κακίας σημεῖά ἐστι κἀκείνοις ἅπερ καὶ τοῖς ἄλλοις ἀνθρώ- 1 Ps Pol. ποις καὶ ὡς ἐπὶ [p.39] τὸ πολύ εἰσιν ὠμόφρονες, δο- λεροί, κακοῦργοι, ἑτεροι δὲ ἑτέρων δόλων εἰσὶν ἐργάται. τῶν δὲ τομιῶν εὐνούχων ἔνια μεταβάλλει ἄμα τῇ τομῇ σημεῖα, τὸ δὲ πλέον τῆς συγγενοῦς φύσεως ὡς μὴ ἰσχύων εἰς τὸ αὐτὸ διαμένει
ὄνυχες πάνυ μοιχοὺς ἄνδρας σημαίνουσιν. προείρηται μὲν ὅτι 3 Ps. Pol. τῶν ἄλλων τὰ πολλὰ μὴ ἀξιόλογα, εἰ μόνον τις καθʼ ἕκαστον ἐφʼ ἑαυτοῦ σκοπήσει, μάλιστα δὲ ὄνυχες.
μιαροί εἰσι συῶν δίκην. εἰ δὲ συνεσταλμένους ἔχουσι τοὺς δακτύλους, πανοῦργοι καὶ κακοήθεις ἄνδρες εἰσί. δάκτυλοι μικροὶ πάνυ ὄντες καὶ λεπτοὶ ἀνοητοτέρους ἄνδρας σημαί- 4 Ps. Pol. νουσι. δάκτυλοι παχεῖς κολοβοὶ τολμητήν, ἀπρονόητον
καὶ θηριώδη ἄνδρα δηλοῦσιν· οἱ πολὺ δὲ μακροὶ καὶ λεπτοὶ ἀνοητοτέρους καὶ ὑποχαυνοτέρους καὶ φλυαροτέρους ἄνδρας σημαίνουσιν. οἱ δὲ εὐμεγέθεις καὶ εὐειδεῖς δακτύλους ἔχοντες ἄριστοι ἄνδρες.
ἀνδρὸς καὶ ἀνδρείαν σημαίνουσιν, ὁποῖος ἦν καὶ Ἡρα- κλῆς· ἀπαλοὶ δὲ πόδες καὶ σαρκώδεις τοιαῦτα καὶ τὰ ἤθη 5 Ps. Pol. παρέχονται τουτέστιν ἁπαλοὺς ἄνδρας καὶ ἐν [p. 278] ταὐτῷ συνερχομένους σημαίνουσι. πόδες κολοβοὶ καὶ παχεῖς
θηριώδους ψυχῆς εἰσι σημεῖα, οἱ δὲ πάνυ μακροὶ πολυπράγμο- νος καὶ κακομηχάνου εἰσὶν ἀνδρός· μικροὶ δὲ πόδες καὶ λεπτοὶ πανοῦργον ἄνδρα σημαίνουσι. πόδες κυρτοὶ ἢ κάτω- θεν κοῖλοι κακὸν ἄνδρα σημαίνουσιν. ὁμοίως δὲ καὶ οἱ τὰ κάτω ὁμαλὰ ἔχοντες καὶ ὡς τοῖς σφυροῖς βαίνοντες πανοῦργοι
οἱ τοιοῦτοί εἰσιν ἄνδρες.
ἄνανδρον σημαίνουσι, λεπτὰ δὲ [καὶ] πάνυ σφυρὰ δολίου καὶ ἀκολάστου ἀνδρὸς τὸ σημεῖον. παχέα δὲ σφυρὰ καὶ κολοβοὺς δακτύλους καὶ πτέρνας τραχείας καὶ πόδας σαρκώδεις καὶ κνήμας παχείας ὅσοι φοροῦσι, μωραίνουσιν, ἐξηχοῦσιν ὡς ἐπὶ τὸ πλεῖστον ἢ δαιμονίζονται.
θρωμέναι στερεαὶ γενναῖον ἄνδρα δηλοῦσι καὶ εὐφυῆ, ἁπαλαὶ δὲ καὶ ἄναρθροι δειλὸν καὶ ἀνανδρότερον κατηγοροῦσι· λεπταὶ δὲ πάνυ [p. 276] δειλὸν καὶ κακοήθη σημαίνουσιν ἄνδρα. αἱ δὲ νευρώδεις κνῆμαι ἀκολασίας πολλῆς μετέχουσιν. ὅσαι δὲ τῶν κνημῶν πλήρεις εἰσὶ κατὰ τὸ μέσον παχεῖς οὖσαι,
βδελυροὺς καὶ ἀναιδεῖς καὶ ἀσώτους ὡς τὰ πολλὰ δηλοῦσι, 8 Ps. Pol. κνημῶν δὲ καὶ πτερνῶν παχύτης δουλοπρεπῆ ἄνδρα καὶ ἀμαθῆ. ὅμοια δὲ ταῖς κνήμαις καὶ περὶ μηρῶν λέγε.
γυναικώδη, ἀκόλαστον καὶ δειλὸν τὸν ἄνδρα κατηγορεῖ.
10
P s. Pol. τὸν δὲ εὔζωνον ἄνδρα φιλόθηρα νόει. οὕτω γὰρ καὶ τὸ σημεῖον μαρτυρεῖ τοιουτῶδες.
ὥσπερ οἰδοῦσαι, κακοήθη καὶ φλύαρον ἄνδρα μαρτυροῦσι.
