ΠΕΡΙ ΦΥΤΕΥΣΕΩΣ ΚΙΣΣΟΥ (§4)
1]
Ὁ κισσὸς ὕδατι χαίρει· φυτεύεται δὲ πρὸ καλανδῶν νοεμβρίων καὶ ἀπὸ καλανδῶν μαρτίων.2]
Τὸν δὲ κόρυμβον ὁ κισσὸς εὐπρεπῆ ἕξει, ἐὰν τρία κογχύλια καύσας τις, καὶ κόψας, καταπάσῃ, ἢ στυπτηρίᾳ ῥάνῃ τοὺς κορύμβους.3]
Λευκὸς δὲ ἐκ μέλανος γίνεται, γῆς λευκῆς βραχείσης, καὶ ταῖς ῥίζαις τοῦ 25 κισσοῦ ἐπιχεομένης δι’ ἡμερῶν ὀκτώ.4]
Δαμηγέρων δέ φησιν· εἴ τις κισσοῦ μέλανος κορύμβους τρεῖς εἰς ὀθόνιον καθαρὸν βάλῃ, καὶ δήσας λίνῳ σπληνικῷ περιάψει ἐφ’ ἡμέρας γ′, ἀπαλλάξει τοῦ πάθους τὸν περιαπτόμενον.De lapidibus. Damigeron. ed. Fernand de Mély. Paris. 1898.
Funding provided by Center for Hellenic Studies.