρατιὰ εἰς ὀλίγους τινὰς περιισταμένη. τούτους δὴ τῷ ἐμῷ πατρὶ Ἀλεξίῳ διδόασι καὶ ἅμα συμμάχους ἀπὸ τῶν τούρκων προσκαλεσάμενοι , ἔξιέναι οἱ περὶ
τὸν βασιλέα προσέταττον καὶ ξυμμίξαι τῷ Βρυεννίῳ, οὐ μᾶλλον εἰς τὴν ἐφεπομένην στρατιὰν θαρροῦντες ἢ εἰς τὸ φρόπελάγους
50 ἄνευ τάφρων καὶ χάρακος. μανθάνων γὰρ τὸν Βρυέννιον έν τοῖς Κηδόδτου πεδίοις αὐλιζόμενον ἑκύτερα τὰ στρατεύματα αὐτοῦ τε καὶ τῶν ἐναντίων ἀξιόλογον ἀπέχειν διάστημα. οὐ γὰρ εἶχεν ἀντιμέτωπος ἐπίστην τῷ Βρυεννίῳ, ἵνα μὴ κατάφωρα γένοιτο τὰ τῆς δυνάμεως καὶ
μὴ δοίη ὁπόσος τις ἐστι τὴν στρατιάν, αἴσθησιν τῷ ἐχθρῷ. μετ’ ὀλίγων γὰρ πρὸς πολλοὺς καἰ μετ’ ἀπειροπολέμων πρός ἐμπειροπολέμους ἔμελλε ξυμβαλεῖν, καὶ τοῦ θαρρεῖν ἀφέμενος καὶ ἀναφανδὸν ἐμπίπτειν, κλωπιτεύειν τὴν νίκην ἐβούλετο.
ὁ λόγος κατεστήσατο, τόν τε Βρυέννιον καὶ τὸν ἐμὸν 51 πατέρα τὸν Κομνηνὸν Ἀλέξιον, οὐδὲν γὰρ ἕτερος τοῦ ἑτέρου πρὸς ἀνδρείαν ἀπελιμπάνετο, οὐδὲ τὰ τῆς ἐμπειρίας 52 ἔτερος ἑτέρου πὰρ ἔλαττον εἰχεν,) ἄξιόν ἐστι καταστησαμένους τούτους εἰς φάλαγγας καὶ ἀντιπαρατάξεις, ἐκεῖθεν ἀποσκοπῆσαι
σκοπῆσαι τοῦ πολέμου τὴν τύχην. τὼ μὲν γὰρ ἄνδρε τούτω καἰ ἄμφω ἤστην καλὼ καὶ γενναίω καὶ τά γε εἰς χεῖρας καὶ
ὁλίγας μὲν ἐλαίδας καὶ πάνυ ἀφελεῖς εἶχεν ὅσον ἑαὶ τῷ στρατεύματι, ἀντιπρουβάλλετο δὲ τὴν ἀπὸ τῆς τέχνης ἴσχὺν καὶ τὰς στρατηγικὰς μηχανάς. ἤδη γὰρ ἀλλήλοιν αἰσθόμενοι καὶ ὅτι πολέμων ἤδη καιρός, ὁ μὲν Βρυέννιος ἐπειδὴ τὰς ἐφόδους αὐτοῦ προüποτέμνεσθαι τὸν Κομνηνὸν
Ἀλἔξιον μεμαθήκοι καὶ περὶ Καλαυρὴν στρατοπεδεύειν, οὕτω ξυνταξάμενος ἀντεπήρχετο. εἰς τε γὰρ δεξιὸν κέρας καὶ εὐώνυμον τάξας τὸ στράτευμα, τοῦ μὲν δεξιοῦ κατάρχειν τὸν αὐτάδελφον Ἰωάννην ἐπέταττε . πεντακισχίλιοι δ' ἦσαν οἱ τοῦτο τὸ μέρος συμπληροῦντες , Ἰταλοί τε καἰ τῆς τοῦ Μανιάκου
ἐκείνου ἀποσπάδος, καὶ μὴν καἰ ἐκ Θετταλίας ἄνδρες 55 ἱππεῖς καὶ μωρά τις τῶν ἀπὸ τῆς ἑταιρείας οὐκ ἀγεννής. θάτερον δὲ τὸ εὐώνυμον κέρας ὁ Ταρχανειώτης εἶχε Κατακα- λῶν, Μακεδόνας καὶ Θρᾷκας ἔξωπλισμένους εἰς τρισχιλίους τοὺς ξύμπαντας συναριθμουμένους. αὐτὸς ὁ ὁ Βρυέννιος τὸ
μέσον κατεῖχε τῆς φάλαγγος, ἔκ τε Μακεδόνων καὶ Θρᾳκῶν συντεταγμένον καὶ τοῦ ἀρχοντικοῦ σύμπαντος ὅσον ἐπίλεκτον. πάντες δὲ ἐφ' ἵπποις Θετταλοῖς ἐποχούμενοι καὶ τοῖς σιδηροῖς θώραξι καὶ τοῖς περὶ τὴν κεφαλὴν κράνεσιν ἔξαστράἀφαυρὰς
καὶ αὐτόχρημα θάμβος ἦν καὶ φοβος τοῖς θεωμένοις. ἔξωθεν δὲ τοῦ τάγματος ὅλου, ὡσανεὶ δυοῖν στα- δίων διάστημα, Σκύθαι τινὲς ἦσαν σύμμαχοι βαρβαρικοῖς κεκοσμημένοι τοῖς ὅπλοις. παρήγγελτο δέ, ἐπειδὰν οἱ πολέμιοι προφανεῖεν καὶ ἡ σάλπιγξ πολέμιον ἀλαλάξειεν, εὐθὺς
κατὰ νώτων ἐμπίπτειν καὶ βάλλειν τοὺς Σκύθας τοῖς πολεμίοις καὶ θλίβειν αὐτοὺς τοῖς πυκνοῖς καἰ συνεχέσι τοξεύμασι, τοὺς δὲ λοιποὺς πυκνὰ συνασπισαμένους ἐμπίπτειν κατὰ τὸ καρτερώτατον. οὕτω μὲν οὗτος τοῖς ἀμφ' 58 αὑτὸν διετάξατο. ὁδέ γε ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος
τοῦ τόπου τὴν θέσιν κατασκεψάμενος, τὸ μὶν τοῦ στρατεύματος κατέστησεν ἔν τισι κοιλάσι, τὸ δ’ ἀντιμέτωπον ἔστησε τῆς στρατιᾶς Βρυεννίου. ἄμφω δὲ παραταξάμενος καὶ τὸ ὑποκαθήμενον καὶ τὸ προφανές, καὶ πτερώσας λόγοις ἄνδρα ἕκαστον καὶ εἰς ἀνδρείαν ἐπάρας, τῷ μὲν ἐπέσκηπτε τῷ προλοχίξοντι
τάγματι, ἐπειδὰν κατὰ νώτου γένοιντο τῶν πολεμίων, ἔξ αἰφνιδίου προσπίπτειν καὶ μετὰ ῥύμης ὅτι πολλῆς
Σκυθικὸν ἂπαν ἔχειν τὸν νοῦν καὶ τὰς διεκδρομὰς αὐτῶν ἀπελάττειν παρεκελεύσατο. ταῦτα μὲν οὕτως εἶχε. καὶ ἐπεὶ κατὰ τοὺς κοιλώδεις τόπους τὸ τοῦ Βρυεννίου γέγονε στράτευμα, εὐθὺς σύνθημα δεδωκότος τούμοῦ πατρὸς Αλεξίου, 61 μετὰ βοῆς καὶ ἀλαλαγμοῦ ἐμπηδῆσαν τὸ περὶ τὴν ἐνέδραν
στράτευμα τῷ τε αἰφνιδίῳ κατέπληξαν τοὺς πολεμίους, ἕκαστος τῶν παρατυχόντων πλήττων τε καἰ φονεύων , καὶ εἰς φυγὴν κατηνάγκασαν. ἀλλ’ ὁ Βρυέννιος Ἰωάννης καἰ τοῦ γεμόνος αὐτάδελφος μνησθεὶς ἐνταῦθα θούριδος ἀλκῆς καὶ 62 θυμοῦ, τῷ ψαλλίῳ στρέψας τὸν ἵππον καὶ τὸν τὸν ἐπιόντα στρατιώτην
ἀθάνατον πληγῇ μιᾷ καταβαλών , ἔστησέ τε κλονου- μένην τὴν φάλαγγα καὶ οὕτω συντάξας ἀπῶσε τοὺς πολεμίους. οὕτως οἱ ἀθάνατοι προτροπάδην μετά τινος ἀκοσμίας ἔφευγον, ὑπὸ τῶν κατόπιν ἀεὶ στρατιωτῶν ἀποκτιννύμενοι. ὁ δέ γε ἐμὸς πατὴρ εἰς μέσους ἑαυτόν ἐμβαλὼν τῶν πολεμίων
καὶ γενναίως ἀγωνιζόμενος, ἐκλόνει μὶν καὶ οὗτος τὸ μέρος, ἐφ’ ᾦπερ ἂν παραγίνοιτο , πλήττων ἕκαστον τὸν πρὸς αὐτὸν ἰόντα καἰ εὐθὺς καταβάλλων, ἐλπίζων δὲ ξυνέπεσθαι καί τι-
ἀναισχύντως, κἀν δέοι κἀκείνους αὐτῷ συναποθανεῖν. ἀλλ’ ἀπεῖρξε τοῦ τοιούτου βουλεύματος Θεόδοτός τις στρατιώτης ἀνὴρ τοὐμῷ πατρὶ παιδοθεν ῡπηρετησας, ὡς αντικρυς πάρα. βόλου τοῦ ἐγχειρήματος ὄντος. τὴν ἐναντίαν οὖν τραπόμενος ὁ Ἀλέξιος ὀλίγον μὲν ὑπεξάγειν ἑαυτὸν τῆς τοῦ Βρυεννίου
στρατιᾶς ἐβούλετο, γνωρίμους δέ τινας τῶν διασκεδασθέντων ἐπισυλλέξας καὶ συστησάμενος , αὖθις τῷ ἔργῳ ἐνέκειτο μήπω 65 δὲ τοὐμοῦ πατρὸς ἐκεῖθεν ἑαυτὸν ὑπεξαγαγόντος, οἱ Σκύθαι τοὺς περὶ τὸν κατακαλῶν Χωματηνοὺς ἐκλόνουν βῷ πολλῇ καὶ ἀλαλαγμῷ χρώμενοι, καὶ ἐπειδὴ καἰ τούτους ἀπώσαντο
καἰ εἰς φυγὴν εὐκόλως ἐτρέψαντο , πρὸς λαφυραγωγίαν ἀπέβλεψαν καὶ φυγήν, καὶ τὰς ἐαυτῶν ἀνεζήτουν διατριβάς. τοιοῦτον γὰρ τὸ ἔθνος τὸ Σκυθικόν. μήπω καθαρῶς τρεψάμενοι τὸν ἀντίπαλον καὶ τὸ κράτος ἀναδησάμενοι, διαφθείρουσι τὴν νίκην τῇ λαφυραγωγίᾳ. τὴν γὰρ οὐραγίαν τοῦ
Βρυεννικοῦ στρατεύματος καταλαβὸν ἅπαν τὸ θητικὸν ταῖς τάξεσιν αὐτῶν ξυνεμίγνυτο φόβῳ τῶν Σκυθῶν, τοῦ μή τι
καὶ πρόσθεν ἐλέγομεν, περιχορεύων ἐντὸς τοῦ στρατεύματος τοῦ Βρυεννικοῦ, ὁρᾷ τῶν ἰπποκόμων ἕνα τοῦ βρυεννίου ἵππον τινὰ τῶν βασιλικῶν ἐπισυμόμενον, τῇ τε ἁλουργῷ ἐφεστρίδι κεκοσμημένον καὶ κατάχρυσα τὰ φάλαρα ἔχοντα, κω δὴ καἰ τοὺς κατέχοντας τὰς ἔξ ἔθους τοῖς βασιλεῦοι παρεπομένας ῥομφαίας
ἐγγύθεν αὐτῷ παραθέοντας. τοῦτο οὖν θεασάμενος, καλύπτει μὲν τὸ πρόσωπον τῷ θωρακιδίῳ, ὂ τῆς κόρυθος κύκλῳ ἐξήρτητο, σφοδρῶς δὲ κατ’ αὐτῶν ἔξορμήσας σὺν τοῖς 68 ἕξ στρατιώταις, οὑς ἄνωθεν ὁ λόγος ἐδήλωσεν, καταβάλλει μὶν καὶ τὸν ἱπποκόμον, αἱρεῖ δὲ καὶ τὸν βασιλικὸν ἵππον
συναφαιρεῖται δὲ καὶ τὰς ῥομφαίας, καὶ λάθρα ὑπἔξεισι τοῦ στρατεύματος. ὲν τῷ ἀκινδύνῳ δὲ καταστάς, τόν τε χρυσοφάλαρον ἐκεῖνον ἵππον ἔξέπεμψεν καὶ τἀς παρ’ ἑκάτερα τοῦ βασιλικοῦ σώματος στρεφομένας ῥομφαίας καὶ κήρυκά τινα μεγαλοφωνότατον παρακελευσάμενος ἁπανταχοῦ τοῦ στρατεύματος V.
διαθέοντα βοᾷν ὡς ὁ Βρυέννιος ἐπεπτώκει. τοῦτο γενόμενον πολλοὺς τῶν σκεδασθέντων τοῦ στρατεύματος τοῦ μεγάλου δομεστίκου τῶν σχολῶν καὶ ἐμοῦ πατρὸς ἁπανταχόθεν 69 ξυνέλεγε καὶ παλιμπορεύτους ἐποίει, τοὺς δὲ καὶ ἔπειθεν
καὶ μήτε ἐπὶ τὰ πρόσω χωροῦντας, μήτε εὶς τοὐπίσω στρέψαι τοὺς χαλινοὺς ἐθέλοντας ἀλλ’ ἐκθάμβους ὄντας καὶ ἔξαπορουμένους οἷον ἔπι χοῖς ξυμπεσοῦσιν. οἵ τε γὰρ Σκύθαι 71 νόστου μνησάμενοι καὶ οἴκαδε ἀπιόντες, οὐκ ἔμελλον ἔτι ἐπιδιώκειν, ἀλλὰ πόρρω τῶν στρατευμάτων ἀμφοῖν γεγονοτες
μετὰ τῆς λείας αὐτοῦ που περιπεπλάνηντο. τό τε διακη- ρυκευόμενον, ὡς ἄρα ὁ Βρυέννιος ἑάλω καὶ κατενήνεκτο, ἐθαρσοποίει τοὺς τέως δειλοὺς καὶ· φυγάδας, καὶ τὸ κηρυττόμενον αὐτόθεν εἶχε τὸ πιθανόν, ἐνδεικνυμένου πανταχοθι μετὰ τῶν βασιλικῶν παρασήμων τοῦ ἵππου καὶ τῶν ῥομφαιῶν
μονονουχὶ· διαγγελλουσῶν, ὡς ὁ φυλαττόμενος ταύταις Βρυέννιος χειρὸς πολεμίας γέγονεν ἔργον.