ἔξω κρένμανται, ἀνόητον, οἰνόφλυγα καὶ ἀκόλαστον δηλοῦσιν 11 Ps Pol. ἄνδρα. εἰ δὲ σκληρᾷ σαρκὶ συμπεπηγυῖα ἡ γαστὴρ ὑπάρχει, κακοήθη, γαστρίνμαργον ἐμφαίνουσιν ἄνδρα.
στήθη μικρόψυχον ἄνδρα καὶ ἀσθενῆ σημαίνει, πολύσαρκα δὲ στήθη ἀμαθῆ καὶ δειλὸν ἄνδρα σημαίνει. ὅσοις δὲ ἀδραU+00AF νεῖς οἱ μασθοὶ ἐκκρένμανται καὶ ὅλον τὸ στῆθος μέγα καὶ 12
Ps. Pol. πλατύσαρκον λαγαρόν, μοιχοί τε καὶ οἰνόφλυγες οἱ τοιοῦτοι ἄνδρες.
ἄνδρα σημαίνει. εἰ δὲ στενοτάτη ἐπαυξήσει τοῖς μεταφρέ- νοις σάρξ, μωρὸν ἄνδρα σημαίνει. μετάφρενον πλατὺ μεγα- λόνουν ἄνδρα δηλοῖ, τὸ δὲ πράως στρογγύλον συνετὸν καὶ χαρίεντα καὶ εὐχάριστον. μετάφρενον κυρτὸν καὶ ἀμοι εἰς τὸ στῆθος ἐπικεκλασμένοι κακοήθη καὶ βάσκανον ἄνδρα κη-
μαίνουσιν. εἰ δὲ καὶ τὸ σῶμα ἐπικεκλασμένον φαίνεται πρὸς 13 Ps. Pol. τοῖς [p. 272] εἰρηνμένοις, κακότεχνον ἄνδρα κατηγορεῖ
φθονερόν τε καὶ φιλάργυρον καὶ φειδωλόν.
συνετὸν καὶ ἀνδρεῖον σημαίνουσιν.
κάκιστοι, εἰς τὸ κακὸν ὑποχαίροντες καὶ τούτῳ ἐπιχαίροντες καὶ φθονεροί. καρτεραὶ ὠλέναι καὶ πήχεις ἀγκῶνές τε ἀρ- θρώδεις ἀρίστου ἀνδρὸς σημεῖον· τὰ δὲ [p. 268] ἐξίτηλα ἀνάνδρου ἀνδρὸς σημεῖον· τὰ δὲ πολὺ σαρκώδη ἀμαθοῦς τε καὶ ἀναισθήτου ἀνδρὸς τὸ σημεῖον.
δηλοῦσιν ἄνδρα. παχεῖαι χεῖρες κοντοὺς ἔχουσαι [p. 269] δακτύλους ἄπληστον ἄνδρα δηλοῦσι· μικραὶ δὲ πάνυ χεῖρες πανοῦργον καὶ κλέπτην δηλοῦσι.
16
Ps. Pol. ἅμα καὶ εὐμήκης θυμικὸν ἄνδρα καὶ μεγάλαυχον καὶ αὐθάδη σημαίνει· ὁ δὲ μήκους μετρίως καὶ πάχους μετρίως ἔχων, ἔτι δὲ εὐπαγὴς καὶ ἰσχυρὸς [ ὁ] τράχηλος σημαίνει ἰσχυρόν, εὐ- μαθῆ καὶ εὐφυῆ πρὸς ἀρετὴν ἄνδρα. ὁ δὲ τοιοῦτος τράχηλος ἐνίοτε καὶ ἀσθενῆ καὶ πανοῦργον καὶ κακομήχανον σημαίνει
ἄνδρα. ὅσοις δὲ ὁ τοάχηλος τοῖς νεύροις κατατείνεται, κακοὶ οἱ τοιοῦτοι. [p. 260] εἰ δὲ καὶ ἄλλα συμβαίνουσι, μωραίνουσι καὶ μανίας οἱ ἄνδρες ἐπιλαμβάνονται. καὶ οἱ μεγάλα δὲ ἀγγεῖα πεπλεγμένα περὶ τὸν τράχηλον ἔχοντες ἐμφανῆ σκαιοί· οἱ δὲ παχεῖαν καὶ εὐφυῆ τὴν σάρκα τοῦ τραχήλου ἔχοντες .... δειλοὶ 17 Ps. Pol. ἄνδρες. ὅσοις δὲ τῶν ἐπαυχενίων σπονδύλων τραχέων ὄντων πολὺ τῶν ἄλλων .... εἰσὶ τραχύτεροι ἄνδρες. [p. 261] οἱ δὲ σκληροὶ τράχηλοι ἀμαθεῖς ἄνδρας σημαίνουσιν· οἱ δὲ ὑγροὶ τράχηλοι ἄνδρας εὐμαθεῖς σημαίνουσι· τραχὺς αὐχὴν ὥσπερ λοφιὰ ἀμαθῆ σὺν ὕβρει τὸν ἔχοντα μαρτυρεῖ· τράχηλος πεπηγὼς ἀκλινὴς κακόν, αὐθάδη καὶ ἀμαθῆ ἄνδρα μαρτυρεῖ. τράχηλοι δὲ ἀκλινεῖς γίνονται διὰ μωρίαν, οἷς καὶ τὰ ἄλλα σημεῖα συμβαίνει. [p.262] ἄλλοι δὲ ἀκλινεῖς τραχήλους ἔχοντες 18 Ps. Pol. οἰακίζουσιν αὐτοὺς καὶ τείνουσι τέχναις καὶ πόνοις μεγάλοις πάνυ κεκλασμένους ὄντας· οὗτοι δὲ ἀνδρόγυνοι ὄντες διορθοῦσιν αὐτούς, φαντάζονται δὲ τὴν ἀναίδειαν ἀποκρύπτειν καὶ ἀκολασίαν, κατηγοροῦσι δὲ αὐτῶν χειλῶν σπασνμὸς καὶ
