γνωμονεῖν ἐστι καὶ πολλὰ καὶ μεγάλα τοὺς μαθόντας ὠφελοῦν· οὔτε [ p. 170] γὰρ παρακαταθήκην δοίη τις ἂν οὔτε γαμετὴν ἑαυτοῦ πιστεύσειεν ἢ διόλου τι κειμήλιον, οὐδεμὴν φιλίας τινὸς κοινωνήσειέ τινι ἢ ἀσελγείας ἢ ἀπιστίας ἢ ἄλλης κα- κουργίας σημεῖον φέροντι. πάντων ὡς ἔπος εἰπεῖν ἀνθρώπων
ὥσπερ ἔκ τινος ἀμεταπταίστου ἢ θεοπέμπτου καὶ ὀξυτάτης 1 Ps. Pol. μαντείας τῶν συγγνωριζομένων ἦθός τε καὶ βίου πρό- 2 θεσιν [ p. 1 71 | διὰ τούτων δεικνύντων, ὡς φυσιογνωμονη- θήσεται μὲν τὰς τῶν χρηστῶν φιλίας αἱρεῖσθαι, τὰς δὲ τῶν πονηρῶν κακίας φυλάττεσθαι ὑποτομαῖς ἐν τοῖς μεγίστοις ἡ
τῶν μεγίστων ἐπίσκεψις ὠφελεῖν εἴωθε τοὺς εἰδότας, δῆλον ὡς πάσῃ σπουδῇ τὴν τέχνην ἐκμανθάνειν προσήκει.
ται. ἔστι δὲ καὶ κατὰ γένη ἀνθρώπων φυσιογνωμονία· πολλὰ γὰρ ἐπίκοινα σημεῖα κατὰ ἔθνος ἕκαστον καὶ πολλὰ ἑκάστου εἰπεῖν σημεῖα ῥᾳδίως |p. 173] καὶ οὐκ ἐκ τῶν κατὰ ἄνδρας σημείων· καὶ τάδε εἰρήσεται· ὅ τι γὰρ ἑνὶ ἑκάστῳ σημεῖον ἕκαστον δύναται, τοῦτο καὶ τοῖς πλείοσι τὸ αὐτὸ δύναται. τῶν
ἐθνῶν δὲ τὰ μὲν ἐπίκοινα σημεῖα, ἐξ ὧν τὸ γένος ἅπαν φυσιογνωμονεῖται, οὐ μόνον . . . καὶ Αἰθίοψιν, ἀλλὰ καὶ Σκύθαις καὶ τοῖς ἄλλοις ἀνθρώποις κατὰ γένη, ὡς καὶ ἐν ὑστέρῳ λεχθήσεται, ἰδίᾳ δὲ ἀνδρὶ ἑκάστῳ μεγάλα τὰ διάφορα [ p. 174] τῶν σημείων. καὶ γὰρ δεῖ γνῶναι μᾶλλον κατὰ ἄνδρα
4
Ps. Pol. ἰδίᾳ διαφέρειν ἢ κοινῶς κατὰ ἔθνος. οὕτω τὸ κατὰ ἄνδρα φυσιογνωμονεῖν ἀκραιφνέστατον καὶ ἀτρεκέστατον.
ἀπεργάζονται ἐν τῇ τέχνῃ· τὰ γὰρ πολλὰ ἤθη καὶ [ p. 175] βουλεύματα τῶν ἀνθρώπων ἐκ τῆς μίξεως τῶν σημείων κατανοεῖται. συμβαίνει δὲ καὶ μετάστασιν γενέσθαι τισὶ τοῦ 5 Ps Pol. εἴδους παρὰ τὸ καθεστηκὸς χαίρουσιν ἢ λυπουμένοις
ἢ θυμωθεῖσιν ἢ φοβουνμένοις ἢ ἐπὶ νηστείᾳ ἢ ἐπὶ πλησμονῇ ἢ τινι ἐπιθυμίᾳ ἢ σκεπτομένοις ἢ ὁρῶσιν ἢ ἀκούουσιν. καὶ πᾶν μὲν ἐν ταῖς τοιαύταις συντυχίαις οὐ τρέπεται τὸ εἶδος, ἀλλὰ 〈ἔστιν ἃ〈E καὶ ἀκίνητα μένει τῶν σημείων. ὁπόσα δὲ καὶ μεθίσταται, οὐκ ἴσον πᾶσι [ p. 176 | μεταστή-
σεται, ἀλλὰ τῆς οἰκείας φύσεως ἑκάστῳ ἐγγύς. χρὴ δὲ ἐν- νοεῖν, ὡς ὁποῖα ἐν πάθει ἑκάστῳ σημεῖα ἐπιγίνεται, τοιαῦτα εἴ τις ἐν γένει ἔχει, μάλιστα τὸ πάθος αὐτῷ ἐνίδρυται, ὅπερ 6
Ps. Pol. ὑπὸ τῶν σημείων δηλοῦται· οἷον ἐὰν σημεῖα ἔχῃ, ὁποῖα τοῦ βουλευομένου, φροντιστὴν καὶ εὔβουλον τοῦτον λέγε. ἕτερος ἐὰν ἔχῃ σημεῖα τοῦ δόλον ἢ ἀπάτην τινὰ τυρεύοντος, κἂν μὴ παρʼ ὃν καιρὸν αὐτὸν ὁρᾷς δόλον τότε ἀρτύνει τινί, τοῦτον ἀποφαίνου [p. 177] δολερόν. τὸν αὐτὸν
τρόπον καὶ εἰ θυμουμένου τις ἔχων σημεῖα μηδενμιᾷ τότε συνέλθῃ ὀργῇ, ὀργίλον αὐτὸν νόμιζε. καὶ ἐπὶ τῶν ἄλλων παθῶν παραφυλάξεις ὁνμοίως.