72 μαθόντες καὶ τοὺς πολεμίους ὅπου καὶ εἶεν ἐπιζητήσαντες, ἐπὶ λόφον τινὸς συνεληλυθότες τῷ Κομνηνῷ Ἀλέξίῳ καὶ ἐμῷ πατρὶ ἐκείνου δεικνύντος Trj χειρὶ τὴν ατρατιάν,
τῶν τῷ ἐμῷ πατρὶ ξυνεπομένων Φράγγων προσκεχωρηκότων κεχωρηκότων τῷ Βρυεννίῳ διὰ τὴν προγεγενημένην τροπήν. νὼ γὰρ τῶν ἵππων ἀποβεβηκότων τῶν Φράγγων καὶ δεξιὰς 74 διδόντων αὐτῷ καθάπερ δὴ πάτριόν ἐστι διδόναι τὰς πίστεις, ἄλλος ἀλλαχόθεν πρὸς τούτους ξυνέρρεον, θεασόμενοι τὸ γινόμενον.
διεσάλπιζε γὰρ ἡ φήμη τὸ στράτευμα ὡς ἄρα καὶ οἱ Φράγγοι τούτοις προσέθεοτο, τὸν ἀρχιστράτηγον καταλελοιπότες Ἀλἐξιον. Ἀλέξιον. οὕτω δῆτα συγκεχυμένως ἔχοντας τούτους οἱ ἀμφὶ τὸν ἐμὸν πατέρα καὶ τοὺς νεήλυδας Τούρκους θεασάμενοι, εἰς τρεῖς μοίρας ἑαυτούς διενείμαντο , καὶ τὰς μὲν
δύο ἐλλοχεῖν αὐτοῦ που διέταττον, τὴν δὲ τρίτην μερίδα χωρεῖν ἐᾶι τοὺς πολεμίους ἐκέλευον. καὶ τὸ ξύμπαν τῆς τοιαύτης διαταγῆς ἐς τὸν ἐμὸν πατέρα Ἀλἔξιον ἀνεφέρετο. οἱ 75 μέντοι ῦρκοι οὐ κατὰ φάλαγγα συντεταγμένως ἐπᾐεσαν ἅμα πάντες, ἀλλὰ μεμερισμένως κατά τινας ὁμίλους, ἀπ
ἀλλήλων διεστηκότες ἑκασταχοῦ. εἶτα προσβάλλειν ἑκάστην ἴλην, τοὺς ἵππους ἔπι τούτους ἐλαύνοντας, καὶ πυκνοῖς ἀποχρῆσθαι το·ξεύμασιν. συνείπετο δὲ τούτοις καὶ ὁ τὴν ὅλην στρατηγίαν ἀναδησάμενος ἐμὸς πατὴρ Ἀλέξιος συλλέ·ξας ἀπὸ
σφοδρῶς ἐρείδει κατὰ τῶν στέρνων ἐκείνου ἐκείνου, ὁ δὲ γοργῶς τοῦ κουλεοῦ τὸ ξίφος ἑλκύσας μήπω φθάσαντος τοῦ δόρατος κραταιότερον ἐρεισθῆναι, τοῦτό τε ἀπέκοψεν αὐτίκα καὶ τὸν τρώσαντα κατὰ τῆς κλειδὸς πλήξας ὅλῳ βραχίονι κατενεγκὼν τὴν πληγήν, ἁμαὶ τὴν χεῖρα πᾶσαν ἐξέτεμεν αὐτῷ θώρακι.
οἱ μὲν οὖν Τοῦρκοι ἄλλος ἐπ’ ἄλλῳ καταλαμβάνοντες, τοῖς συνεχέσι βέλεσι τὸ στράτευμα κατεσκίαζον. οἱ δέ γε περὶ τὸν Βρυέννιον ἐπλήγησαν μὲν τῷ αἰφνιδίῳ, ὅμως συλλέξαν- 79 τες ἑαυτοὺς καὶ εἰς τάξεις καταστησάμενοι, τὸ τοῦ πολέμου βάρος ἐδέξαντο ἄλλος ἄλλον παρακαλοῦντες ἀνδρίζεσθαι.
οἱ μέντοι Τοῦρκοι καὶ ὁ ἐμὸς πατὴρ βραχύ τι πρὸς τοὺς πολεμίους ἀντικαταστάντες, ἑξῆς φεύγειν ἐσχηματίζοντο κατ ὀλίγον ἐφέλκοντες εἰς τὰς ἐνέδρας τοὺς πολεμίους καὶ τεχωικῶς ὑποσύροντες. ἐπεὶ δὲ κατὰ τὴν πρώτην γεγόνασιν εἰ ἔδραν ἐξ ὑποστροφῆς κάτα μέτωπον τούτοις εἱστήκεσαν. καὶ
συνθήματός τινος γεγονότος , εὐθὺς καθάπερ σφηκιαί τινες ἄλλος ἀλλαχόθεν διεξιππάζοντο τῶν ἐλλοχιζόντων καὶ ἀλαλαγμῷ λαγμῷ πολλῷ καἰ βοῆ καὶ τοῖς ἐπαλλήλοις τοξεύμασι τά τε
καὶ ἄνθρωπος,) πρὸς τροπὴν ἀπέκλινε τὴν σημαίαν καὶ τὸν νῶτον παίειν παρέσχε τοῖς ἐναντίοις. ἀλλ’ ὅ γε Βρυέννιος, καίτοι πολλὰ βαρυνόμενος ὑπὸ τοῦ πολέμου καὶ σὺν βίᾳ ὠθούμενος, ἐδείκνυ τὸ ἀνδρεῖον καὶ εὔψυχον, ἀεὶ μὲν ἐπιστροφάδην τύπτων τὸν ἐπιόντα, ἀεὶ δὲ τὰ τῆς φυγῆς καλῶς
καὶ ἀνδρείως διοικονομούμενος. συνήραντο δὲ τούτῳ καὶ ὁ ἀδελφὸς ἐξ ἑκατέρου μέρους κὼ ὁ υἱός, καὶ κατ’ ἐκεῖνο καὶροῦ θαῦμα τοῖς πολεμίοις ἐδείχθησαν ἡρωϊκῶς ἀνταγωνισάμενοι. 82 ἤδη δὲ τοῦ ἵππου καμόντος καὶ μὴ δυναμένου φεύγειν ἢ καὶ διώκειν, (ἐγγὺς γὰρ ἥν τοῦ ἀποπεπνευκέναι
τοὺς ἐπαλλήλους δρόμους,) ἀνασειράσας τοῦτον ὁ Βρυέννιος, καθάπερ τις ἀθλητὴς γενναῖος, εἰστήκει πρὸς τὰς λαβὰς καὶ πρὸς ἑαυτὸν δύο τῶν Τούρκων γενναίους ἐξεκαλέσατο. ὦν ὁ μὶν εἷς πώει τῷ δόρατι ἀλλ᾿ οὐκ ἔφθη δοῦναι βαρεῖαν πληγήν, καὶ λαμβάνει ἀπὸ τῆς δεξιᾶς τἀνδρὸς βαρυτέραν.
φθάνει γὰρ ἀποκόψας τούτου τὴν χεῖρα ὁ Βρυέννιος τῷ ξίφει, ἣ μετὰ τοῦ δόρατος πρὸς τοὔδαφος ἔξεκυλίσθη. ἅτερος δὲ τούτων τοῦ ἰδίου ἵππου καταπηδήσας, καθάπερ τις πάρδαλις ἥλατο ἐπὶ τοῦ ἵππου τοῦ Βρυεννίου, ἐναρμόσας
ἐπεὶ δὲ καὶ ἡ δεξιὰ αὐτῷ ἀπειρήκει κενεμβατοῦσα καὶ ἀπεῖπεν ὁ ἀθλητής, ἐνταῦθα πρὸς ἅπασαν χεῖρα πολεμίων ἐνδέδωκεν ἑαυτόν. οἱ καὶ συλλαβόμενοι τοῦτον καὶ ὡσπερ μέγα κῦδος ἀράμενοι, κομίζουσιν Ἀλεξίῳ τῷ Κομνηνῷ, οὐ πάνυ μέντοι πορρωτέρω καθεστηκότι τῆς τοῦ Βρυεννίου ἁλώσεως,
ἐκτάττοντι δὲ τὰς τε τῶν βαρβάρων καὶ τὰς ἑαυτοῦ φάλαγ- 85 γᾶς καὶ πρὸς τὸν πόλεμον ἐρεθίζοντι. καὶ πρότερον μὲν διά P. τινων κηρύκων τήν ἅλωσιν τοῦ ἀνδρὸς διεπέμψαντο, ἔπειτα δὲ καὶ αὐτὸν παριστῶσι τῷ στρατηγῷ, θέαμα ὄντως φοβερὸν καὶ πολεμοῦντα καὶ ἁλισκόμενον. οὕτω μὲν οὖν τὸν Βρυέννιον
εἰς χεῖρας ἔχων ὁ Κομνηνὸς Ἀλέξιος, δορύκτητον τῷ βασιλεῖ ἐκπέμπει Βοτανειάτῃ, μηδὲν μέντοι λυμηνάμενος τὰ ὄμματα ὅλως ὁ ἀνήρ. οὐ γὰρ ἦν τοιοῦτος ὁ Κομνηνός, ὥστε μετὰ τὴν αὐλῶσιν ἐπεξέρχεσθαι τοῖς ἐπ’ αὐτὸν καταστᾶσιν, ἀλλ᾿ εἰς τιμωρίαν αὐτάρκη ἐνόμιζε τὴν τοῦ πολεμίου αὐλῶσιν·
τὰ δ’ ἐντεῦθεν φιλανθρωπίαι τε καὶ φιλοφροσύναι καὶ φιλοτιμία 86 πολλή. ὅπερ κὰν τῷ Βρυεννίῳ ἐνεδείξατο. καὶ ἱκανὸν αὐτῷ μετὰ τὴν ἅλωσιν συμπορευθεὶς διάστημα, ἐπὰν
μεμηνόσιν ἐῷκει καὶ οὔτε ῥᾳστώνης ἐν χρείᾳ ἦν· πῶς γὰρ ὁ νὼ ἀυτὴν ἀπολεγόμενος τὴν ζωήν; ἀλλ’ ὅμως τῷ τοῦ στρατγηοῦ εὐθὺς ὑπετάγη βουλήματι. τοτοῦτον γὰρ τὸ δοῦλον πρὸς ἅπαν τὂ ἐπιτατόμενον ῥᾳδίως ὑπεῖκον, καὶ μᾶλλον εἰ 88 δορυάλωτον ἄγοιτο. ἀποβάντες τοίνυν οἱ δημαγωγοὶ τῶν ἵππων,
ὁ μὲν ἔνθεν ὡς ἐπὶ στιβάδος ἐπὶ πόας εὐθὺς ἀνέκειτο χλοερᾶς, ἐκεῖθι δ᾿ ὁ Βρυέννιος, ῥίζης ὕπερθεν ἑψικλόνου δρυὸς τὴν κεφαλὴν νήδυμος ὕπνος, κἀκεῖνος μὲν ἐκάθευδε, τὸν δ᾿ οὐκ ἔχε νήδυμος ὕπνος, τοῦτο δὴ τὸ τῆς ἀπῃωρημένον ποιήσεως. ἀλλὰ τὸν ὀφθαλμὸν ἀνατείνας καὶ τὸ ἀπῃωρημένον τοῖς πτόρθοις
θοις ξίφος θεασάμενος, ἐπεὶ μηδένα μηδαμοῦ τότε παρόντα ἑώρα, ἀνακτησάμενος τῆς ἀθυμίας Ἑαυτόν, κρείττονος γίνεται λογισμοῦ καὶ ἀποκτεῖναι τὸν ἐμὸν πατέρα βουλεύεται. καὶ τάχα ἂν εἰς ἔργον ἀπέβη τὸ βούλευμα, εἰ μή τις ἄνωθεν 89 θεία τοῦτον διεκώλυσε δύναμις, τὸ ἄγριον τοῦ θυμοῦ ἔξημερώσασα
μερώσασα καὶ ἱλαρὸν τῷ στρατηγῷ ἐνατενίζειν παρασκευάσασα. ταῦτα ἐγὼ ἐκείνου διηγουμένου πολλάκις ἤκουον. ἔνεστι δὲ τῷ βουλομένῳ ἐντεῦθεν κατανοεῖν, ὅπως τὸν Κομνηὸν ἐς μείζονα ἄξίαν παρεφυλάττετο ὁ θεὸς καθάπερ τι
91 δὲ μέγας δομέστικος Ἀλέξιος καὶ ἐμὸς πατὴρ οὐκ ἔμελλεν ἀτρεμήσειν, ἀλλ’ ἔξ ἀγώνων εἰς ἀγῶνας μεταχωρεῖν. ὁ γὰρ Βορῖλος τῶν ἀμφὶ τὸν Βοτανειάτην οἰκειότατος βάρβαρος ἐξελ- θὼν τῆς πόλεως καὶ ὑπαντήσας τῷ μεγάλῳ δομεστίκῳ καὶ ἐμῷ πατρί, Βρυέννιον ἐκ τῶν χειρῶν αὐτοῦ παραλαβὼν ἔδρασεν
ὅ τι δὴ καὶ ἔδρασεν· ἐπισκήπτει δὲ παρὰ τοῦ βασιλέως τῷ ἐμῷ πατρὶ χωρεῖν ὡς ἐπὶ Βασιλάκιον, ἤδη καὶ τοῦτον βασιλείας περιθέμενον διάδημα καὶ τὴν ἑσπέραν μετὰ γε τὸν Βρυέννιον ἀκατασχέτως κυμαίνοντα. ὁ γάρ τοι Βασιλάκιος οὗτος ἀνὴρ μὲν ἦν τῶν πάνυ θαυμαζομένων ἐπ’
92 ἀνδρείᾳ τε καὶ θυμῷ καὶ τόλμῃ καὶ ῥώμῃ· ἄλλως δὲ ἄν- θρωπος τυραννικὴν ψυχὴν ἔχων ἐφεῖλκεν εἰς ἑαυτὸν τὰς 93 ὑπερηφάνους τιμάς, καὶ ἀναρρήσεις τὰς μὲν ἐπενοεῖτο, τἀς δὲ προσέταττε. τοῦ γὰρ Βρυεννίου καθαιρεθέντος, οὗτος καθάπερ ἐκείνου διάδοχος γεγονὼς τὴν πᾶσαν εἰς ἑαυτὸν ἀνεδἔξατο
τῆς τυραννίδος ὑπόθεσιν. κὼ ἀπὸ τῆς Ἐπιδάμνου ἀρξάμενος, (μητρόπολις δὲ αὕτη προκαθημένη τοῦ Ἰλλυριτῶν
ἐπί τε μεγέθει σώματος καὶ κράτει βραχιόνων κω προσώπου σεμνότητι, οἷς μᾶλλον ἁλίσκεται τὸ ἀγροικικὸν τοῦτο καὶ στρατιωτικὸν ἔρνος. οὐ γὰρ διορᾷ εἰς ψύχην, οὐδ᾿ ἐνατενίζει πρὸς ἅρπην, ἀλλὰ μέχρι τῶν τοῦ σώματος ἀρετῶν ἵσταται, τόλμαν καὶ ῥώμην καί δρόμον καὶ μέγεθος θαυμάζον
καὶ ταῦτα κρῖνον ἄξια ἁλουργίδος ναὶ διαδήματος. ὁ δὲ καί ταῦτα ἔχων οὐκ ἀγεννῆ, καὶ τὴν ψυχὴν εἶχεν ἀνδρείαν καὶ ἀκατάπληκτον· καὶ ὅλως οὗτος ὁ Βασιλάκιος τυραννικόν τι καὶ ἔπνει καὶ ἔβλεπε. φθέγμα τε γὰρ αὐτῷ βροντῶδες καὶ οἶον καταπλῆξαι στρατιὰν ὅλην καὶ ἐμβόημα ἵκανον συστεῖλαι
ψυχῆς θράσος. κω ἄμαχος έν λόγοις ἐπίσης ἐπιχειρῶν ἐπᾶραί 96 τε καὶ συστεῖλαι τὸν στρατιώτην εἰς πόλεμον καὶ φυγήν. μετὰ τοιούτων πλεονεκτημάτων στρατευόμενος ὁ ἀνὴρ καὶ περὶ αὐτόν συλλεξάμενος ἄμαχον στρατιάν, τὴν Θετταλῶν πόλιν καταλαμβάνει, καθάπερ ἔφημεν. ὁ δέ γε ἐμὸς πατὴρ
ὁ Κομνηνὸς Ἀλέξιος ὡς πρὸς Τυφῶνα μέγαν ἢ Ἑκατοντάχειρα Γίγαντα ἀντιπαραταξάμενος κω· πᾶσαν ἑαυτῷ ἀνεγείρας στρατηγικὴν μηχανὴν καὶ φρόνημα γενναῖον ὡς πρὸς ἀντίἠλθε
τὸν ποταμὸν Βαρδάρον· οὕτω γὰρ ἐγχωρίως αὐτὸν όνομάζουσιν· ῥεῖ μὲν γὰρ ἄνωθεν ἀπὸ τῶν ἐγγύθεν τῆς Μυσίας δρῶν, παραμείβων δὲ πολλοὺς μεταξὺ τόπους καὶ διορίζων πρός τε τὴν ἵω καὶ τὴν ἑσπέραν τά τε Βερροίᾳ καὶ Θεσσαλονίκῃ προσήκοντα, ἐκδίδωσιν εἰς τὴν καθ᾿ ἡμᾶς καὶ νοτίαν
99 θάλασσαν. πάσχουσι δὲ οἱ μέγιστοι τῶν ποταμῶν τοιοῦτόν τι. ἐπειδὰν διὰ τῆς προσχώσεως ἀνάστημά τι ἀξιόλογον ἐπιφορήσωσι γῆς τότε δὴ ἐπὶ τὰ κατάρροπα ῥέουσιν, ὡσπερ δὴ μεταμείβοντες τὰς πρώτας κοίτας αὐτῶν, καὶ τὴν μὲν πα- λαιὰν καταλείπουσι πάροδον διάκενον ὑγροῦ καὶ χηρεύουσαν
ὕδατος, ἣν δὲ νῦν διοδεύουσιν, ἐμπιπλῶσι ῥευμάτων πολλῶν. τούτων οὖν τῶν δυεῖν παρόδων, τῆς τε παλαιᾶς χαράδρας καὶ τῆς ἄρτι γενομένης πορείας, τὸ μεταξὺ θεασάμενος ὁ στρατηγικώτατος οὗτος Ἀλέξιος καὶ ἐμὸς πατήρ, καὶ τὸν μὲν ὁλκὸν τοῦ ποταμοῦ ὡς ἀσφάλειαν θέμενος ἐκ θατέρου, τῇ δὲ
100 παλαιᾷ διόδῳ ἤδη φάραγγι γεγονυίᾳ ἐκ τῆς τοῦ ῥεύματος ἐπιρροίας καθάπερ αὐτοφυεῖ ἀποχρησάμενος διώρυχι, ἐστρατοπέδευσεν, οὐ πλεῖον τῶν δυεῖν ἢ τριῶν σταδίων ἀλλήλων ἀποδιεστηκότων. καὶ εὐθὺς ἐν παραγγελίᾳ πάντες ἦσαν,
διῳκονόμητο ὁ ἐμὸς πατὴρ κίνδυνον ὑφορώμενος κατὰ τὴν ἑσπέραν ἐκείνην πάρα τῶν πολεμίων. ἐπιθήσεσθαι γὰρ ἑαυτῷ 102 τούτους ἤλπιζεν, εἴτ’ ἐκ πολυπειρίας τοῦτο προμαντευόμε- 103 ὡς, εἴτε ἄλλως εἰκάσας. οὐ μὴν τὰ τῆς προφητείας αὐτῷ εἰς μακρὰν ἐληλύθει οὐδὲ προέγνω μέν, οὐ τὸ δέον δὲ διῳκήσατο.