ὀφθαλμῶν παρατροπὴ καὶ ποδῶν παραφορὰ καὶ ὀσφύων κίνησις καὶ χειρῶν ἄλυς καὶ φωνῆς κραυγή. [p. 263] καὶ οἱ τράχηλοι αὐτῶν οὐ διαρκῶς πεπηγμένοι εἶναι δύνανται, ἀλλʼ ὑποτρέμουσιν ἅτε τῆς τάσεως αὐτῶν βιαζομένης. κλάσις δὲ τραχήλου ἀνδρόγυνον δηλοῖ, εἰ καὶ τὰ ἄλλα συντρέχει 19 Pu. Pol. σημεῖα· τὸ δὲ αὔταρκες ἀρίστου ἀνδρὸς σημεῖον. ἄνω ἐσταλμένος τράχηλος ὑβριστοῦ, ἀνοήτου καὶ ὑποχαύνου ἀνδρὸς σημεῖον, εἰ μὴ ἄρα διὰ μαλακίαν αὐτὸ ποιεῖ. ὁ δὲ ἐπι- κεκυφὼς τράχηλος μωροῦ ἀνδρὸς κατηγόρημα, οὗτος δέ ποτε καὶ φροντιστὴν δηλοῖ καὶ φειδωλὸν καὶ κακοήθη καὶ μὴ
ἔχοντα [p. 264] ἁπλότητα μηδὲ εὐθυμίαν μηδὲ πραότητα. τράχηλος εἰς τὰ δεξιὰ βλέπων κοσμίου καὶ σώφρονος καὶ φροντιστοῦ ἀνδρός, εἰ δὲ εἰς τὰ ἀριστερά, ἀνοήτου. εἰ δὲ εἰς τῶν ἄλλων μερῶν οἷον δή ποτε ὁ τράχηλος βλέπει, οὐκ ἀγαθὸν τὸ σημεῖον· βέβλαπται γὰρ ὁ ἀνὴρ τὰς φρένας.
20
ρον καὶ [p.265] πρόγλωσσον ἄνδρα σημαίνει. εἰ δὲ εἷς τῶν τοῦ βρόγχου σπονδύλων ἐξέχοι, κουφόνουν ἄνδρα λέγει, εἰς δὲ γλῶσ- σαν τοῦτον οὐκ εἶναι θρασύν. οἱ ἔσωθεν σπόνδυλοι ὄντες ἁδροὶ καὶ ὑπότοποι τοῦ φάρυγγος δυσοργήτους, ἀνιαροὺς συμπότας δηλοῦσιν ἄνδρας.
ἐπίβουλοι· καὶ γὰρ οἱ ὄφεις τοιοῦτοί εἰσι. γένυσιν ἐὰν τοῖς σπανοῖς στρογγύλον σχῆμα ἀναφαίνῃ, ἄνανδρον καὶ γυναικώδη τὸ σημεῖον λέγει. γένυς κατὰ τὸ ἄκρον ἐσχισμένη, ὡς δικό- ρυφος γενέσθαι, εἰ μὲν ἐπὶ πολὺ τὸ σχίσμα, δολερὸν ἄνδρα σημαίνει· εἰ δὲ αὔταρκες τὸ [p. 258] σχίσμα τοῦ γενείου ἐστίν,
εἰς ἀφροδίτην καὶ χάριτας φέρει τὸ σημεῖον.
Ps. Pol. μεγαλόνοιαν καὶ ἀνδρείαν δηλοῦσι· τῶν γὰρ λεόντων τοιαῦτα τὰ χείλη. τὰ γὰρ λεπτὰ χείλη ἐπὶ τὸ μεῖζον αὐτῶν στόμα ἐπιτείνεται. εἰ δὲ ἐπὶ μικροῖς στόμασι λεπτά εἰσι χείλη, δειλόν, ἄνανδρον καὶ δολερὸν σημαίνουσιν.
μαλὸν . . . . . δειλίας καὶ παλιμβουλίας σημεῖον. μικρὸν στόμα γυναικεῖον ἦθος τοῦ ἀνδρὸς κατηγορεῖ, μεῖζον δὲ στόμα ἀνδρείου σημεῖον. ἡ δὲ ἐπὶ πολὺ ἀνατομὴ τοῦ στό- 23 Ps. Pol. ματος πάνυ βορόν, ὠμόφρονα καὶ ἀνόσιον ἄνδρα δηλοῖ. τοιαῦτα γὰρ τὰ τῶν κητῶν [p. 251] στόματα. ὅσοις κατὰ τοὺς κυνόδοντας κορυφοῦνται τὰ χείλη, κακόθυμοι ἄνδρες, ὑβρι- σταί, κράκται, ἐπεσβόλοι. τοιαῦτα γὰρ τὰ τῶν κυνῶν στόματα. ὅσοις δὲ τὸ στόμα πρόκειται ἐπὶ πολὺ τά 〈τε〉 χείλη εἰσὶ
παχέα καὶ στρογγύλα καὶ ἀνεστραμμένα εἰς τὸ ἔξω ὡς χοίρων τούτων τὰ ἤθη καὶ τὰ ἔργα. τῷ ἐπιβεβλῆσθαι ἐμ- φρονέστερον. εἰ δὲ τὸ κάτω χεῖλος προέχει, ἄκακα μὲν τὰ ἤθη, ματαιότερα δὲ ὡς ἐπὶ πολὺ καὶ χυδαιότερα. στόμα μικρὸν προέχον ἔξω κακοήθη ἄνδρα καὶ ἐπίβουλον σημαίνει. στόμα
