ΠΕΡΙ ΜΑΛΑΧΗΣ, και τῆς ἐξ αὐτῆς διάφορα πάθη θεραπείας.
1]
Μαλάχη ἐκζεσθεῖσα καὶ καθ’ ἑαυτὴν ἐσθιομένη βράγχον παύει· σὺν ἐλαίῳ δὲ καὶ γάρῳ ἐσθιομένη γαστέρα λύειν δύναται.2]
Τὰ φύλλα αὐτῆς τριφθέντα μετὰ φύλλων ἰτέας ἐμπλάστρου πάσης εἰσὶ χρησιμώτερα · φλεγμᾶναί τε γὰρ οὐκ ἐᾷ καὶ ἵστησι τὸ αἷμα, καὶ συνουλοῖ τὸ πρόσφατον τραῦμα, καὶ στρέμματα δὲ καὶ θλάσματα ἰάσεται.3]
Φαλαγγίων δὲ καὶ ἑρπετῶν πληγὰς ἰάσεται, εἰ κρόμυα καὶ πράσα λειώσας μίξεις τοῖς φύλλοις τῆς μαλάχης, καὶ ἐπιθήσεις.4]
Τῷ δὲ τῆς ἀγρίας μαλάχης χυλῷ εἴ τις χρίσαιτο σὺν ἐλαίῳ, οὔτε ὑπὸ σφηκῶν πληγήσεται, καὶ τὸν φθάσαντα πληγῆναι ὁ χυλὸς ἰᾶται. Καὶ τὰ φύλλα δὲ τῆς μαλάχης συγκοπέντα καὶ ἐπιτιθέμενα ἰᾶται τὴν πληγέντα.5]
Ὁμοίως θεραπεύει μαλάχη χριομένη λειχῆνας καὶ τὰ κρυπτὰ πάθη τῶν γυναικῶν.6]
Ὁ δὲ χυλὸς αὐτῆς ἐνσταζόμενος τοῖς ὠσὶ παύει τὴν ὠταλγίαν. Πινόμενος δὲ μετὰ μέλιτος ἰᾶται τοὺς ἡπατικοὺς καὶ ἀνανήφειν ποιεῖ τοὺς ἐπιληπτικούς. Ὁμοίως ὁ ταύτης χυλὸς ἰᾶται νεφριτικοὺς καὶ τοὺς ἰσχιαδικούς.7]
Τὸ δὲ ζέμα αὐτῆς πινόμενον θεραπεύει δυσουρίαν καὶ χρήσιμός ἐστι πρὸς δυστοκίαν.De lapidibus. Damigeron. ed. Fernand de Mély. Paris. 1898.
Funding provided by Center for Hellenic Studies.