ἀλλ᾿ ἀπάρας τῆς τούτου σκηνῆς ὁμὰ τοῖς ἀμφ’ αὐτὸν στρατιώταις σὺν ὅπλοις καί ἵπποις πᾶσι τοῖς πρὸς μάχην ἐπιτηδείοις, ἀπέστη μὲν τῆς σκηνῆς λαμπάδας τε καταλελοιπὼς ἐκεῖθι πανταχόθεν φαινούσας καί τινα τῶν ἀμφ’ αὐτὸν οἰκεῖον Ἰωαννίκιον πάλαι τὸν μοναχικὸν ἑλόμενον
βίον, τὴν σκηνὴν καταπιστεύσας καὶ ὅσα ἐπεφέρετο εῖς τε τράπεζαν χρειώδη καὶ τὴν ἄλλην παρασκευήν. αὐτὸς δὲ πορρωτάτω ἀπιὼν ἐκάθητο μετὰ τῆς ἐνόπλου στρατιᾶς τὸ μέλλον καραδοκῶν, τοῦτο τεχναζόμενος, ἱν ὁ Βασιλάκιος ἀνημμένας πανταχ·όθεν πυρκαϊὰς ἰδὼν καὶ λαμπαδοχουμένην
τὴν τοὐμοῦ πατρὸς σκηνήν, οἰήσαιτο ἐκεῖθι τοῦτον εἶναι διαναπανυόμενον, ὡς ἐντεῦθεν ἐκείνῳ τοῦτον ἁλώσιμον εἶναι 104 καὶ ὑποχείριον.
δὲ καὶ τὴν τοῦ στρατηγοῦ σκηνὴν θεασάμενος ὡς εἶχε ῥύμης εἰς ταύτην εἰσεληλύθει, πολυτάραχόν τι καὶ θορυβῶδες βοῶν. ὡς δ’ οὐκ ἦν οὐδαμοῦ ὁ προσδοκώμενος, οὐδέ τις ἀνέπτη στρατιώτης ἐκεῖθεν τὸ παράπαν ἢ στρατηγός, εἰ 106 μή που τινες καταλελειμμένοι τῶν θητευόντων εὐκαταφρόνητοι,
ἔτι μᾶλλον ἐβόα καὶ ἐκεκράγει ἀποῦ ποτέ ἐστιν ὁ τραυλίς;" οὑτωσὶ καὶ τοῖς ῥήμασιν εἰς τὸν μέγαν δομέστικον ἀποσκώπτων. ἦν γὰρ τἆλλα μὲν οὗτος ὁ ἐμὸς πατὴρ Ἀλέξιος εὔστομος καὶ οὐδεὶς οὕτω ῥήτωρ ἦν αὐτοφυὴς ἔν τε ἐνθυμήμασι καὶ ἐπιχειρήμασι, μόνον δὲ κατὰ τὸν φθόγγον τοῦ
ῥῶ ὑπωλίσθαινέ τε μετρίως καὶ ἀσυμφανῶς διώκλα ἡ γλῶττα, καίτοι κατὰ τἆλλα στοιχεῖα τὸν ῥοῦν ἀκάθεκτον ἔχουσα. ἀλλ᾿ ὁ μὲν οὕτως ὀνειδίζων ἐβόα, καὶ διηρευνᾶτο καὶ ἀνέτρεπε πάντα καὶ κιβώτια καὶ σκίμποδας καὶ σκεύη καὶ αὐτὴν 107 δὴ τὴν τοὐμοῦ πατρὸς κλίνην, μή πως ὁ στρατηγὸς ἔν τινι
τούτων κέκρυπτο καὶ θαμὰ πρός τε τὸν μοναχὸν οὕτω καλούμενον Ἰωαννίκιον ἐνέβλεπε· καὶ γὰρ διὰ σπουδῆς ἐπεδὲ
καὶ τὰ τῆς σκηνῆς ἃπαντα ὁ Βασιλάκιος διηρευνᾶτο καί, τοῦτο δὴ τὸ τοῦ Ἀριστοφάνους, ἐρεβοδιφῶν οὐκ ἀνίει, πυνθανόμενος ἅμα καὶ τὸν Ἰωαννίκιον πέρι τοῦ δομεστίκου. 109 τοῦ δὲ πρὸ ὥρας ἐξιέναι ξὺν παντὶ τῷ στρατεύματι διισχυριζομένου, γνοὺς ὅτι πολὺν τὸν πλάνον ὑπέμεινε καὶ τοῖς ἅπασιν
ἀπειπάμενος, ἄλλας ἐκ ἄλλων φωνὰς μεταμείβων ἐβόα “ἄνδρες συστρατιῶται, ἠπατήμεθα· ὁ πόλεμος ἔξωθεν." οὔπω τέλος ἔσχεν ὁ λόγος αὐτῷ, καὶ ἐξιοῦσι τοῦ στρατοπέδου ἐφίσταται τούτοις ὁ ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλἔξιος, προπηδήσας τῆς 110 στρατιᾶς σὺν ὀλίγοις τισι μετὰ σφοδρότητος. καί τινα 111
τάξιν συνιστῶντα τὰς φάλαγγας θεασάμενος, (καὶ γὰρ πλείους τῶν στρατιωτῶν τῶν ἀμφὶ τὸν Βασιλάκιον εἰς τὴν λείαν ἑαυτοὺς ἐπιδεδωκότες καὶ τὰ λάφυρα — τοῦτο γὰρ καὶ πάλαι τοὐμῷ πατρὶ ἐμεμηχάνητο — οὔπω ἔφθησαν συνελθεῖν καὶ εἰς παράταξιν καταστῆναι, καὶ ἐπέστη αὐτοῖς ἀθρόον κακὸν
μέγας δομέστικος,) ἰδὼν δὲ τὸν καθιστῶντα τὰς φάλαγγας κω νόμισας εἴτε ἀπὸ τοῦ μεγέθους εἴτε ἀπὸ τῆς τῶν ὅπλων λαμπρότητος καὶ γὰρ ἀντέστιλβε τούτῳ τὰ ὅπλα πρὸς τὴν
τὰ εἰς ἀνδρείαν λειπόμενος. βαρὺς οὖν τοῦ λοιποῦ κατ’ αὐτῶ κυλινδούμενος καὶ τοξεύμασι βάλλων καὶ δόρατι τιτρώσκων καὶ ἀλαλαγμοῖς ἐμβοῶν καὶ νυκτὶ συγχέων καὶ πάντα καὶ τόπον καὶ χρόνον καὶ ὄργανον εἰς νίκην λαμβάνων καὶ τούτοις προσφυῶς ἀποχρώμενος ἀκλονήτῳ φρονήματι καὶ ἀσυγχύτῳ
114 τῇ διανοίᾳ καὶ ἄλλον ἄλλοσε φεύγοντα προλαμβάνων, πάντα διέκρινε καἰ τὸν ἐχθρὸν καὶ τὸν φίλον. ἀλλὰ καί τις ἀνὴρ Καππαδόκης Γούλης τὸ ἐπώνυμον, εὔνους θεράπων τοῦμοῦ πατρός, τὴν χεῖρα γενναῖος, τὸν θυμὸν ἐς πολέμους ἀκάθεκτος, τὸν Βασιλάκιον θεασόμενος καὶ ἀκριβῶς ἐγνωκώς
παίει κατὰ τῆς κόρυθος. ἀλλὰ τὸ τοῦ Μενέλεω πρὸς τὸν Ἀλέξανδρον πέπονθε. τὸ γὰρ ξίφος αὐτοῦ τριχθά τε καὶ τετραχθὰ διατρυφθὲν ἐξέπεσε τῆς χειρός, τῆς λαβῆς καταλειφθείσης ἐν τῇ χειρὶ. ὃν ὁ στρατηγὸς θεασάμενος εὐθὺς διελοιδορεῖτο, ὅτι μὴ κατάσχοι τὸ φίφος καὶ ἄνανδρον ἀπεκάλει 115 τοῦτον. ἀλλ’ ὁ στρατιώτης τὴν καταλειφθεῖσαν τοῦ ξίφους λαβὴν παραδεικνύς, πραότερον ἐποίει τὸν μέγαν δοτῶν
τε ἦσαν ἅπαντες τὰ γινόμενα ὁρᾷν. ὁ δὲ Κομνηνοὸς ἐπὶ τὸ μήπω διασπασθὲν τῆς φάλαγγος ἴετο παίων τοὺς ἀντικαθισταμένους, καὶ ἀνθυποστρέφων αὖθις εἰς τοὺς ἰδίους, σπεύδων καὶ τὸ ἔτι συνιστάμενον τῆς τοῦ Βασιλακίου παραλῦσαι. 117 φάλαγγος καὶ διαπεμπόμενος εἰς τοὺς ὄπισθεν καὶ παρακελευόμενος
μὴ μέλλειν, ἀλλ’ ἕπεσθαι οἱ καὶ καταλαμβάνειν ταχύτερον. ἐν τοσούτῳ δὲ ἀνήρ τις Κελτὸς τῶν ἀμφὶ τὸν δομέστικον, ἱν ἐν βραχεῖ τὰ πάντα διηγήσωμαι, γενναῖος στρατιώτης καὶ Ἄρεως ὅλος ἔμπλεως, τὸν ἐμὸν πατέρα ἰδὼν μεσόθεν τῶν πολεμίων ἄρτι ἐξιόντα ἐσπασμένον τὸ ξίφος θερμὸν
ἀπὸ τοῦ αἵματος ἀναπέμπον ἀτμόν, καὶ τῶν πολεμίων νομίσας ἕνα, ἀθρόον αὐτῷ ἐμπεσὼν παίει τῷ δόρατι περὶ τὸ στέρνον, καὶ τάχα ἂν ἔξεδρον τὸν στρατηγὸν ἐπεποιήκει, εἰ μὴ αὐτὸς ἅμα τε πρὸς τὸ ἑδραιότερον ἑαυτὸν ἐφηδράσατο καὶ ὀνομαστὶ τοῦτον ἐκάλεσεν, ἀποκόψειν ἀπειλησάμενος 118
διά τοῦ ξίφους παραχρῆμα τὴν κεφαλήν. ὁ δὲ ἐπειδή πως 119 τὸν ἀγνοοῦντα προὐβάλλετο καὶ τὴν νύκτα καὶ τὸ συγκεχῦσθαι περὶ τὴν μάχην, μετὰ τῶν ζώντων ἠρίθμητο.