24 Ps Pol. κοῖλον καὶ ἔμβοθρον φθονερόν, κακοήθη καὶ ἀκό- λαστον ἄνδρα σημαίνει.
χθαμαλὸν μιαρὸν ἄνδρα δηλοῖ. ῥινὸς τὸ ἄκρον ἁδρὸν καὶ ἀμβλύ καὶ στρογγύλον καὶ καρτερὸν ἀνδρείου καὶ μεγαλοψύχου ἀνδρὸς τὸ σημεῖον· ὥσπερ λεόντων γὰρ τὸ σημεῖον καὶ κυνῶν τῶν γενναίων. ῥὶς μακρὰ καὶ λεπτὴ ὀρνιθῶδες. τὰ τοιαῦτα γὰρ καὶ τὰ τοῦ ἀνδρὸς ἤθη. τῆς ῥινὸς τὸ πρὸς τὸ μετῶ-
πον εἰ διήρθρωται, καλὸν καὶ ἀνδρεῖον καὶ συνετὸν ἄνδρα 25 Ps. Pol. σημαίνει· τὸ δὲ ἐναντίον τούτου θηλυδρίαν καὶ ἀμαθέ-
στερον σημαίνει ἄνδρα. εὐθύτης [p. 242] ῥινὸς γλώττης ἀκρα- σίαν τινὰ λέγει ῥὶς ἡ μείζων καλλίονα δηλοῖ ἄνδρα. εἰ δὲ πάνυ μικρά, κλέπτου καὶ παλιμβούλου κατήγορος ἀνδρός ἐστιν. οἱ δὲ γρυπὴν ῥῖνα ἔχοντες μεγαλόνοες ἄνδρες. οἱ δὲ σιμοὶ λάγνοι καὶ μοιχοὶ ἄνδρες. μυκτῆρας ἀνεῳγμένους βριαροὺς
οἱ ἔχοντες θυμώδεις καὶ δυνατοί, ὥσπερ ἐπὶ τῶν ταύρων καὶ τῶν λεόντων. οἱ δὲ πεφραγμένοι μωροὺς δηλοῦσιν. σκολιαὶ πάνυ ῥῖνες σκολιὰ καὶ τὰ νοήματα [ p. 243] καὶ τὰ ἐνθυμήματα τῶν ἀνδρῶν ὡς ἐπὶ τὸ πολὺ δηλοῦσιν.
περιφερὲς ἀναίσθητον καὶ ἀναίσχυντον ἄνδρα σημαίνει. μέτω- πον | p. 188] τραχὺ οὐκ ἀγαθὸν ἄνδρα δηλοῖ. μέτωπον ὅσπερ λόφους καὶ ὀρύγματα ἔχον ἐν ἑαυτῷ πανοῦργον καὶ ἄπιστον ἄνδρα κατηγορεῖ, ἐνίοτε δὲ καὶ μωρὸν καὶ μανιώδη, ἤν καὶ τῶν 27 Ps. Pol. ἄλλων ἔχει σημεῖα. μέτωπον τετράγωνον καλὸν ση-
μεῖον κατὰ λόγον τοῦ ἄλλου εἴδους· ἄριστον γὰρ καὶ συνετὸν καὶ μεγαλόνουν καὶ ἀνδρεῖον σημαίνει. μέτωπον κατηρεφὲς αὐθάδη ἄνδρα [p. 189] δηλοῖ· μέτωπον πάνυ τεταμένον ἀμέρινμνον ἄνδρα σημαίνει. μέτωπον ῥυσὸν φροντιστὴν δηλοῖ.
φλυγίαν τοῦ ἀνδρὸς κατηγοροῦσι. παρειαὶ λεπταὶ πάνυ κακο- ήθειαν [ p. 247] καὶ πανουργίαν τοῦ ἀνδρὸς κατηγοροῦσι. παχεῖαι γνάθοι ἐάν εἰσι διεστηκότες τῶν ὀφθαλμῶν βάσκανον ἄνδρα δηλοῦσι. παρειαὶ στρογγύλαι δόλιον ἦθος δηλοῦσι τὸν ἄνδρα 28
Pc. Pol. ἔχειν, παρειαὶ μακραὶ φλύαρον καὶ ματαιολόγον ἄνδρα δηλοῦσι.
ρίαν καὶ ἀμαθίαν τοῦ ἀνδρὸς κατηγορεῖ. εἰς γὰρ τὸ πρόσωπον μάλιστα ἐπιφαίνεται μεγαλοπρέπειά τε καὶ ἀνε- λευθερία καὶ εὐήθεια καὶ κακοήθεια. ἔστι γὰρ καὶ ἀνιαρὸν πρόσωπον καὶ σπουδῆς πλῆρες καὶ παιδιᾶς καὶ εὐβουλίας καὶ ἀμειδὲς καὶ ὀδυρτικὸν καὶ ὑπνηλὸν καὶ ἐγρήγορον, καὶ 29 Ps. Pol. τὰ ἄλλα ὡς ἕκαστα ἔχει φύσεως καλῆς ἢ φαύλης
φαίνεται πάνυ, καὶ ὁποῖον πάθος προσέοικε τούτῳ πρὸς [p. 249] φυσιογνωμονεῖν. καὶ περὶ παρειῶν εἴρηται ἀνωτέρω, ἀλλὰ καὶ αὖθις εἰρήσεται. παρειῶν σπασμοὶ καὶ προσώπων, εἰ μὲν ἐπὶ στυγναῖς ὄψεσιν εἶεν, μωρίαν δηλοῦσιν, εἰ δὲ ἐπὶ φαιδραῖς, μοιχείαν κατηγοροῦσι τοῦ ἀνδρός.
