ΠΕΡΙ ΚΑΙΡΟΥ ΦΥΤΕΙΑΣ ΚΑΣΤΑΝΩΝ
1]
Τὸ κάστανον, ὅ τινες Διὸς βάλανον καλοῦσι, ψαμμώδει γῇ καὶ ψυχροῖς τόποις χαίρει.2]
Φυτεύεται δὲ καὶ διὰ τῶν ἐνρίζων καὶ διὰ σπέρματος· ἀσφαλέστερος δὲ ὁ διὰ τῶν φυτῶν τρόπος· μετὰ γὰρ δύο ἔτη καρποφορήσει.3]
Φυτεύεται δὲ ἀπὸ ἰσημερίας, οὐ μόνον ἀπὸ σκυταλῶν καὶ κλάδων, ἀλλὰ καὶ ἀπὸ παρασπάδων αὐτορρίζων, καθάπερ ἡ ἐλαία.4]
Σπείρεται δὲ τὰ κάστανα οὐχ ὁμοίως τῇ ἀμυγδαλῇ καὶ τῇ καρύᾳ, ἀλλὰ τὸ μείουρον ἄνω ἔχοντα.De lapidibus. Damigeron. ed. Fernand de Mély. Paris. 1898.
Funding provided by Center for Hellenic Studies.