δομέστικος τὸ ἴδιον καταστήσας στράτευμα κατὰ τοῦ 121 Βασιλακίου αὖθις ἴετο. πόρρωθεν δέ τινας αὐτῶν οἱ τοῦ δομεστίκου θεασάμενοι καὶ κατ’ αὐτῶν σφοδρῶς ἐξορμήσαντες ἐτρέψαντο καί τινας αὐτῷ ζωγρίαν ἐπανεληλυθότες προσῆγον. ὁ δὲ τοῦ Βασιλακίου ἀδελφὸς Μανουὴλ ἐπὶ λόφου
τινὸς ἀνελθὼν ἐπερρώννυε τὸ στράτευμα μέγα φωνῶν ὧδε “τοῦ Βασιλακίου ἡ σήμερόν ἐστιν ἡμέρα καὶ νίκη." εἶς δέ τις Βασίλειος τὴν κλῆσιν Κουρτίκιος τὴν ἐπωνυμίαν, γνωστὸς καὶ συνήθης τοῦ Βρυεννίου ἐκείνου Νικηφόρου, περί οὗ ὁ λόγος ἐμνήσθη, καὶ τὰ εἰς πολέμους ἀκάθεκτος, προθέων
τῆς τοῦ Κομνηνοῦ παρατάξεως ἄνεισι πρὸς τὸν λόφον. ὁ δὲ 122 Βασιλάκιος Μανουὴλ τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος, ὅλας ἡνίας χαλάσας σφοδρῶς κατ’ αὐτοῦ ἵετο · ὁ δὲ Κουρτίκιος οὐ διὰ ξίφους, ἀλλὰ τὴν ἀπῃωρημένην τῇ ἐφεστρίδι ῥάβδον ἐφελκύσας, παίει τοῦτον κατὰ τοῦ κράνους καὶ παραχρῆμα
καταβάλλει τοῦ ἵππου καὶ δεσμώτην τοῦτον ἐπισυρόμενος καθάπερ τι λάφυρον τὠμῶ πατρὶ προσῆγεν. ἐν τοσούτῳ δὲ καὶ τὸν Κομνηνὸν μετὰ τῶν ἰδίων ἀναφανέντα ταγμάτων τὸ ἐκαὐτῶν
ἐδέξαντο, τῷ στρατηγῷ ἐπιζυγώσαντες παραχρῆμα τὰς πύλας. ἀλλ᾿ οὐδ᾿ ὣς ἀνῆκεν ὁ ἐμὸς πατήρ, οὐδ᾿ ἀπεδύσατο θώρακα, οὐδὲ τὸ κράνος ἀπέθετο, οὐδὲ τὴν ἀσπίδα τῶν 124 ὤμων παρεῖτο, οὐδὲ τὸ ξίφος ἀπέρριψεν, ἀλλὰ στρατοπεδεύσας ἠπείλει τειχομαχίας τῇ πόλει καὶ πόρθησιν ἄντικρυς. καὶ
ἐθέλων διασῶσαι τὸν ἄνδρα, διὰ τοῦ συνεφεπομένου αὐτῷ μοναχοῦ Ἰωαννικίου (ἀνὴρ δὲ οὗτος ἐπ’ ἀρετῇ διαβόητος) περὶ εἰρήνης πρὸς τὸν Βασιλάκιον ἠρώτα, ὥστε τὰς πίστεις λαβόντα μηδὲν δεινὸν πείσεσθαι, ἐγχειρίζειν αὐτῷ ἑαυτόν τε ὁμοῦ καὶ τὴν πόλιν. καὶ ὁ μὲν Βασιλάκιος ἀπειθὴς ἥν, οἱ
δὲ Θεσσαλονικεῖς δέει τοῦ μὴ ἁλῶναι τὴν πόλιν καἰ δεινόν τι παθεῖν, παρεχώρουν τῷ Κομνηνῷ τῆς εἰσόδου. ἀλλ’ ὁ Βασιλάκιος αἰσθόμενος τοῦ γινομένου ἀπὸ τοῦ πλήθους, ἔπι· τὴν ἀκρόπολιν μεταβαίνει καὶ ἀπὸ ταύτης εἰς ἐκείνην ἐφάλλεται. 125 καὶ οὐδ᾿ ὣς ἐπιλανθάνεται πολέμου καὶ μάχης, καίτοι τοῦ δομεστίκου πίστεις αὐτῷ διδόντος μηδέν τι παθεῖν ἀνήκεστον. ἀλλ᾿ ὡρᾶτο γε ὁ Βασιλάκιος καὶ ἐν τοῖς δεινοῖς καὶ έν οἶς ἐστενοχωρεῖτο λίαν ἀνήρ. οὐδὲ γὰρ ὑφεῖναί τι
τοῦ ἀνδρώδους καὶ τοῦ γενναίου ἠβούλετο, ἕως ἐκεῖθεν αὐτὸν
δὲ πρὸς τοῦ βασιλέως πεμφθέντες μεταξὺ Φιλίππων καὶ Ἀμφιπόλεως τὠμῷ πατρὶ συναντήσαντες, τὰς περὶ αὐτοῦ ἐγγράφους προστάξεις βασιλικὰς αὐτῷ ἐγχειρίσαντες, παραλαβόντες τὸν Βασιλάκιον περί τι χωρίον Χλεμπίναν καλού- 128 μενον ἀπαγαγόντες, ἐγγὺς τῆς ἐν αὐτῷ πηγῆς τοὺς ὀφθαλμοὺς
αὐτοῦ ἐξορύττουσιν· ἔξ οὖ καὶ μέχρι τῆς δεῦρο ἥ πηγὴ Βασιλακίου κέκληται. τοῦτο τρίτον ἆθλον πρό γε τῆς βασιλείας καθάπερ τινὶ Ἡρακλεῖ τῷ μεγάλῳ Ἀλεξίῳ γεγένητο. ἂν γάρ τις Ἐρυμάνθιον κάπρον τὸν Βασιλάκιον τοῦτον καλέσειεν, 129 Ἡρακλέα δέ τινα καθ’ ἡμᾶς γενναιότατον τὸν ἐμὴν πατέρα Ἀλέξιον, οὐκ ἂν ἁμάρτοιτο τῆς ἀληθείας. ταῦτα μὶν ἔστω πλεονεκτήματα καὶ πρὸ τοῦ θρόνου κατορθώματα τῷ Κομνηνῷ Ἀλεξίῳ, ὧν ἁπάντων γέρας ἀπέλαβε παρὰ τοῦ αὐτοκράτορος τὴν τοῦ σεβαστοῦ ἀξίαν, σεβαστὸς ἀναρρηθείς ἐκ μέσης συγκλήτου.
προειρημένους ἄνδρας ἐκείνους, λέγω δὴ Οὐρσελίους καὶ Βασιλακίους καὶ ὅσοι τὸ τυραννικὸν συνεπλήρουν πλῆθος πλῆθος, νῦν 131 δὲ ἔξωθέν τινας καὶ ἐπεισάκτους τυράννους τὰ τῆς τύχης ταύτῃ ἐπεισηγάγετο ἀπρόσμαχόν τι κακὸν καὶ ἀνίατον νόσημα, καθά γε καὶ τὸν ἐπὶ τυραννικῇ γνώμῃ διαβόητον Ῥομπέρτον
ἐκεῖνον τὸν ἀλαζόνα, ὂν Νορμανία μὲν ἤνεγκε ἤνεγκε, φαυλότης δὲ παντοδαπὴ καὶ ἐθρέψατο καὶ ἐμαίευσεν. ἡ δὲ Ῥωμαίων ἐχθρὸν τηλικοῦτον ἐφ’ ἑαυτῆς εἵλκυσε, πρόφασιν δεδωκυῖα τῶν ἀπ᾿ ἐκείνου πολέμων τοῖς πρὸς ἡμᾶς κῆδος ἑτερόφυλόν 132 τε κὼ βάρβαρον καἰ τὰ πρὸς ἡμᾶς ἀπροσάρμοστον,
μᾶλλον δὲ ἀπροσεξία τοῦ τότε κρατοῦντος Μιχαὴλ τοῦ τὰς τοῦ γένους σειρὰς πρὸς τοὺς Δούκας ἀνάπτοντος εἰ δὲ καὶ καθαπτοίμην τινὸς τῶν κὰν αἷμά μοι προσηκόντων, (καὶ γὰρ κἀμοὶ τὰ πρὸς μητρὸς ἐκεῖθεν καταρρεῖ,) νεμεσάτω μηδείς· τὴν τε γὰρ ἀλήθειαν ἐξ ἁπάντων προειλόμην ξυγγράφειν
καὶ ὅσον ἔπι τούτῳ τὰς ἐξ ἁπάντων μέμψεις ἀνεστειλάμην. ἐκεῖνος γὰρ ὁ εἰρημένος αὐτοκράτωρ ὁ Δούκας Μιχαὴλ τὴν τοῦ βαρβάρου τούτου θυγατέρα εἰς τὸν ἑαυτοῦ υἱὸν κατηγγυήσατο Κωνσταντῖνον, κἀντεῦθεν ἀνερράγη τὰ τῶν πολε-
ἐμὰς συμφορὰς μικρὸν μετὰ τὴν τοῦ κήδους τούτου διήγησιν καὶ τὴν ἧτταν τῆς βαρβαρικῆς ἁπάσης δυνάμεως καὶ τὴν ἀπώλειαν τῶν Νορμανόθεν τυράννων, οὓς ἐξ ἀλογίας κὰτ 135 τῆς τῶν Ῥωμαίων ἐθρέψατο. ἀλλὰ πρότερον δεῖ ἄνωθέν που 136 τὸν λόγον ἀναγαγοῦσαν τὰ περὶ τοῦ Ῥομπέρτου τούτου διηγήσασθαι,
ὅπως τε εἶχε γένους καὶ τύχης, καὶ εἰς οἶον κρά- τος καἰ ὕψος ἡ φορὰ τῶν πραγμάτων τοῦτον ἀνήνεγκε, μῆλλον δέ, ἴν’ εὐσεβέστερον φαίην, οὗ παρεχώρησε τοῦτον ἡ πρόνοια προελθεῖν, ἐνδοῦσα πρὸς τὰς ἐκείνου κακοτρόπους ὁρμάς τε καὶ μηχανάς. ὁ δὲ Ῥομπέρτος οὗτος Νορμάνος τὸ
γένος, τὴν τύχην ἄσημος, τὴν γνώμην τυραννικός, τὴν ψυχήν πανουργότατος, τὴν χεῖρα γενναῖος, ἐπιθέσθαι μὲν δεινότατος 137 πλούτῳ καὶ περιουσίᾳ μεγάλων ἀνδρῶν, καταπρᾶξαι δὲ ἀφυκτότατος, ἐς τὸ ἀναντίρρητον τὰ τοῦ σκοποῦ περιάγων. τὰ δὲ τοῦ σώματος τοσοῦτος εἰς μέγεθος, ὡς καὶ τῶν μεγίστων
ὑπερανέχειν, πυρσὸς τὸ χρῶμα, τὴν κόμην ξανθός, τοὺς ὤμους εὐρύς, τοὺς ὀφθαλμοὺς ἀλλὰ πῦρ ἀπ’ αἰτῶν μονονουχὶ ἀπεσπινθηρίζετο, καὶ ὅπου μὲν ἴδει διοργανῶσαι τὴν
σεν, ὡς ἅν φωνήσαντος ἐκείνου, φαντασίαν ἐσχήκεσαν οἱ ἀκούοντες πολλῶν θορυβούντων, τούτου δὲ τοῦ ἀνδρός, ὥς φασι, τὸ ἐμβόημα πολλὰς ἐτρέπετο μυριάδας. οὕτως ἔχων ὢ τύχης καὶ φύσεως κὼ ψυχῆς, ἀδούλωτος ἦν ὡς εἰκός, μηδενὶ τῶν ἁπάντων ὑποταττόμενος. τοιαῦται γὰρ αἱ μεγάλαι
φύσεις, ὥς φασι, κἀν τύχης ὦσιν ἀφαυροτέρας.