Ps. Pol. ἀνδρεῖον καὶ καλὸν μαρτυροῦσι τὸν ἄνδρα. ὦτα δια- γεγλυμμένα συνετὸν ἄνδρα δηλοῦσιν· ὦτα ἀδιάγλυφα καὶ στρογγύλα εἰ καὶ λίαν εἰσίν, ἀμαθῆ δηλοῦσιν. ὦτα στενὰ καὶ μακρὰ βάσκανον καὶ κακοήθη ἄνδρα κατηγοροῦσι.
κατηγορεῖ καὶ ἀσύνετον, κεφαλὴ μείζων τῆς συμμέτρου . . . ....[p. 179] εὐαίσθητον μέν, ἀνδρεῖον δὲ καὶ ἀνελεύθερον ἄνδρα κατηγορεῖ· κεφαλὴ πάνυ μεγάλη δυσαίσθητον καὶ σφόδρα ἀμαθῆ ἄνδρα δηλοῖ. λοξότης κεφαλῆς ἀναίδειαν τοῦ ἀνδρὸς κατηγορεῖ. οἱ πάνυ ὑψηλὰς κεφαλὰς ἔχοντες 31 Ps. Pol. αὐθάδεις ἄνδρες· οἱ τὰ ὄπισθεν τῶν κεφαλῶν τα- πεινὰ ἔχοντες ἄψυχοι ἄνδρες εἰσίν. ὅσοι δὲ τὰ [p. 180] παρʼ ἑκάτερα τῆς κεφαλῆς κοῖλα ἔχουσι, δολεροὶ καὶ παλίγκοτοι. κεφαλὴ μέση χθαμαλὴ ἠρένμα εὖ μεγέθους ἔχουσα καὶ ὀρθό- τητος καλλίων ἐστὶ πασῶν τῶν κεφαλῶν εἴς τε εὐαισθησίαν καὶ μεγαλόνοιαν.
[p. 182] σαρκὶ λαγαρᾷ, προγάστορες, ἁπλοϊκοί, θυμώδεις, ὀλιγόβουλοι, θερμοὶ καὶ δυσμαθεῖς. . . . . . . . . . . . . . . πολυ- γνώμονες, κουφόνοες, ψεῦσται, κερδαλέοι, ἐπίκλοπα νοήματα ἔχοντες. ἧσσον δὲ καὶ μᾶλλον ἑκάτεροι αὐτῶν ἕκαστον τούτων 33 Ps. Pol. ἔχοντες ὅσον προσεχεῖς ἀλλήλοις εἰσὶν ἢ πάλιν δια- στήματι πλείονι κεχωρισμένοι τῆς μεσημβρίας ἢ τῆς ἄρκτου. τὰ δὲ μέσα τῆς οἰκήσεως μέσην ἔχει τὴν ἰδέαν καὶ [p. 183] συμμιγῆ τά τε σημεῖα καὶ τὰς γνώμας. οἱ δὲ ἑῷοι καὶ ἑσπέριοι, καθὰ μεσημβρινώτεροί εἰσιν, αὐτοὶ ἐν αὑτοῖς διαφέρουσιν·
ἔχουσι γὰρ διαφορὰν Λίβυες οἱ τὰ ἄκρα τῆς Λιβύης τὰ ἑσπέρια νεμόμενοι [p. 184] καὶ Ἰβήρων οἱ εἰς τὴν ἔξω θάλασ- σαν καθήκοντες· καίτοι ἀμφότεροι 〈ἑσπέριοί〉 εἰσιν· ἀλλʼ οἱ μὲν Λίβυες Αἰθίοψιν ὅμοιοι, οἱ δὲ Ἰβηρες Κελτοῖς· ὡς γὰρ 34 Ps. Pol. ἐν βραχεῖ δηλώσω, ἡ μὲν μεσημβρία ξηρότητι καὶ θερ- μότητι ὡς ἐπὶ τὸ πλεῖστον κέκραται, ἡ δὲ ἄρκτος ὑγρότητι καὶ
ψυχρότητι· τὰ δὲ ἄλλα χωρία, καθόσον τούτων ἑκατέρᾳ πλη- σιάζει, καὶ τῆς κράσεως μεταλαμβάνει καὶ φύει τά τε ἄλλα καὶ ἀνθρώπους κατὰ λόγον τῆς οἰκείας κράσεως τά τε εἴδη καὶ τὰ ἤθη παρεχομένους, πλὴν ἡ αἰτία τοῦ ποικίλους [p. 185] εἶναι πολλοὺς λέληθε τὸ πολλοὺς ἀπὸ ἄλλων ἐθνῶν εἰς ἕτερα
μετελθόντας κατοικῆσαι.
[p. 1867] χρῶμα δειλόν, γασωίμαργον, ὀργίλον, γλωσσαλγῆ ἄνδρα σημαίνει· τὸ δὲ φλογῶδες χρῶμα σημαίνει τὸν ἄνδρα κατήγορον 37 Ps. Pol. εἶναι· τὸ πράως ἐρυθρὸν εὐφυῆ καὶ ὀξυκίνητον καὶ εὐμαθῆ ἄνδρα κατηγορεῖ. ταῦτα μὲν περὶ παντὸς τοῦ σώματος.
