ΠΕΡΙ ΚΑΙΡΟΥ ΦΥΤΕΙΑΣ ΚΑΡΥΩΝ ΚΑΙ ΕΠΙΜΕΛΕΙΑΣ
1]
Τὰ κάρυα φυτεύεται τῷ καιρῷ τῆς ἀμυγδαλῆς· φυτεύεται δὲ καὶ ἀπὸ σπέρματος, καὶ ἀπὸ παρασπάδων καὶ μοσχευμάτων· χαίρει δὲ τόποις ξηροῖς καὶ ψυχροῖς μᾶλλον ἢ θερμοτέροις.2]
Εἰ δὲ μέλλεις ἀπὸ σπέρματος φυτεύειν κάρυον, κάλλιον ποιήσεις ἐὰν εἰς ἀγγεῖον ἔχον οὖρον παιδὸς ἀφθόρου τὸ σπέρμα ἐπὶ ἡμέρας ε′ ἐμβρέξῃς, καὶ τότε φυτεύσῃς.3]
Λεπτόσαρκον δὲ καὶ εὔθρυπτον τὸ κάρυον ἔσται, ὁμοίως δὲ καὶ τὴν ἀμυγδαλῆν ποιήσεις, σποδὸν τῷ στελέχει καὶ ταῖς ῥίζαις συνεχῶς περιχέων.4]
Θᾶττον δὲ αὐξήσει ἡ καρύα μεταφυτευομένη πολλάκις, μάλιστα δὲ ἐάν τις κυπρίῳ ἥλῳ ἢ πασσάλῳ καθηλώσειε τὸ δένδρον, ἕως διέλθῃ μέχρι τῆς ἐντεριώνης.5]
Εἰ δέ τις διατέμοι τὴν ἐντεριώνην τρυπάνῳ καὶ πάσσαλον πτελέϊνον ἰσομεγεθῆ ποιήσας διασφίγξει τρυπήσας τὸ δένδρον πέραν, τὰ σκληρὰ καὶ ἀρρενικὰ εὔθρυπτα ποιήσει.6]
Καρύα δὲ τὸν καρπὸν οὐκ ἀποβάλλει ἐὰν φλώμου ῥίζαν καὶ ῥάκος κόκκινον ἀπὸ κοπρίας περιάψῃς.De lapidibus. Damigeron. ed. Fernand de Mély. Paris. 1898.
Funding provided by Center for Hellenic Studies.