Λογγιβαρδίας διέτριβε, χειρὸς λῃστρικῆς κατάρχων καὶ τοῖς ὁδίταις ἐπιτιθέμενος, ὅπου μὲν ἵππους, ὅπου δὲ καὶ πράγματα ἄλλ᾿ ἄττα καὶ ὅπλα προσεπικτώμενος. καὶ τὰ προοιμίῳ τοῦ βίου τούτῳ αἱμάτων ἦσαν ἐκχύσεις καὶ ἀνδροφονίαι πολλαί. χρονοτριβῶν δὲ ἐν τοῖς μέρεσι τῆς Λογγιβαρδίας,
οὐκ ἔλαθε Γελίελμον τὸν Μασκαβέλην, ὃς κατ’ ἐκεῖνο καιροῦ μέρους μεγίστου τῶν παρακειμένων τῇ Λογγιβαρδίᾳ ἡγεμὼν ἐτύγχανεν ὤν· ὅθεν τὰς εἰσόδους δαψιλεῖς ἂν ἔτος ἐλάμβανεν, κἀντεῦθεν δυνάμεις ἱκανὰς ἐπαγόμενος ἐπιφανὴς
ηὐτύχησεν. καὶ γὰρ καὶ πόλιν καθαπερεί τι ἕδνον αὐτῷ ἐδεδώκει καἰ ἀλλ’ ἄττα προσεπεφιλοτιμήσατο. ὁ δὲ περὶ αὐτὸν δύσνους γενόμενος καὶ ἐπανάστασιν κατ’ αὐτοῦ μελετήσας, τὰ μὲν πρῶτα τὸν εὔνουν ὑπεκρίνετο καὶ τὰς δυνάμεις 143 μεις προσετίθει τριπλασιάσας μὲν τοὺς ἱππεῖς, εἰς δὲ διπλασίους
τοὺς πεζοὺς ποιησάμενος. καὶ τοὐντεῦθεν ὑπέρρει τὰ τῆς εὐνοίας καὶ κατὰ μικρὸν παρεγυμνοῦτο ἡ κακοήθεια. καὶ 144 οὐ διελίμπανε προφάσεις καθεκάστην σκανδάλων διδοὺς καὶ λαμβάνων καὶ τρόπους συνεχεῖς μηχανώμενος, ἀφ᾿ ὧν ἔριδές τε καί μάχαι καὶ πόλεμοι εἰώθασι τίκτεσθαι. ἐπεὶ δὲ ὁ
ῥηθεὶς Γελίελμος ὁ Μασκαβέλης πλούτῳ καὶ δυνάμει κατὰ πολὺ διέφερεν αὐτοῦ ἀπογνοὺς ὁ Ῥομπέρτος τὴν κατὰ πρόσωπον πρὸς αὐτὸν μάχην, βουλὴν βουλεύεται πονηράν. καί 145 προβάλλεται μὲν τὴν εὔνοιαν καὶ τὸ μεταμέλον πλάττεται, καὶ ὐπορύττει δόλον αὐτῷ δεινὸν καὶ δυσφώρατον, τάς τε πόλεις
αὐτοῦ κατασχεῖν καὶ κύριος γενέσθαι τῶν προσόντων ἁπάντων τῷ Μασκαβέλῃ. καὶ πρῶτα μὲν τὰ πρὸς εἰρήνην ἐπερωτᾷ καὶ συνελθεῖν εἰς λόγους αὐτοπροσώπως διαπρεσβεύεται, ὁ
δὲ ἦσαν δύο ἔξ ἴσου τῆς πεδιάδος ἒξυπανέχουσαι κάτα διάμετρον τὴν θέσιν λαχοῦσαι, τὸ δὲ μεταξὺ τούτων ἑλῶδες ἦν καὶ κατάσκιον δένδροις παντοδαποῖς καἰ φυτοῖς. ἔνθα κω λόχον ἐστήσατο ὁ δεινὸς ἐκεῖνος Ῥομπέρτος τέσσαρας ἄνδρας 147 ἐνόπλους γενναιοτάτους, παρεγγυησάμενος πανταχόσε
παπταίνειν τὰ ὄμματα· ἐπειδὰν δὲ ἴδοιεν αὐτὸν μέτα τοῦ Γελιέλμου συμπλεκόμενον, εὐθὺς πρὸς ἐκεῖνον ἀναδραμεῖν ἀναδραμεῖν, μηδὲν τὸ παράπαν μελήσαντας. ταῦτ’ οὖν προκατασκευάσας ὁ κακουργότατος ἐκεῖνος Ῥομπέρτος, τὴν μὲν τῶν ἀκρολοφιῶν εἰς τὴν μετὰ τοῦ Μασκαβέλη ὁμιλίαν χρησιμεύουσαν κατέλιπε,
φθάσας ταύτην ὑποδεῖξαι αὐτῷ, θατέραν δὲ οἶον ἰδιοποιησάμενος, πεντεκαίδεκα ἱππέας καὶ πεζοὺς ὡσεὶ ἲξ καὶ πεντήκοντα μεθ’ ἑαυτοῦ συλλαβόμενος, ἀνελθὼν ἐν αὐτῇ συνέταξε, τὴν βουλὴν πᾶσαν τοῖς ἀξιολογωτέροις τούτων ἐξορχησάμενος, καί ἑνὶ τούτων παραγγείλας τὰ αὑτοῦ ὅπλα βαστάζειν, 148
ἀσπίδα καὶ κρόνος καὶ ἀκινάκην, ὡς ῥᾳδίως διὰ τούτων ἐξοπλισθείη, καὶ· τοῖς λοχῶσι τέσσαρσιν ἐπισκήψας, ἵν’ ὁμηνίκα τῷ Μασκαβέλῃ συμπλακέντα τοῦτον θεάσοιντο,
μάλα εὐθύμως. ἔστησαν οὖν ἄμφω εἰς τὸ πρανὲς μικρὸν τῆς ἀκρολοφίας ὑποκλίναντες, ὁμιλοῦντες ἅττα καὶ ἔμελλον 150 ποιεῖν. ὁ δὲ δεινὸς ἐκεῖνος Ῥομπέρτος λόγους ἐκ λόγων συνείρων ἔτριβε τὸν καιρόν, εἶτα φησι πρὸς τὸν Γελίελμον “ἵνα τί τοῖς ἵπποις ἐποχούμενοι κοπιῶμεν; ἀποβάντες καθεδούμεθα
εἰς τοὔδαφος καὶ ἀφροντίστως περὶ ὧν χρὴ ὁμιλήσομεν." πείθεται ὁ Μασκαβέλης νήπιος ἀγνοήσας τὸν δόλον καὶ οὗ κακοῦ φέρεται, καὶ ἀποβαίνοντα τὸν Ῥομπέρτον τοῦ ἵππου θεασάμενος, πεζὸς καὶ αὐτὸς τηνικαῦτα εἰστήκει καἰ τῇ γῇ τὸν ἀγκῶνα διερεισάμενος αὖθις λόγων κατήρχετο. ὁ
δὲ Ῥομπέρτος δουλείαν ὡμολόγει τοῦ λοιποῦ τῷ Μασκαβέλῃ καὶ πίστιν, εὐεργέτην αὐτὸν καὶ· κύριον ὀνομάζων. θεασάμενοι 151 δὲ τούτους οἱ τοῦ Μασκαβέλη τῶν ἵππων καὶ λόγων ἄλλων ὥσπερ καταρχομένους, καμόντες ἀπό τε τοῦ καύσωνος ἀπό τε τοῦ δεηθῆναι καὶ τροφῆς καὶ ποτοῦ,
ὥρα γὰρ θέρους ἦν, ὁπηνίκα τὰς ἀκτῖνας ὁ ἥλιος κατὰ κορυφὴν εἴωθε βάλλειν,) καὶ τῆς ἀλέας ἀφορήτου γινομένης, οἱ μὲν τῶν ἵππων ἀποβαίνοντες τοὺς χαλινοὺς περὶ τοὺς
ἀθρόον ἐπιφύεται τῷ Μασκαβέλῃ, καὶ τὸ ἥμερον ἀφεὶς βλέμμα πρὸς τὸ ὀργιλώτερον μεταβάλλεται, καὶ φόνιον αὐτῷ ἐπιβάλλει τὴν χεῖρα. καὶ συμπλακεὶς ἀντισυνεπλέκετό τε καὶ 154 εἱλκε καὶ εἵλκετο, καὶ ἐκυλίοντο ἄμφω κατὰ τοῦ πρανοῦς. δήσαντες δὲ οἱ λοχῶντες ἀνέτρεχον ἐκεῖνοι ἄνδρες θεασάμενοι, ἀναδύντες τοῦ ἕλους ἐπέδραμον ἤδη τῷ Γελιέλμῳ, καὶ· ξυνδήσαντες
ἁπανταχόθεν ἀνέτρεχον ὡς πρὸς τοὺς εἰς τὴν ἑτέραν ἀκρώρειαν ἱσταμένους ἱππεῖς τοῦ Ῥομπέρτου, ἤδη καὶ αὐτῶν ὑποκαλταζόντων κατὰ τοῦ πρανοῦς πρὸς αὐτούς· ὄπισθεν δὲ ἐδίωκον οἱ τοῦ Γελιέλμου. ὁ δέ γε Ῥομπέρτος
ἐπιβὰς τοῦ ἵππου, κράνος τε καὶ δόρυ λαβὼν καὶ γοργῶς ἐναγκαλισάμενος καὶ ἀσπίδι περιφράξας ἑαυτὸν, ἐπιστραφεὶς 155 πλήττει ἔνα τῶν τοῦ Γελιέλμου διὰ δόρατος, ὁ δ’ ἅμα τῇ πληγῇ καὶ τὴν ψυχὴν συναφῄρητο. έν τοσούτῳ τὴν φορὰν τῶν ἀμφὶ τὸν πενθερὸν ἱππέων ἀναχαιτίσας καὶ τὴν ἀπὸ
τούτων βοήθειαν ἀνακόψας, οἱ δέ γε λοιποὶ τοὺς ὑπὲρ κεφαλῆς αὐτῶν καταβαίνοντας ἱππότας τοῦ Ῥομπέρτου ὡς καὶ ἀπὸ τοῦ τόπου βοηθουμένους θεασάμενοι, παραχρῆμα τὰ νῶτα διδόασιν,) οὕτω γοῦν τὴν φορὰν τῶν τοῦ Μασκαβέλη
157 τὴν ὠμότητα τοῦ Ῥομπέρτου διηγήσασθαι. ἐπειδὴ γὰρ ἅπαξ ἐγκρατὴς ἐγεγόνει τοῦ Μασκαβέλη, τὰ πρῶτα μὲν τῶν ὀδόντων ἁπάντων ἀποστερεῖ, ἐφ’ ἑκάστῳ τούτων προσαπαιτῶν πολυτάλαντον ὁλκὴν νομισμάτων καὶ πυνθανόμενος, οὖ ταῦτα ἐναπέθετο. ἔπει δὲ οὐκ ἔληγεν ἀπαράσσων ἴστ’ ἂν ἅπαντα
ἔλαβε, καὶ ἅμα οἱ τε ὀδόντες ἐξέλιπον καὶ τὰ χρήματα, ἐπὶ τοὺς ὀφθαλμοὺς Γελιέλμου ἐπιβάλλει τοὺς ὀφθαλμοὺς ὁ Ῥομπέρτος, καὶ φθονήσας τούτῳ τῶν ὄψεων ἀποστερεῖ τῶν ὀμμάτων.
ἐντεῦθεν ὁσημέραι, καὶ εἰς τὸ τυραννικώτερον ἀποκλίνων ταῖς Β πόλεσί τε προσετίθετο πόλεις καἰ τοῖς χρήμασι χρήματα. καἰ ἐν βραχεῖ πρὸς τὴν δουκικὴν περιωπὴν ἀναβεβηκώς, δοὺξ Λογγιβαρδίας ἁπάσης ὠνομάζετο. ἐντεῦθεν οὖν ἅπαντες πρὸς τὸν κατ’ αὐτοῦ φθόνον ἠρεθίζοντο. ὁ δὲ φρενήρης ὢν ἀνὴρ
ὅπου μὶν θωπείαις χρησάμενος πρὸς τοὺς ἀντικαθισταμένους αὐτῷ, ὅπου δὲ καὶ δωρήμασι, τοὺς μεταξὺ τοῦ πλήθους, θορύβους ἐξωμαλίσατο καὶ τὸν κὰτ αὐτοῦ φθόνον τῶν μεγιστάνων εὐμηχάνως κατέστειλεν, ἔστι δ’ οὖ καὶ ὅπλοις χει-
χαὴλ συμπενθερίας ἐπιδραξάμενος, τὸν πρὸς Ῥωμαίους ἐνερρίπισε πόλεμον. ἔφθημεν γὰρ εἰρηκότες, ὅτι Μιχαὴλ ὁ αὐτοκράτωρ οὐκ οἶδ᾿ ὅπως τὴν τοῦ τυράννου τούτου θυγατέρα Ἑλένη δὲ αὕτη προσηγορεύετο) τῷ υἱῷ Κωνσταντίνῳ κατηγγυήσατο. πάλιν δὲ μεμνημέν τοῦ νεανίσκου τούτου, παθαίνομαι
τήν τε ψυχὴν καὶ τοὺς λογισμοὺς συγχέομαι· ἀνακόπτομαι δὲ τὴν ἀμφὶ τοῦτον διήγησιν, φυλάττουσα πάντα καιρῷ τῷ προσήκοντι. τοῦτο δὲ μόνον οὐχ ὑπομένω μὴ λέγειν, 160 κἀν ἔξω τοῦ καιροῦ λέγοιμι, ὡς ἄγαλμα φύσεως ἦν ὁ νεανίας ἐκεῖνος καὶ θεοῦ χειρῶν ὡς ὄντως εἰπεῖν, φιλοτί- 161 μημα. εἰ γὰρ καὶ· μόνον ἐθεάσατό τις αὐτόν, εἶπεν ἂν ὡς τοῦ παρ’ Ἕλλησι μυθευομένου χρυσοῦ γένους ἀπορροή· οὕτως ἀμήχανον εἶχε τὸ κάλλος. ἐγὼ δὲ μετὰ τοσούτους ἐνιαυτοὺς μεμνημένη τοῦ νεανίου τούτου, δακρύων ἐμπίπλαμαι· ἐπέχω δὲ ὅμως τὸ δάκρυον καὶ ταμιεύω πρὸς τοὺς ἐπικαίρους
τῶν τόπων, ἵνα μὴ τὰς μονῳδίας τῶν ἐμῶν ἀναμιγνῦσα ταῖς ἱστορικαῖς διηγήσεσι τὴν ἱστορίαν συγχέοιμι. οὗτος γὰρ ὁ νεάνισκος, περὶ οὖ κἀνταῦθα κὼ ἀλλαχόσε εἰρή-
ἐπιβῆναι τὸν βασιλέα Νικηφόρον τὸν Βοτανειάτην. ἀλλ’ ἐξετραπόμην τοῦ λόγου, ἐπανελεύσομαι δ᾿ αὖθις ἀφ᾿ οὗπερ ἐξετραπόμην. ὁ γάρ τοι Ῥομπέρτος ἐκεῖνος ἐξ ἀφανοῦς πάνυ τύχης περιφανὴς γεγονὼς καὶ πολλὴν δύναμιν ἀθροίσας πέρι αὑτόν, 164 ἐπεβάλλετο καὶ Ῥωμαίων αὐτοκράτωρ γενέσθαι. καὶ προφάσεις
εὐλόγους δῆθεν ἐπλάττετο τῆς πρὸς Ῥωμαίους δυσμενείας καὶ τῶν πολέμων. διττὸς δὲ ἐντεῦθεν φέρεται ὁ λόγος. ὁ μὲν γὰρ φημίζεταί τε καὶ διαρρεῖ καὶ μέχρι τῆς ἡμετέρᾳ ἀκοῆς ἔφθασεν, ὅτι τις μοναχὸς Ῥαίκτωρ ὀνομαζόμενος ὑπεκρίθη τὸν βασιλέα Μιχαὴλ καὶ πρὸς τὸν Ῥομπέρτον τοῦτον
καὶ συμπένθερον αὐτομολήσας τὰς οἰκείας συμφορὰς ὠλοφύρετο. οὗτος γὰρ μετὰ τὸν Διογένην τῶν σκήπτρων Ῥωμαίων ἐπειλημμένος καὶ βραχύν τινα χρόνον διαπρέψας τὴν βασιλείαν, παρελύθη μὲν τῆς ἀρχῆς ὑπὸ τοῦ Βοτανειάτου ἐπα- 165 ναστάντος αὐτῷ, τὸν δὲ τῶν μοναχῶν ὑπέδυ βίον, μετὰ δὲ
ταῦτα τὸν ἀρχιερατικὸν ποδήρη καὶ τὴν κίδαριν ἠμφιέσατο, εἰ βούλει δέ, καὶ τὴν ἐπωμίδα. τοῦτο δὲ συνεβούλευσεν ὁ καῖσαρ Ἰωάννης ὁ πρὸς πατρὸς αὐτῷ θεῖος, τὸ κοῦφον εἰδὼς
ἀδικίας ἐκτραγῳδεῖ, ὡς καθαιρεθείη μὲν τῶν βασιλικῶν θρόνων, καὶ εἰς ὅπερ νῦν σχῆμα τοῦτον ὁρᾷ περιελθεῖν. καὶ 167 διὰ τούτων πάντων εἰς ἄμυναν ἐξεκαλεῖτο τὸν βάρβαρον. τὴν γὰρ καλήν φησι μείρακα τὴν αἰτοῦ νύμφην Ἑλένην ἀπερίστατον καταλεῖψαι καὶ χήραν ἄντικρυς τοῦ νυμφίου. τὸν
γὰρ υἱὸν Κωνσταντῖνον καὶ τὴν βασιλίδα Μαρίαν προσρυῆναι τῷ Βοτανειάτῃ καἰ ἄκοντας δία τὴν τυραννίδα ἐβόα. ταῦτα λέγων παρώξυνέ τε τὸν θυμὸν τοῦ βαρβάρου καἰ πρὸς πόλεμον κατὰ Ῥωμαίων ἐξώπλιζε. τοιοῦτος μὲν λόγος περιρρεῖ 168 μου τὰς ἀκοὰς καὶ οὐκ ἰχῶ γε διὰ θαύματος, εἴ τινες ἀδοξότατοί
τινας τῶν ἐπὶ δόξης κω γένους εὐγενοῦς ὑποκρίνονται. 169 ἕτερος δέ με περιβομβεῖ πιθανώτερος λόγος ἑτέρωθεν φημιζόμενος, ὡς οὔτε μοναχός τις τὸν βασιλέα Μιχαὴλ ὑπεκρίνατο, οὔτε τοιοῦτόντι τὸν Ῥομπέρτον πρὸς τὸν κατὰ Ῥωμαίων ἐκίνησε πόλεμον, ἀλλ’ αὐτὸς ὁ βάρβαρος πολυτροπώτατος
ὢν τὰ τοιαῦτα ῥᾳδίως ἐπλάττετο. ἔχει γὰρ ὧδε τὰ ἐφεξῆς. αὐτὸς μέν, ὥς φασιν, ὁ Ῥομπέ ρτος ῥᾳδιουργότατος
τῆς τοιαύτης ὁρμῆς· βουλόμενος δὲ πιθανὴν τὴν πρόφασιν τοῦ πολέμου ποιήσασθαι , πέμπει τινὰς ἄνδρας εἰς Κοιρώνην τὰ ἀπόρρητα καταπιστεύσας αὐτοῖς τῶν βεβουλευμένων καὶ ἐπισκήπτει τοιαῦτα· ὡσ εἴ τινα μοναχὸν εὕροιεν βουλόμενον ἐκεῖθεν ἐνθάδε διαπερᾶσαι εἰς προσκύνησιν τοῦ
νεὼ τῶν κορυφαίων καὶ πολιούχων τῆς Ῥώμης ἀποστόλων, ἐξ αὐτῆς ὄψεως μὴ πάνυ τὸ δυσγενὲς ἐμφαίνοντα, τοῦτον ἀσμένως ἐναγκαλίσασθαι καὶ οἰκειωσαμένους πρὸς αὐτὸν 172 ἀγαγεῖν. ἔπει δὲ τὸν προειρημένον ἐφεῦρον Ῥαίκτωρα, ἄνδρα ποίκιλον τε καὶ πρὸς πανουργίαν ἀπαράμιλλον, δηλοῦσι
τῷ Ῥομπέρτῳ διὰ γραμμάτων κατὰ τὸ Σαλερηνὸν ἐνδιατρίωβοτι, ὅτι περ “ὁ σὸς κηδεστὴς Μιχαὴλ ὁ τῆς βασιλείας ἐξεωθεὶς κατέλαβε τὴν ἀπὸ σοῦ ἐξαιτούμενος βοήθειαν." οὕτω γὰρ αὐτοῖς ὁ Ῥομπέρτος ὑπέθετο τὰς πρὸς αὐτὸν ἐκθεῖναι γραφὰς. ὁ δὲ έν χερσὶ ταύτας λαβών, παρευθὺς μὲν τῇ
ὁμευνέτιδι ὑπαναγινώσκει, εἶτα συναγαγὼν τοὺς κόμητας ἅπαντας, ὑποδείκνυσι καἰ τούτοις τὰ γράμματα , ὡς μηκέτι 173 κωλὸν: πὰρ αὐτῶν, εὐλόγου τάχα αἰτίας δραξάμενος.