τῶν ἀγρίων ζώων τὰ πλείονα, τὰ δὲ ἥμερα μελανόμματά που εὑρήσεις. τῶν δὲ γλαυκῶν τὸ μὲν λίαν λευκὸν δειλόν, τὸ δὲ χολῶδες ἄγροικον ἄνδρα δηλοῖ· τὸ δὲ ταῖς ἐλαίαις κατὰ τὴν χροιάν ὅμοιον δυνατὸν ἄνδρα δηλοῖ. τοῦ γε μὴν μέ- 40
Ps. Pol. λανος τὸ μὲν πάνυ μέλαν δειλόν τε καὶ δολερόν, τὸ δὲ ὑπόξανθον ἰσχυρόν τε καὶ μεγαλόψυχον. τὰ μαρμαρύσ- σοντα ὄμματα. . . . . . ἀλλοχροίας [p. 238] ἔχοντα χαίροντα ἄνδρα εἰς κλεψοσύνας σημαίνει.
μέσον τῶν τριχῶν ἐπαινετὸν σημεῖον. μαλακαῖς δὲ πάνυ 42
Ps. Pol. θριξὶ τετριχῶσθαι γυναικεῖον δηλοῖ τὸ ἦθος. οὐ μὴν ἀλλὰ καὶ πάνυ σκληραὶ τρίχες οὐκ ἀγαθόν· ἀγριότητα γὰρ τοῦ ἀνδρὸς κατηγοροῦσι. τὸ δὲ μέσον [p. 191] τούτων ἀρίστου ἀνδρὸς σημεῖον. μέλαινα κόμη δειλὸν καὶ πολυκερδῆ δηλοῖ, ἡ δὲ ξανθὴ καὶ ὑπόλευκος, ὁποία Σκυθῶν, σκαιότητα δηλοῖ
ἤγουν κακότητα καὶ ἀγριότητα, τὸ δὲ πράως ὑπόξανθον εἰς εὐμάθειαν καὶ ἡμερότητα καὶ εὐτυχίαν τείνει. πυρρότης δὲ 43 Ps. Pol. ἄκρατος κατὰ τὸ τῆς ῥοιᾶς ἄνθος οὐκ ἀγαθοῦ ἀνδρὸς τὸ σημεῖον, ὡς ἐπιπλεῖστον γὰρ αὐτῶν τὰ ἤθη ἐστὶ θηριώδη.
σκέλη τετριχωμένα πάνυ θριξὶ πυκναῖς καὶ [p. 192] μεγάλαις δυσμαθῆ καὶ ἀγριώτερον σημαίνουσιν. ὅσοι δὲ ὀσφύας καὶ μηροὺς τῶν ἄλλων χωρὶς μελῶν πολύτριχές εἰσι, λάγνοι ἄν- δρες εἰσί. γαστὴρ καὶ στῆθος ἐπὶ πολὺ ἐὰν κομᾷ, κουφό- 44 Ps. Pol. νουν τὸν ἄνδρα καὶ ἀλλοπρόσαλλον εἶναι καὶ ἀσελγῆ
δηλοῦσι. στέρνα δὲ αὐτὰ καθʼ ἑαυτὰ τετριχωμένα θριξὶ δασείαις θερμοβούλους καὶ εὐψύχους ἄνδρας σημαίνει. εἰ δὲ ὤμους καὶ μετάφρενα τετριχωμένα ἴδῃς, παρείκαζε τούτους τοῖς ὀρνέοις ἐν ταῖς ψυχαῖς· ὡς ὑψηλὰ [p. 193] γὰρ τὰ νοή- ματα καὶ σταθερὰ δείκνυται αὐτῶν τὰ βουλεύματα. τὸ δὲ πᾶν
σῶμα δασυτριχὲς τριχὶ στερεᾷ καὶ καταπύκνῳ βοώδη ἄνδρα 45 Ps. Pol. δηλοῖ.......καὶ τοῦ μετώπου δὲ εἰ ἡ εἰς τὸ μέσον ἐπικαταβαίνουσα ῥῖνα τετρίχωται, τὰ δὲ ἑκατέρωθεν οὐ, μεγα- λοψυχίας καὶ πλήρης δυνάμεώς [p. 194] ἐστι. τρίχες ὀρθαὶ
ἑστῶσαι δειλίαν καὶ κακομηχανίαν τοῦ ἀνδρὸς σημαίνουσιν. ὅσοις τῶν ὀφρύων τὰ μὲν πρὸς τὴν ῥῖνα κάτω νεύει, τὰ 46 Ps. Pol. δὲ ἐφʼ ἑκάτερα εἰς τοὺς κροτάφους χωρεῖ, τούτους εἰς τοὺς χοίρους εἴκαζε. τοιοῦτοι γὰρ τῇ γνώμῃ καὶ τῇ ψυχῇ
ὑπάρχουσιν. οἱ δὲ σφόδρα συνόφρυες ἀνιαροί· πρέπει γὰρ αὐτοῖς ἡ λύπη.
ἄπνοον, φροντιστοῦ ὑπάρχει ἀνδρός, τὸ δὲ ποταπὴ ἡ φροντίς, παρὰ τῶν ὀφθαλμῶν μάθε τὸ ἀκριβές. εἰ δὲ [p. 244] ἀτρεμὲς ᾖ καὶ ἐπὶ πολὺ ἀθρόως ἐπίῃ, ὥσπερ καὶ παλιρροίας καὶ πλημμυ- 48 Ps. Pol. ρίδος, λύπῃ τινὶ συνέχεται. εἰ δὲ κεφαλῆς ἄμα ἐπι- κινουμένης ἐπιστενάζει, μετανοεῖν ἔοικε κακόν τι ποιῶν ἢ ἰδών. ἐὰν δεδορκὼς τοῖς ὀφθαλμοῖς, ταῦτα προβουλεύει κακὰ μᾶλλον
ἢ μετανοεῖ. πνεῦμα ἰὸν σχολῇ καὶ ἀκτυπὶ χωροῦν τὴν γνώ- μην καλῶς ἔχειν [p. 245] δηλοῖ. ὅταν δὲ ὑποβρύχῃ καὶ μεγάλα ἀναπνεῖ, ἀγριότητα καὶ οἰνοφλυγίαν δηλοῖ. ὁπόσοις 49 Ps. Pol. δὲ τὰ ἄσθματα ἀεὶ καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι, παντεπίθυμοι, παντολόγοι οἱ τοιοῦτοι ἄνδρες ὑπάρχουσιν. ὅσοι δὲ ὑψηλὸν ἐμπνέουσι
καὶ αὐτοῖς πυκνόν τε καὶ ἐλαφρὸν τὸ πνεῦμα ἐν ταῖς ῥισὶν ἐμπνεῖ, [ p. 246 ] δειλία καὶ ἀθυμία ἐν τούτοις ἐστί· γίνονται δὲ ἀνδρόγυνοι, ὅταν τἄλλα σημεῖα τούτοις συμμαρτυρῇ.
51 Ps. Pol. φθέγμα ποικιλίας σημεῖόν ἐστιν. εἰ δὲ ὀξὺ καὶ μαλακὸν καὶ εὐκαμπὲς φθέγγοιτο, ἀνδρογύνου ἐστὶ σημεῖον. ὅσοι δὲ κοῖλον βοῶσι καὶ ἀκαμπὲς ἠχοῦσι, γενναῖα τούτοις τὰ ἤθη καὶ μεγαλόνοια τούτους κοσμεῖ καὶ δικαιότης. ὅσοι δὲ μαλα-
κόν [p. 254] τε καὶ βαρὺ φθέγγονται, ἀγαθὰ καὶ τούτοις τὰ νοήματά εἰσιν. οἱ δὲ κλαγγηδὸν ἐκβοῶντες ὀξύ τε καὶ ὀρνί- θειον οὗτοι μάταιοι καὶ χαῦνα καὶ ὑψηλὰ νοοῦντες. ἀσθενὴς 52 Ps. Pol. δὲ φωνὴ καὶ ἅμα ὑποκλαίουσα φιλοκερδῆ καὶ λυπηρὸν
καὶ ἐν πᾶσιν ὑπονοούμενον σημαίνει. ὅσοι δὲ ἐν ῥινὶ φθέγγον- ται, ψευδεῖς, κακοήθεις, φθονεροί, δεινοὶ εἰς [ p. 255] βλάβην ἄλλων. 〈σφοδρὸν〉 καὶ ὑπόσαθρον φθέγγεσθαι ὀργίλον, βίαιον, ἄνομον καὶ μισάνθρωπον δηλοῖ. ὀξὺ δὲ καὶ ἀσθενὲς δει- λίας καὶ βασκανίας σημεῖον, ταχὺ δὲ ἀβούλευτον καὶ ἀνόητον
53 Ps. Pol. δηλοῖ. τὸ βραχὺ φθέγγεσθαι ἀργίας καὶ δειλίας σημεῖον. οἱ χαλεπῶς φθεγγόμενοι κακοί, ἀνόητοι ὡς ἐπὶ τὸ πολύ εἰσιν. εἰ δέ τι ἄλλο, καὶ φωνὴν πρὸς τῶν ἄλλων ζώων ἕκαστον,
ᾧ τις ὅμοια φθέγγοιτο, ἀναφέρειν χρὴ [ἕκαστον] καὶ διαιρεῖν [p. 256 ] εἰς τὸ ὅμοιον ἦθος. καὶ γὰρ χοίρων καὶ πιθή- κων καὶ ὄνων καὶ ἵππων τινὲς καὶ ἄρκων καὶ προβάτων καὶ ἄλλῳ ζῴῳ ὁμοίας φωνὰς ἀφιᾶσιν. εἰδέναι δὴ λοιπὸν 54 Ps. Pol. καθόλου προσήκει, ὡς ἐν κινήσει καὶ φωνῇ καὶ χροιᾷ καὶ μεγέθει καὶ μελῶν ἁρμονίᾳ τὸ μέσον τούτων εὔχρη- στον, ὡς τὸ πολύ, τὸ δὲ ἐναντίον βαρὺ ὑπάρχει.
55 Ps. Pol. γάλα, κόμη σκληρά, κοιλία πλατεῖα κοίλη, ὦμοι καρτεροί,
ὠμοπλάται εὐρεῖς διεστηκότες, στέρνα ῥωμαλέα [p.283] καὶ μετά- φρενα, ἰσχία σκληρά, σκέλη σαρκώδη, περὶ τὰ σφυρὰ καρτερία, πόδες ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρόν, ὀφθαλμοὶ οὐ μεγάλοι οὐδὲ ἀνεῳγμένοι οὐδὲ πάλιν ἐσφαλισμένοι, ὀφρύες οὐ τεταμέναι, μέτωπον τέλειον οὐ μήν γε ὀλίγον, φωνὴ 56 Ps. Pol. ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές. τοιοῦτος
μὲν ὁ εὔψυχος καὶ καρτερικὸς καὶ ταῦτα αὐτοῦ τὰ σημεῖα.
ὀσφὺς μακρά, στέρνα ἀσθενῆ, χεῖρες μακραί, φωνὴ λιγυρὰ μαλακή. ταῦτα ὑπάρχουσι σημεῖα δειλοῦ.