τῶν θρόνων, ὡς τὴν γυναῖκα καὶ τὸν παῖδα καὶ τἆλλα πάντα πρὸς τοῦ Βοτανειάτου ἀφαιρεθείη τυράννου καὶ ὡς τοῦτον ἀδίκως καὶ παρὰ πάντα δίκαιον λόγον τῆς ταινίας τε καὶ τοῦ διαδήματος τὸ μοναχικὸν περιέθεντο σχῆμα , καὶ “νῦν ἱκέτης ἡκέ" φησι “πρὸς ἡμῶς." ταῦτα εἰς μέσους ἐδημηγόρει
ὁ Ῥομπέρτος, τήν τε βασίλειαν αὐτῷ διὰ τὸ κῆδος ἐπανασωθῆναι πρεσβεύων καἰ ἀξιῶν ἐκάστης ἡμέρας τὸν μοναχὸν 175 ἐκεῖνον , ὡς δῆθεν τὸν βασιλέα Μιχαήλ, καἰ προεδρίας νᾶι θρόνων ὑψηλοτέρων καὶ τιμῆς ὑπερβαλλούσης, καὶ ἄλλοτε ἄλλως τὰς δημηγορίας πλαττόμενος, νῦν μὲν ἐλεεινολογούμενος,
οἶα πέπονθεν ἐπὶ θυγατρί, νῦν δὲ τοῦ συμπαενθέρου φειδόμενος ἐφ’ οἷστισι κακοῖς περιπέπτωκεν, νῦν δὲ προσπαροξύνων τε καὶ διεγείρων πρὸς πόλεμον τὸ πέρι αὐτὸν βάρβαρον, πικίλως ἐπαγγελλόμενος τούτοις χρυσοῦ θημῶνας, οὓς ἐκ τῆς Ῥωμαίων ἔχειν τούτοις κατεπηγγέλλετο. ἐντεῦθεν 176 πάντας ἐλκυσάμενος τῆς ῥινὸς καὶ
πλουσιωτέρους καὶ πενεστέρους, 177 ἀπάρας τῆς Λογγιβαρδίας, μᾶλλον δὲ πᾶσαν αὐτὴν ἑλκυσάμενος, καταλαμβάνει τὴν Σάλερνον μητρόπολιν οὖσαν Μέλφης, ἐν ᾑ τὰ κατὰ τὰς ἄλλας θυγατέρας αὐτοῦ πάντα
179 δὲ τὴν μὲν Ῥαϊμούντῳ τῷ υἱῷ κόμητος Βραχενῶνος κατηγγυήσατο, τὴν ἑτέραν δὲ συνέζευξε τῷ Εὐβούλῳ ἐπιφανεστάτῳ καὶ τούτῳ κόμητι. οὐδὲ ταῦτα τὰ συναλλάγματα πρὸς τὸ ἀσύμφορον ἑώρα Ῥομπέρτῳ· ἀλλὰ πανταχόθεν γὰρ συνεκε- κρότητο καὶ συνηθροίζετο ἑαυτῷ δύναμιν , ἐκ γένους, ἐκ τυραννίδος,
ἐξ ἀγχιστείας , ἐξ ἄλλων τρόπων παντοδαπῶν. ὦν ἂν τις οὐδὲ ἐπινοήσαιτο.
180 ἀρχηγοὺς ἀναχαιτίζεσθαι τῆς πρὸς τοῦτον φορᾶς σφόδρα τῆς τῶν πραγμάτων εὐροίας τῷ βαρβάρῳ λογίζομαι ἁπανταχόθεν τῆς τύχης αὐτῷ συνεργούρης καὶ ἐπαιρούσης εἰς τυραννίδα καὶ πὰν τὸ ἐπωφελὲς περαιουμένης. ὁ γάρ τοι πἀπας τῆς Ῥώμης (γενναία δὲ αὕτη ἀρχὴ καὶ στρατεύμασι
παντοδαποῖς περιφραττομένη ) μετὰ τοῦ ῥῆγός Ἀλαμανίας Ἐενρίχου διαφορὰν ἐσχηκώς, ἐβούλετο πρὸς συμμαχίαν ἑλκῦσαι 181 σᾶι Ῥομπέρτον ἤδη περιφανέστατον γεγονότα καὶ πρὸς με-
καὶ τοιούτων ἐγκλημάτων ἐδίωκεν. ὁ δέ γε ῥἤξ Ἀλαμανίας τυραννίδος τὸν πάπαν ἐγράφετο , ὡς ἄτερ γνώμης αὐτοῦ τὸν ἀποστολικὸν ἐξαρπάσοι θρόνον. καί που καὶ ἀπηναισχυντήκει πρὸς τοῦτον κὼ ἰταμωτέροις ἐχρήσατο λόγοις, ὡς εἰ μὴ ἐκσταίη τῆς αὐθαιρέτου προεδρίας, μεθ’
ὕβρεως ἐκεῖθεν ἀπελαθήσεται. τούτων οὖν ἀκούσας ὁ πάπας 183 τῶν λόγων , κατὰ τῶν πρέσβεων εὐθὺς ἐμεμήνει, καὶ αἰκισάμενος πρότερον ἀπανθρώπως, εἰτα καἰ κείρας τὰς κεφαλὰς καὶ ἐῖκείρας τοὺς πώγωνας, τὰς μὲν ψαλίσι ξυρῷ δὲ τοὺς πώγωνας, καὶ ἄλλο τι προσεργεασάμενος προεδρίας, καὶ
βαρβαρικὴν ὕβριν ὑπερελαῦνον, ἀφῆκεν· εἶπον ἂν καὶ τὴν ὕβριν, εἰ μή με κὼ γυναικεία καὶ βασιλικὴ ἐπεῖχεν αἰδώς. ἐκεῖνο γὰρ οὐχ ὅπως ἀνάξιον ἀρχιερέως τὸ παρ’ ἐκείνου πρα- χθέν, ἀλλ’ οὐδ’ ὅλως ἀνθρώπου Χριστιανικὸν ἐπιφερομένου 184 τοὔνομα , καὶ ἐβδελυξάμην καὶ τὸ ἐνθύμημα τοῦ βαρβάρου, 185
μήτοι γε τοὖργον , ἔπει καὶ τὸν γραφέα κάλαμον καί τὸν χάρτην ἐμόλυνα ἄν, εἰ τὸ πραχθὲν κατὰ μέρος διεξῄειν. ἀλλ’ εἰς παράστασιν καὶ βαρβαρικῆς ὕβρεως καὶ ὅτι ὁ χρόδωρήματα
ὥσπερ οὖν καὶ οἱ Λατῖνοι λέγουσί τε καὶ οἴονται· ἔστι γὰρ 187 καὶ τοῦτο τῆς ἀλαζονείας αὐτῶν. μεταπεπτωκότων γὰρ τῶν σκήπτρων ἐκεῖθεν ἐνθάδε εἰς τὴν ἡμεδαπήν τε καὶ ἡμετέραν βασιλίδα πόλιν καὶ δὴ καὶ τῆς συγκλήτου καὶ ἅμα πάσης τῆς τάξεως , μεταπέπτωκε καὶ ἡ τῶν θρόνων ἄρχιερατικὴ
τάξις. καὶ δεδώκασιν οἱ ἀνέκαθεν βασιλεῖς τὰ πρεσβεῖα τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως, καὶ μάλιστα ἡ ἐν Χαλκηδόνι σύνοδος εἰς περιωπὴν πρωτίστην τὸν Κωνσταντινουπόλεως ἀναβιβασαμένη, τὰς ἀνὰ τὴν οἰκουμένην διοικήσεις ἀπάσας ὑπὸ τοῦτον ἐτάξατο. μήποτε οὖν ἡ τοιαύτη πρὸς τούς
188 πρέσβεας ὕβρις ἀνεφέρετο πρὸς τὸν πεπομφότα οὖσα , οὐ μόνον ὅτι τούτους ἐκόλασεν , ἀλλ’ ὅτι καὶ καινὴν τινα τὴν εἰς αὐτοὺς γενομένην ὕβριν αὐτὸς πρῶτος ἐξεύρατο. ᾐνίττετο γὰρ δι’ ὧν ἐποίει τὸ τοῦ ῥῆγός, ὡς οἶμαι , εὐκαταφρόντητον, ὥσπερ τις ἡμίθεος ἡμιόνῳ διαλεγόμενος διὰ τῶν καθυβρισμένων
τουτωνὶ πρέσβεων. ὁ μὲν οὖν πάπας ἐπειδὴ ταῦτα
οὐδὲ πρότερον φιλίως διακείμενος πρὸς αὐτόν. πυθόμενος 190 γὰρ τὸν δοῦκα Ῥομπέρτον κατειληφότα τὴν Σάλερνον, ἀπάρας ἐκεῖνος τῆς Ῥώμης εἰς Βενεβενδὸν παραγίνεται. καὶ διὰ πρέσβεων πρὸς ἀλλήλους διαλεχθέντες, εἰν οὕτως κὼ αὐτοπροσώπως ἐντετυχηκότες ἀλλήλοις · καὶ γὰρ ὁ μὲν τῆς Βενεβενδοῦ
μετὰ τοῦ οἰκείου ξυντάγματος, ὁ δὲ τῆς Σαλέρνου μετὰ στρατιᾶς ἔξιόντες, κᾆθ’ οὕτως τῶν στρατευμάτων γεγονόων ἐκ διαστήματος ἱκανοῦ , ἑκάτερος τοῦ οἰκείου τάγματος ἀποστάς, συνηλθέτην τε τὼ ἄνδρε καὶ πίστεις παρ’ ἀλλήλων καὶ ὅρκους λαβόντες ὑπέστρεψαν. οἱ δὲ ὅρκοι, ἕν ὁ μὲν
πάπας τήν τε τοῦ ῥηγὸς ἄξίαν περιθείη αὐτῷ καὶ συμμαχίαν 191 δοιή καιροῦ καλοῦντος κατὰ Ῥωμαίων· ὁ δὲ δοὺξ ἀνδορκίζετο τῷ πάπᾳ προσβοηθεῖν ὅποι βούλοιτο. μάταια δ’ ἄρα ἦσαν τὰ τῶν ὅρκων παρ’ ἀμφοτέρων τελούμενα. ὅ τε γὰρ πάπας κατὰ τοῦ ῥηγὸς εὖ μάλα παρώξυντο καὶ ὁ πρὸς ἐκεῖνον
πόνος κατήπειγεν, ὅ τε δοὺκ Ῥομπέρτος τῇ Ῥωμαίων ἐπωφθαλμία καὶ ὡσπερ τις κάπρος ἄγριος τοὺς ὀδόντας κάτα τούτων ἐτετρίγει τε καὶ τὸν θυμὸν ἔθηγεν, ὥστε μέχρι λόγων οἱ ὅρκοι τούτων. καὶ ὀμνύντες αὐτίκα τὸ πρὸς ἀλλήλους οἰ
καὶ εὐαγγελικῆς εἰρήνης ἰπὶ τὸν πόλεμον ὁ δεσπότης ἐχώρει ὅλῃ γνώμῃ καὶ ὅλαις χερσὶ τὸν ἐμφύλιον, ὁ εἰρηνικὸς ταῦτα καἰ τοῦ εἰμηνικοῦ μαθητής. τοὺς γὰρ Σάξονας αὐτίκα καὶ τοὺς Σαξόνων ἡγεμόνας Λαντοῦλφόν τε καὶ Οὐέλκον 195 μεταπεμψάμενος καὶ πολλὰ μὲν καὶ ἄλλα ἐν ὑποσχέσεσιν
ὑποτείνας καὶ ῥῆγας ποιήσειν τῆς ἑσπέρας ἁπάσης ἐπαγγειλάμενος, εἰς ἑαυτὸν ὑποσύρει τοὺς ἄνδρας. οὕτως ἑκεῖνος εὔκολον εἶχε τὴν δεξιὰν εἰς χειροθεσίαν ῥηγῶν, τοῦ πω. λοῦ παρακούων, ὡς ἔοικε, “χεῖρας ταχέως μηδενὶ ἐπιτίθει" λέγοντος· ὁ δὲ τὸν δοῦκα Λογγιβαρδίας ἐταινίου καὶ τοὺς Σάξονας τούτους ἔστεφε. συναγηοχότος τοίνυν ἑκατέρου τὰς δυνάμεις αὐτῶν, τοῦ τε ῥῆγός Ἀλαμανίας Ἐνερίχου καὶ τοῦ πάπα, καὶ πρὸς ἀλλήλους παραταξαμένων ἥ τε κερατίνη σάλπιγξ τὸ ἐνδόσιμον ἐδεδώκει καὶ συνερράγησαν εὐθὺς αἰ φάλαγγες 196 καὶ μάχη ἐξ ἐκατέρων ἀνερριπίσθη μεγάλη καὶ παραμόνιμος.
ἐπὶ τοσοῦτον γὰρ ἐξ ἑκατέρου μέρους ἠνδρίσαντο καὶ ταῖς ἀπὸ τῶν δοράτων τρώσεσι καὶ τοξευμάτων βολαῖς ἐνεκαρτέρησαν, ὡς ἐν βραχεῖ χρόνῳ πᾶσαν τὴν ὑποκειμένην
εἰ γὰρ ὑπὲρ τὰς τριάκοντα χιλιάδας χιλιάδας κατ’ ἐκείνην τὴν μάχην, ὥς φασιν, ἐπεπτώκεισαν, πόσος ῥοῦς αἵματος κατερρύη, 198 πόσον διάστημα γῆς τῷ λύθρῳ πεπάλακτο! εἶχον οὖν, ὡς οὕτως εἰπεῖν, ὤας ὑσμίνῃ τὰς κεφαλὰς καὶ ἑκατέρα μερὶς. ἕως ὁ τῶν Σαξόνων ἡγεμὼν Λαντοῦλγφος διεῖπε τὸν
πόλεμον. ἐπεὶ δὲ ἐκεῖνος καιρίαν ἐβλήθη καὶ αὐτίκα τίν ψυχὴν ἀφῆκεν, ἔκλινεν ἡ φάλαγξ τοῦ πάπα καὶ τὰ νῶτα τοῖς ἐχθροῖς ἐδεδώκει , οὐκ ἀναιμάκτως, οὐδ’ ἄνευ τραυμάτων φεύγοντες. ἔφεπε δὲ τούτους κλονέων ὁ Ἐνέριχος καὶ μάλα θαρρήσας τὴν μεταδίωξιν, ἐξότου καὶ τὸν Λαντοῦλφον
ἐπύθετο πεπτωκότα καὶ πολεμίας χειρὸς ἔργον γεγενημένον. ἀλλ’ ἔστη τοῦ δρόμου καὶ ἀναπνεῖν ἐπέταττε τὰ στρατεύματα. κὼ ἔξοπλισάμενος αὖθις ἐπὶ τὴν Ῥώμην ἔσπευδε , πολιορκήσειν αὐτὴν προθυμούμενος. ἐνθύμιον ἐνταῦθα λαμβάνει ὁ πάπας τὰς συνθήκας καὶ τοὺς ὁρκους τοῦ Ῥομπέρτου
καὶ διαπρεσβεύεται πρὸς αὐτόν, εἰς συμμαχίαν ἀποπειρώμενος. καὶ δὴ κατὰ ταὐτὸν καὶ ὁ Ἐνέριχος συμμαχίαν ἐζήτει πέμψας, κατὰ τῆς πρεσβυτάτης Ῥώμης ὁρμώμενος. ἀλλ’ ἔδοξεν ἑκάτερος τότε Ῥομπέρτῳ λῆρος τοιαῦτα ἐπιζητῶν· ἐκεῖνος δὲ πρὸς μὲν τὸν ῥῆγα ἄλλον τρόπον καἰ ἀγράφως ἀπε-
τίς γὰρ κατὰ τοσούτου πατρὸς ἐπιχειρήσειεν, εἰ μὴ μαίνοιτο; ἐμὲ δὲ ἲς πρὸς πόλεμον βαρύτατον ἐ·ξοπλιζόμενον κὼ πρὸς 201 ἔθνος δυσκαταγώνιστον. Ῥωμαῖοι γάρ εἰσι πρὸς οὑς ἑ πόλεμος, 202 οἳ πᾶσαν γῆν καὶ θάλασσαν τροπαίων ἐνέπλησαν. σοὶ δὲ ἀλλ’ ἀπὸ ψυχῆς βαθείας πίστιν ὀφείλω , ἤν καὶ καιροῦ
καλοῦντος παράσχοιμι." οὕτως ἐκεῖνος καὶ ἀμφοτέρων τῶν εἰς συμμαχίαν καλούντων τοὺς πρέσβεις , τοὺς μὲν τῇ ἐπιστολῇ ταύτῃ , τοὺς δὲ πιθανοῖς τισι λόγοις διακρουσάμενος ἀπεπέμψατο.
διαπεπραγμένα πρὶν ἥκειν εἰς τὸν Αὐλῶνα σὺν τῷ στρατεύματι. ὁ μὲν γὰρ καὶ ἄλλως ἦν τυραννικὸς ἀνὴρ καὶ πικρότατος, 203 τότε δὲ καὶ Ἡρώδου μιμεῖται μανίαν. μὴ γὰρ ἀρκούμενος τοῖς ἀνέκαθεν ἐστρατευμένοις ἀνδράσι καὶ πρὸς μάχην ἐπισταμένοις ὁπλίζεσθαι , νεοσύλλεκτον ποιεῖται στράτευμα,
μηδεμιᾶς φειδόμενος ἡλικίας· ἀλλὰ καὶ τὴν ἔξωρον κὼ τὴν ἄωρον πανταχόθεν συναγηοχὼς Λογγιβαρδίας τε καὶ Ἀπουληΐας εἰς ἁαυτὸν ἐφειλκύσατο. καἰ ἦν ἰδεῖν καὶ παῖδας
βαδίζειν ἐξῆν. ταῦτα δὴ ταῦτα θορύβου μὲν πρόφασις ἦσαν 205 τῇ χώρᾳ Λογγιβαρδίας ἀκαταπαύστου, καὶ πανταχοῦ κλαυθμὸς ἀνδρῶν καὶ ὀλολυγμὸς γυναικῶν, καὶ ἐμερίζετο ταύταις τὰ τῆς συγγενείας. ἡ μὶν γὰρ αἰτῶν ἀστράτευτον ἄνδρω ἐθρήνει, ἡ δὲ ἀπειροπόλεμον παῖδα, ἄλλη δὲ ἀδελφὸν γεωργὸν
ἣ πρὸς ἄλλα ἔργα ἠσχολημένον. καὶ ταῦτα μὲν ἄντικρυς, καθάπερ εἶπον, μανίας ἦσαν Ἡρώδου ἡ καὶ πλέον Ἡρώδου. ἐκεῖνος μὲν γὰρ κατὰ τῶν βρεφῶν ἐμεμήνει μόνον, οὖτος δὲ καὶ κατὰ παιδίον καὶ πρεσβυτέρων. ἀλλὰ καίπερ οὕτως ἐχόντων τούτων ἀνασκήτως, ὡς οὕτω γε φάναι, ἐγύμναζέ τε
καθ’ ἡμέραν ἑκάστην καὶ συνεκρότει τὰ τῶν νεοσυλλέκτων 206 σώματα. ταῦτα μὲν έν Σαλέρνῳ συνεπεπτώκει Ῥομπέρτῳ, τρὶν εἰς Ὑδροῦντα παραγενέσθαι. ἐκεῖσε γὰρ προεξέπεμψε στράτευμα ἱκανώτατον, αὐτὸν ἀπεκδεχόμενον, ἐπειδὰν ἅπαντα καταστήσειε τὰ κατὰ τὴν χώραν Λογγιβαρδίαν καὶ πρὸς
τοὺς πρέσβεις τὰς προσηκούσας ἀποκρίσεις ποιήσαιτο. τοσοῦτον μέντοι τῷ μάπᾳ προσέθετο , οὔτε τῷ υἱῷ αὐτοῦ Ρογέρῃ, ὃν Ἀπουληΐας ἁπάσης κεχειροτόνηκεν ἄρχοντα καὶ Βο-
πατρὶ καί τόλμαν καὶ ῥώμην καὶ γενναιότητα καἰ θυμὸν ἀκατάσχετον, ὅλως γὰρ οὗτος τοῦ πατρὸς ἀποσφράγισμα ἥν καὶ τῆς ἐκείνου φύσεως ἔμψυχον ἐκμαγεῖον,) μετὰ βαρυτάτου 208 στρατεύματος ἐν τοῖς καθ’ ἡμᾶς ἀποστέλλει χωρίοις, τοῖς ἀμφὶ τὸν Αὐλῶνα τόποις ἐπιπηδήσοντα. ὁ δὲ αὐτίκα ξὺν
ἀπειλῇ καὶ ἀκατασχέτῳ ῥύμῃ καθάπερ τις ἐπιρρυεὶς κεραυνὸς τῶν τε Κανίνων καὶ Ἱεριχὼ καὶ τοῦ Αὐλῶνος παντὸς ἐπελάβετο καὶ ἀεὶ τι τὰ ξυμπαρακείμενα ᾕρει καὶ ἐπυρπόλει μαχόμενος. καὶ ἦν ὡς ἀληθῶς πρὸ τοῦ πυρὸς καπνὸς δριμύτατος καὶ πρὸ τῆς μεγάλης πολιορκίας πολιορκίας προοίμιον.
βρούχους ἄντικρυς καὶ ἀκρίδας εἶπεν ἄν τις αὐτούς, τὸν πατέρα καὶ τὸν υἱόν· τὰ γὰρ κατάλοιπα Ῥομπέρτου ὁ τούτου υἱὸς Βαϊμοῦντος προσεπενείματο καὶ κατέφαγεν. ἀλλὰ 209 μήπω γε τοῦτον εἰς τὸν Αὐλῶνα διαπεράσωμεν · προσεξεταζέσθω δὲ τὰ κατὰ τὴν ἀντιπέραν ἤπειρον αὐτῷ πεπραγμένα.
ἐπίνειον τῆς ὅλης Ἰαπυγίας εὐλιμενώτατον ἐνταῦθα δὲ καταπτὰς ἐκαραδόκει τε τὸ στράτευμα πᾶν ἐνταῦθα συναθροισθὴναι καί τὰς νῆας ἁπάσας, ὅσαι τε φορτίδες ἦσαν καὶ ὅσαι μακραί κὼ πολεμιστήριοι· ἐκεῖθεν γὰρ ἐπὶ τάδε τὸν 212 ἀπόπλουν ἐδόκει ποιεῖν. καὶ ἅμα ὁπόταν κατὰ τὴν Σάλερνον
ἡν, πρέσβυν ἔξαποστέλλει τινὰ τῶν ἀμφ᾿ αὐτὸν μεγιστάνων Ῥμοὺλ ἐπονομαζόμενον πρὸς τὸν βασιλέα Βοτανειάτην, ἤδη μετὰ τὸν αὐτοκράτορα Δούκαν τῶν σκήπτρων ἐπειλημμένον· ἐκαραδόκει κω τούτου τὰς ἀποκρίσεις. αὐτῷ τε γὰρ ἐπεπόμφει μέμψεις τινὰς καὶ προφάσεις δῆθεν εὐλόγους τοῦ προκειμένου
πολέμου, ὅτι τὴν θυγατέρα μνηστευθεῖσαν τῷ βασιλεῖ Κωνσταντίνῳ, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, τὴν μὶν ἀπέζευξε τοῦ νυμφίου, τοῦ δὲ τὴν βασίλειαν παρείλετο , καὶ ὡς ἡδικηκότος πρὸς ἄμυναν αὐτὸς εὐτρεπίζοιτο. τῷ δὲ τηνικαῦτα 213 μεγάλῳ δομεστίκῳ καὶ ἔξάρχῳ τῶν δυτικῶν στρατευμάτων
οὑτος μάτων οῦτος δ᾿ ἦν ὁ ἐμὸς πατὴρ Ἀλέξιος) δῶρα τέ ἐπεπόμφει καὶ γράμματα φιλίυν ἐπαγγελλόμενα. ταῦτα καραδοκῶν ἡτρεέμει τῷ Βρεντησίῳ. ἐπεὶ δέ, μήπω τῶν στρατευμάτων συλλεγέντων ἁπάντων καὶ τῶν νηῶν ἀπωσθεισῶν
215 αὐτῷ μοναχὸς ὑποκριτής ἐστι καὶ γόης ἀνὴρ καὶ ὑποδύεται τὸν αὐτοκράτορα Μιχαήλ, καὶ ὅλως πλάσμα εστὶ τὸ κατ’ αὐτόν. ἐκεῖνον γὰρ ἰδεῖν φησι μετὰ τὴν ἀπὸ θρόνου καθαίρεσιν ὲν τῇ βασιλίδι πόλει φαιὸν ἐνδεδυμένον τριβώνιον καὶ ἐν μοναστηρίῳ διάγοντα, ἐπιμελὲς ποιησάμενος τὸ αὐταῖς
ὄψεσι τὸν καταβεβλημένον βασιλέα θεάσασθαι. ἔπειτα προσετίθει καὶ τοῦτο, ὃ καὶ κατὰ τὴν ὑποστροφὴν συμπεπτωκὸς ἠκηκόει. ὁ γὰρ ἐμὸς πατὴρ τῆς βασιλείας ἐπιδραξάμενος, ὡς ὕστερον διηγήσομαι, τὸν Βοτανειάτην τῶν βασιλείων ἔξήλασε 216 καὶ τὸν τοῦ Δούκα υἱὸν τὸν περιφανέστατον Κωνστατῖνον
ἐκεῖνον ἐν τοῖς ὐφ᾿ ἥλιον προσηκάμενος, μετέδιδον αὐθις τῆς βασιλείας. τοῦτο κατὰ τὴν ὁδὸν ἀκηκοὼς ὁ Ῥαούλ, εἰς πειθὼ καὶ ταῦτα προσῆγε , παραλύειν πειρώμενος τὴν τοῦ πολέμου σκευήν. “τίνι γὰρ δικαίῳ λόγῳ πρὸς Ἀλέξιόν φησι πολεμήσομεν, τοῦ Βοτανειάτου τἀς ἀρχὰς δεδωκότος τῆς ἀδικίας
καὶ τὴν θυγατέρα τὴν σὴν Ἑλένην τῶν Ῥωμαϊκῶν σκή-
καὶ παρασκευὴ πᾶσα πολεμιστήριος." ταῦτα ῥηθέντα ἔξώργισεν ἐπἰ πλέον Ῥομπέρτον· ἐμεμήνει γὰρ καὶ ἔμελλε τὼ χεῖρε τούτῳ έπιβαλεῖν. εἰ θατέρου δὲ καἰ ὁ πεπλασμένος ἐκεῖνος Δούκας 219 καὶ ψευδοβασιλεὺς Μιχαήλ, ὃν καὶ Ραίκτωρα ὠνομάκαμεν , ἐσχετλίαζε τε καὶ ἐδυσφόρει καἰ οὐκ εἶχεν, ὅπως κατάσχοι
τὴν ὁργήν, οὕτω σαφῶς ἀλλὰ ἔξελεγχόμενος, ὡς οὐκ ἐκεῖνος ὁ Δούκας ἀλλὰ ψευδεπίπλαστος βασιλεύς. ὢν δὲ καὶ ἄλλως ἔξωργισμένος ὁ τύραννος κατὰ τοῦ Ῥαούλ, τοῦ ἀδελφοῦ 220 Ῥογέρη πρὸς Ῥωμαίους αὐτομολήσαντος καἰ διαμεμηνυκότος ἅπαντα κατὰ τὸν παρασκευαζόμενον πόλεμον, ἀβουλήθη
κακόν τι δρᾶσαι τῷ Ῥαούλ, τὸν παραυτίκα θάνατον ἀπειλήσας. ὁ δὲ μηδ’ ἄλως πρὸς τὴν φυγὴν ἐρρᾳθυμηκώς, πρὸς τὸν Βαϊμοῦντον ἐδραπέτευσεν, ὥσπερ τι κρησφύγετον ἐκ τοῦ σχεδὸν αὐτὸν ἐφευράμενος. ἐτραγῴδει δὲ καἰ ὁ Ῥαίκτωρ τὰς παλαμναιοτάτας ἀπειλὰς τἀδελφῷ τοῦ Ῥαοὺλ τῷ
πρὸς Ῥωμαίους αὐτομολήσαντι, μεγάλα τε κεκραγὼς καὶ τὸν μηρὸν τῇ δεξοᾷ πλήττων καὶ ἐξαιτούμενος τὸν Ῥομπέρτον καὶ λέγων “ἓν τοῦτο καἰ μόνον αἰτῶ, ὡς εἰ τῆς βασιλείας ἐπιδραξαίμην καὶ ἀποκατασταίην τοῖς θρόνοις, παραδοῦναί μοι τὸν Ῥογέρην, καἰ εἰ μὴ τοῦτον οἰκτίστῳ θανάτῳ παραδοίην
δέλεαρ καὶ οἷόν τι πρόσχημα τοῦ συμπενθέρου καὶ βασιλέως, καὶ διεδείκνυ τοῦτον ταῖς πόλεσι καἰ πρὸς ἀποστασίαν ἐπῆρεν, ἐφ’ οὓς ἂν παραγένοιτο καὶ συμπείθειν ἠδύνατο, ἐν νῷ ἔχων, ἐπειδὰν κατὰ ῥοῦν αὐτῷ τὰ τοῦ πολέμου καὶ τῆς τύχης ἐπέλθοι , ἔπι τοῦ τραχήλου ῥαπίσας ἀποπέμψαι σὺν γέλωτι·
μετὰ γὰρ τὴν θήραν καταγελᾶται τὸ δέλεαρ ὁ δὲ καὶ αὐτὸς 223 ἐλπίσιν ἠπατημέναις ἐπρέφετο, εἴ που συμβαίη καὶ μετάσχοι κράτους τινός, οἶα φιλεῖ πολλάκις γίνεσθαι παραλόγως. ἀλλ’ ἐκεῖνος μὲν τῆς βασιλείας ἀπρἴξ ἐπιδράξοιτο, ὡς οὐκ ἂν τὸν βάρβαρον Ῥομπέρτον προσηκαμένου εἰς βασιλείαν τοῦ Ῥωμαϊκοῦ
δήμου καὶ τοῦ στρατεύματος, αὐτῷ δὲ τῷ τέως ἀποχρῷτο καθάπερ ὀργάνῳ εἰς τὴν ὅλην τῆς σκευωρίας οἰκονομίαν ταῦτα ἐνθυμουμένῃ μοι μειδιᾷν ἐπέρχεται καὶ γέλως ἐπιτρέχει τοῖς χείλεσι πρὸς λύχνον ἐπισυρούσῃ τὸν κάλαμον.