εὖ μεγέθους ἔχοντα λευκὸν ὑπέρυθρον, οὐ πάνυ οὖλον οὐδὲ εὐθύτριχον, τὸ πᾶν σῶμα ὄρθιον, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία ἁπαλή, σκέλη καὶ μηροὶ εὐτραφεῖς, σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι ἁπλοῖ εὐμήκεις διεστῶτες ἀπʼ ἀλλήλων, ἐπηρμένα πρόσωπα 58 Ps. Pol. καὶ σαρκώδη, οὐ [p.286] μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς ἦθος γεγηθός.
παχύπους, παχύρριν, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρ- ρὸς τὴν χροιάν, τὴν φωνὴν ὀξύς.
σαρκῶδες καὶ τὸ πᾶν πρόσωπον σαρκωδέστερον, τὸ δὲ εἶδος [p. 289] ὑπνηλόν, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς, οὐ δεδορκότες, κίνησις σχολαία, φωνὴ ἠπία.
63 Ps. Pol. ὠχρός, ἰσχνός, τραχὺ καὶ ξηρὸν βλέπων, ῥυτιδῶδες μέτωπον ἔχων, φθέγγεται σφοδρόν, εὐθύθριξ, μελάνθριξ, ἐν τῷ ἀσθμαίνειν χεῖρας συγκροτεῖν ἢ ἀνατρίβειν καὶ πολλάκις πόδας ἐπιρρήσσειν.
ὑφειμένην, βαίνει εὐστρόφως καὶ κινεῖται τὰ πάντα εὐρύθμως.
ταχὺ περιπατεῖν, ἐγκεκυφότα, ταχύφωνον, ὀξύφωνον, τὴν χροιὰν ὑποφοινίσσοντα.
αἰγῶν ἀγρίων καὶ προβάτων, ἔτι δὲ καὶ ἵππων καὶ ὄνων καὶ ὅσα τοιαῦτα· 〈ἐοικότα〉 εἴδη ἔχει, ὅμως τὰ μὲν ἥμερα πραότερα καὶ λειότερα καὶ ἠπιώτερα, τὰ δὲ ἄγρια ξηρότερα 68 Ps. Pol. καὶ τραχύτερα καὶ σφοδρότερα. καὶ τὸ νοοῦν αὐτῶν τοῖς εἴδεσιν ἀκόλουθον. καὶ ἐπὶ ἀνθρώπων τοίνυν οὕτω χρὴ διαιρεῖν· τὸ γὰρ διπλοῦν τοῦτο τῆς ἰδέας ἐν ἀνθρώποις
[ p. 296] φαίνεται καθʼ ἕκαστα τῶν σημείων. δίκαιοι 〈γὰρ ἀπὸ τῶν αὐτῶν σημείων〉 γίνονται. ἄλλοι μὲν ἀγριώτερα τὰ ἤθη ἔχουσιν, ἄλλοι δὲ ἡμερώτερα. καὶ σώφρονες καὶ 69 Ps. Pol. ἀνδρεῖοι ὁμοίως. τὸ δὲ διάφορον τῶν σημείων τραχύ- τητι 〈καὶ λειότητι〉 καὶ σκληρότητι καὶ μαλακίᾳ καὶ ἀναιδείᾳ
καὶ πραότητι· καὶ τὸ ὑγρόν τε καὶ ξηρὸν διαιρετέον. οὕτως καὶ ἐπὶ ἀδικίας καὶ ἀκολασίας 〈ἔχει〉· καὶ ἐν τούτοις γὰρ τοῖς σημείοις τὸ ἥμερόν τε καὶ ἄγριον προσπεφυκὸς [ἔχει] τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιωτέραν δικαιο- 70 Ps. Pol. σύνην λέγε. καὶ ἐν [p.297] τοῖς ἀνδρογύνοις οἱ μὲν πολλοὶ ἄγριοι, οἱ δὲ ἕτεροι τιθασσοί εἰσι. καὶ τούτων οὐκ ὄντων τῶν σημείων ἕτερα διαιρεῖσθαι σημεῖα μόνα οἷς εἶπον.
αὐχένα καὶ τράχηλον στρογγύλον, κροτάφους 〈γλαφυρούς〉, μέτωπον στενὸν τραχύ, ὀφθαλμοὺς σκοτεινοὺς μικροὺς ξηροὺς 71
Ps. Pol. κοίλους ὑπορρέοντας ἀτενεῖς, [p. 298] παρειὰς στενὰς ἐπιμήκεις, γένειον μακρόν, στόμα ἄθυρον ἄκλειστον ὡς διε- σχισμένον περίνμηκες, τὸ πρόσωπον ὡς διερρωγὸς φέρει, κυρτός, προγάστωρ, παχυσκελής, ποδῶν καὶ χειρῶν ἄρθρα περιμήκη παχέα καὶ σκληρά, ὑπόχλωρος, κυλοιδιῶν ὥσπερ
ὕπνου ἢ κραιπάλης πλήρης, φωνὴ βληχώδης ἀχρεία μικρὰ θρασεῖα.
τε καὶ καθʼ ἕκαστον μέρος ὄντων σημείων ταῖς μίξεσιν αὐτῶν καὶ ταῖς δυνάμεσιν ἄλλοις τε πρὸς ἄλλο πειθόμενός τε καὶ ἀπιστῶν τεκμαίρου ἀσφαλεστάτην εὑρίσκων τὴν ἐπιστήγμην.
Physiognomonica (Epitome Adamantiana). Pseudo-Polemon. ed. Richard Foerster. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.