κατὰ τὸ Βρεντήσιον τάς τε ναῦς αὐτῷ καὶ τοὺς στρατιώτας, αἱ μὲν γὰρ νῆες εἰς ἑκατὸν καὶ πεντήκοντα συνηρίθμηντο,
καὶ ἰππόταις περιτυχεῖν , ἔμελλε διαφεῖναι πρὸς τὴν Ἐπίδαμνον πόλιν, ἣν Δυρράχιον κατὰ τὀ νῦν ἐπικρατῆσαν ἔθος προσονομάζομεν. ἐδόκει μὲν γὰρ ἐξ Ὑδροῦντος πρὸς τὰς Νικοπόλεις διαπερᾷν καὶ τήν τε Ναύπακτον καὶ τἀ ξυμπαρακείμενα χωρία καὶ φρούρια πάντα κύκλῳ περιλαβεῖν. ἀλλ’
ἐπειδήπερ εἰς πολὺ πλάτος ἠνέῳκτο τὸ ἐκεῖθεν ἐνθάδε πέλαγος 225 ἢ τὸ ἀπὸ Βρεντησίου πρὸς τὸ Δυρράχιον, προείλετο μᾶλλον τοῦτον τὸν κατάπλουν ἐκείνου , ἅμα μὲν καὶ τὴν ταχίστην κέλευθον προαιρούμενος, ἅμα δὲ καὶ τὴν ῥᾳστώνην τῷ στόλῳ περιποιούμενος. καὶ γὰρ χειμέριος ἢν ἡ ὥρα κω ὁ ἥλιος 226
πρὸς τοὺς νοτίους κύκλους ἀπελαυνόμενος καὶ τῷ αἰγοκέρωτι πλησιάζων ὑπετέμνετο τὰ ἡμερήσια διαστήματα. ἴν· ὗν μὴ ἐξ Ὑδροῦντος ἀφεὶς ἀρχομένης ἡμέρας, νυκτοπλοήσειε καὶ κλύδωσί τισι προσπελάσειεν ἐπὶ τὸ Δυρράχιον ἐκ Βρεντησίου ὅλοις ἱστίοις ἀπενεχθῆναι ἐβουλεύσατο. τὰ μήκη
γὰρ τοῦ διαστήματος τῆς ὁδοῦ ἐνταῦθα συνετέμνετο, ἐπιστενουμένου τοῦ Ἀδριατικοῦ πελάγους ἐκεῖθι. οὐ μέντοι οὐδὲ τὸν υἱὸν Ῥογέρην κατόπιν ἀπέλιπε , καθόπερ βεβούλητο πρό-
ληιάς ἀναλαβόμενος καὶ τὴν χώραν ἀργυρολογήσας ἅπασαν καὶ φορολογήσας, προσδοκήσιμος ἦν τῷ Δυρραχίῳ προσεσχηκέναι. δοὺξ δὲ τηνικαῦτα ἐτύγχανε παντὸς τοῦ Ἰλλυρικοῦ 229 Γεώργιος ὁ Μονομαχάτος παρὰ τοῦ αὐτοκράτορος Βοτανειάτου ἀποσταλεὶς. καίτοι γε πρότερον τὴν ἀποστολὴν ἀπεπέμπετο
καί οὐδ’ ὅλως ἢν εὐπειθὴς πρὸς τὴν λειτουργίαν ταύτην, ἀλλ’ οἵ γε βάρβαροι δοῦλοι τοῦ αὐτοκράτορος (Σκύθαι γὰρ ἦσαν Βορῖλός τε καὶ· Γερμανός,) ἐνεκότουν τε τῷ Μονομαχάτῳ καὶ ἀεὶ τι δεινότερον αὐτοῦ ἐννοοῦντες κατεῖπον αὐτοῦ πρὸς τὸν αὐτοκράτορα συρράψαντες ὁπόσα γε καὶ
βεβούλοιντο, καὶ τοσοῦτον ἀνέφλεξαν τὸν τοῦ βασιλέως κατ’ αὐτοῦ θυμόν, ὡς ἐπιστραφέντα ποτὲ πρὸς τὴν βασιλίδα Μαρίαν ἐρεῖν “ἐχθρὸν τῆς Ῥωμαίων ἡγεμονίας τὸν Μονομαχά τον τοῦτον ὑπώπτευικα." τοῦτο ἀκροασάμενος Ἰωάννης ὁ Ἀλανός, φίλος ἐς τὰ μάλιστα ὢν τοῦ Μονομαχάτου, γινώσκωσ 230 δὲ καὶ τὴν τῶν Σκυθῶν πρὸς αὐτὸν μῆνιν καὶ τὰς συχνὰς κὰτ αὐτοῦ εἰσηγήσεις, ἅπαντα τά τε τοῦ βασιλέως
καταθέλξας αὐτόν. καἰ ὡς πρὸς τὴν Ἐπίδαμνον συνταξάμενος καὶ τὰς ἐπὶ τῇ δουκικῇ ζώνῃ προστάξεις ἐγγράφως ἀνειληφώς, ἐπισπευδόντων εὖ μάλα πρὸς τοῦτο τῶν Σκυθῶν ἐκείνων Γερμανοῦ καὶ Βορίλου, εἰς δευτέραν ἡμέραν τῆς βασιλίδος πόλεως ἔξεισι, τὴν Ἐπίδαμνον ἀφορῶν καὶ τὴν 232
Ἱλλυρίδα χώραν. ἀλλὰ περιτυγκάνει περί που τὴν λεγομένην πηγήν, ἔνθα καὶ ναὸς ᾠκοδόμηται τῆς ἐμῆς δεσποίνης παρθένου καὶ θεομήτορος ὲν τοῖς ἀνὰ Βυζαντίδα πόλιν ναοῖς περιβόητος, τῷ ἐμῷ πατρὶ Ἀλεξίῳ. οἱ δὲ εἶδον ἀλλήλους, καὶ ὁ μὲν Μονομαχάτος ἄρχεται λόγων πρὸς τὸν μέγαν δομέστικον
περιπαθῶν καὶ ὡς ὑπερόριος γίνεται δι’ ἐκεῖνον καί τὴν πρὸς τοῦτον φιλίαν καὶ ὅτι οἱ Σκύθαι οἱ πᾶσιν ἐποφθαλμιῶντες Βορῖλος καὶ Γερμανὸς ὅλον τοῦ φθόνου τὸν τροχὸν κὰτ αὐτοῦ ἐξεκύλισαν, καἰ τῶν οἰκείων καὶ τῆς φιλτάτης ταύτης πόλεως εὐπροσώπως ἐξορίζουσι. καὶ πάντα κατὰ μέρος ἐκτραγῳδήσας,
ὅσα τε πρὸς τὸν βασιλέα συκοφαντηθείη καὶ πάθοι παρὰ τῶν δούλων, ἠξιοῦτο παραμυθίας ὅτι πλείστης παρὰ
καταλαβὼν τὸ Δυρράχιον καὶ ἀμφοτέρων τὴν παρασκευὴν ἀκηκοώς, τήν τε τοῦ τυράννου Ῥουμπέρτου καἰ τὴν ἐπανάστασιν Ἀλεξίου, έν ζυγῷ καὶ σταθμῷ τὰ κατ’ αὐτὸν διετίθετο. καὶ πρὸς μὲν τὸ φανερὸν ἀντίξως εἶχεν ἐν ἀμφοτέροις, εἶχε δέ τι τὰ τῆς προδήλου μάχης καὶ τοῦ φαινομένου
235 βαθύτερον. ὁ μὶν γὰρ μέγας δομέστικος γράμμασιν αὐτῷ μεμηνύκει τὰ συμπεσόντα, ὅτι τε τῶν ὀμμάτων ἀποστέρησις τούτῳ ἠπείλητο καὶ ὡς ἄρα διὰ ταύτην τὴν ἀνάγκην καὶ τὴν μελετωμένην τυραννίδα τοῖς τυραννοῦσιν ἀντεπιτίθεται. καὶ χρὴ τοῦτον διαναστῆναι ὑπὲρ τοῦ φίλου καὶ πρὸς αὺτὸν
ἐθελῆσαι πέμψαι ὅθεν δήποτε χρῆμα τούτῳ συνειλεγμένον. δεῖ δὴ γάρ, φησι, χρημάτων καὶ ἄνευ τούτων οὐδὲν ἔστι. γενέσθαι τῶν δεόντων.“ ὁ δὲ χρήματα μὲν οὐκ ἔπεμψε, φιλοφρονησάμενος δὲ τοὺς πρέσβεις, γράμματα τούτοις ἐπιτίθησιν ἀντὶ χρημάτων, τοιόνδε νοῦν περιέχοντα, ὡς αὐτὸς μὶν εἰς
τὴν τήμερον τὴν ἀρχαίαν φιλίαν διαφυλάττοι καὶ εἰς τὸ ἑξῆς φυλάττειν κατεπαγγέλλοιτο· περὶ δὲ τοῦ ἐπιτεταγμένου χρυ-
ἐν ταὐτῷ αὐτόν τε ἅμα, λέγω δὴ τὸν ἐμὸν πατέρα, καὶ τὸν 237 Βοτανειάτην ὑποποιουμένου, πρὸς δὲ τούτοις καὶ πρὸς τὸν βάρβαρον Ῥομπέρτον γυμνοτέρους ποιησαμένου λόγους καὶ εἰς λαμπρὰν ἀποστασίαν ἀναρρηγνυμένου, πολλὰ κατηγορεῖν ἔχω. ἀλλ’ ἔοικέ πως τὰ τοιαῦτα ἤνθη τῶν ἀνθρώπων παλίμβολα
καὶ πολλὰ χρώματα μεταλαμβάνοντα κατὰ τἀς τῶν πραγμάτων μεταβολάς, καὶ τῷ μὲν κοινῷ οἱ τοιοῦτοι πάντες ἀξύμφοροι, ἑαυτοῖς δέ εἰσιν ἀσφαλέστατοι τὰ κατ’ αὐτοὺς νὼ μόνους ξυμφέροντα διοικονομούμενοι, καὶ ὡς τὰ πολλὰ 238 ἀποτυγχάνοντες. ταῦτα μὲν οὕτως ὁ τῆς ἱστορίας ἵππος τῆς λεωφόρου ἐξέδραμε· πάλιν δὲ τοῦτον εἰς τοὺς προτέρους δρόμους ἐπαναγάγωμεν, καὶ γεγονότα ἐξήνιον. ὁ γάρ τοι Ῥομπέρτος καὶ πρότερον σφαδάζων πρὸς τὴν καθ᾿ ἡμῶν πεμε 239
τόν τε γὰρ Βοδῖνον καὶ τὸν Μιχανλᾶν τοὺς 240 ἐξάρχους τῶν Δαλματῶν διά τινων γραφῶν ἑαυτῷ ὑπεποιήσατο φίλους καὶ δωρεαῖς προκατείληφε τὰς γνώμας αὐτῶν, θύρας παντοδαπὰς ἑαυτῷ ὑπανοίγων. εἰ γὰρ τοῦ τε Ῥομπέρτου καὶ Ἀλεξίου ἀστοχήσειε καὶ ἀμφοτέρων ἀποκριθείη,
εὐθὺ Δαλματείας ἐλάσειε, πρός τε Βοδῖνον καὶ Μιχαηλᾶν αὐτόμολος γενησόμενος. ἐχθρῶν γὰρ τούτων ἀναφανέντων λοιπὸς ἄρα ὁ Μιχαηλᾶς κατηλπίζετο τούτῳ καἰ ἑτέρωθεν ὁ Βοδῖνος, πρὸς οὑς καὶ φυγεῖν παρεσκεύαστο, τῶν ἀπὸ τοῦ 241 Ῥομπέρτου δηλονότι καὶ Ἀλεξίου ἀντιπνευσάντων αὐτῷ.
ταῦτα μὲν ἐχέτω ταῦτα. καιρὸς δὲ ἤδη τραπέσθαι πρὸς τὴν βασιλείαν τοῦ ἐμοῦ πατρὸς καὶ ὅπως καἰ ἐξ οἵων ἀφορμῶν εἰς τὸ βασιλεύειν ἐλήλυθε, διηγήσασθαι. οὐ γὰρ τὰ πρὸ τῆς βασιλείας αὐτῷ ἐσκεψάμην ἐρεῖν, ἀλλὰ καὶ ὅσα βασιλεύων κατώρθωκεν ἢ ἐξήμαρτεν, εἴτε τέως σφαλέντα τοῦτον εὑρήσομεν
ἐν ἅπασι δι’ ὡν βαδιούμεθα. οὐ γὰρ ὡς πατρὸς φεισαίμην, εἴ γέ μοι παρασταίη τι τῶν ἐκείνῳ μὴ καλῶς πεπραγμένων· οὐδὲ διὰ τὴν ὑποτρέχουσαν ὑποψίαν, ὅτι πατοιαύτην
οὖν Ῥομπέρτον ἐκεῖσε καταλελοιπότες, οὗπερ ὁ λόγος αὐτὸν ἠγάγετο, τὰ κατὰ κατὰ τὸν βασιλέα σκοπῶμεν ἤδη· τούς τε πολέμους καὶ τὰς μάχας τὰς πρὸς τὸν Ῥομπέρτον ἐν ἑτέρῳ λόγῳ ταμιευσόμεθα.
Alexias. Anna Comnena. ed. Ludwig Schopen, ed. B.G. Niebuhr. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.