πάθειαν καὶ ἀφροδίτην εἰσὶ γυναικεῖοι, τολμηροὶ δὲ καὶ ἀναι- δεῖς καὶ πανουργίαις καὶ ἀπιστίαις καὶ ἀπάταις χαίροντες· καὶ γὰρ ταῦτα γυναικεῖα. οἱ δὲ [p. 178] νέοι ὄντες εἶδός τε ἔχοντες γηραιόν, οὗτοι δειλοὶ καὶ δύσκολοι καὶ ὑπόπται καὶ φειδωλοὶ καὶ εὐλαβεῖς καὶ εὔβουλοι.......................
8
ὕδωρ χρηστὰ ἤθη ἀνδρὸς σημαίνουσιν. εἰ δὲ τὰς κόρας Ps. Pol. [τῶν ὀφθαλμῶν] [p. 195| ἔχουσι πλατείας, εὐήθεις
ἄνδρας σημαίνουσιν. εἰ δὲ μικρὰς τὰς κόρας ἔχουσι, κακο- μηχάνους ἄνδρας δηλοῦσιν· ὄφεις γὰρ καὶ ἰχνεύμονες πίθηκοί τε καὶ ἀλώπεκες καὶ ὅσα ἄλλα λεπτὸν ἐμβλέπουσι κακομήχανα. τούτων οὖν τῇ κακομηχανίᾳ καὶ οἱ τοιούτους ὀφθαλμοὺς ἔχοντες ἀναφέρονται. ὅσοι δὲ ἀνίσους τοὺς τροχοὺς τῆς κόρης
ἔχουσιν, ἄνομοι ἄνδρες.. .. εἰ δὲ πρὸς τῷ σημείῳ τούτῳ καθέζεται αὐτῶν τῷ μετώπῳ νέφη ἢ κυανᾶ ἢ χλωρὰ ἢ ἑτε- ρόχροια, τοὺς τοιούτους δαίνμων βλάψει παντοίαις βλάβαις, μή σε [p. 196] λάθῃ. εἰ δὲ τὰ νέφη 〈μὴ〉 ταῖς ὀφρύσιν ἐπι- κάθηται, οἱ δὲ κύκλοι τὰς κόρας περιακολουθοῦσι κατὰ τὸ αὐτὸ
9
Ps. Pol. ἀεί, ἄνομοι οἱ τοιοῦτοι ἄνδρες καὶ ἄνομα ἔργα τελέ- σουσιν ἢ φόνους συγγενῶν ἢ μίξεις ἢ βρώσεις [p. 197] καὶ εἰδωλοθύτους, ὁποῖα τὰ Θυέστου τοῦ Πέλοπος ἐν πόλει Μυκήνῃ Οἰδίποδός τε [p. 198] 〈τοῦ〉 Λαΐου ἐν Θήβαις καὶ Τηρέως τοῦ Θρᾳκὸς λέγεται γενέσθαι. καὶ ἐὰν οἱ κύκλοι τῶν
ὀφθαλμῶν ἀεὶ κατὰ τὸ αὐτὸ περιακολουθοῦσιν, οἱ τοιοῦτοι πεπλανημένοι. ὅσοι δὲ ἀναστρεφομένους περὶ τὴν κόρην τοὺς κύκλους ἔχουσι συνδεδεμένης μεταξὺ τῆς κινήσεως, τούτοις δέδοται ἔργα ἄνομα, ἅπερ αὐτῶν ἡ ψυχὴ μαινομένη ποι- ήσει κακαῖς βουλαῖς ὥσπερ ἐλαυνομένη δαίμονι οὐκ ἀγαθῷ, 10 Ps Pol. 〈[p. 178 Fr.] καὶ ὀρέγονται τοῦ ποιῆσαι, ἄλλοτε δὲ ὑπὸ φόβου οὐ κινδυνεύουσιν.〉 ἀπεχθήσονται [p. 199] τού- των ἕνεκεν, ἄλλα καὶ ἄλλα φρονοῦντες οὐδὲν τελειοῦσιν, ἀλλὰ πάντα ἀναστρέφουσι. τούτων οἱ ὀφθαλμοὶ οἴδασιν εἶναι κατή- γοροι τῶν κρυφίων· τὰ γὰρ ἐν τοῖς ὀφθαλμοῖς σημεῖα εἴδωλά
ἐστι τῶν ἐν τῇ καρδίᾳ παθημάτων.
κοὺς ἄνδρας. ὅσοι δὲ τὰς ὀφρῦς ἐγείρουσι καὶ τὸ πνεῦμα 11 Ps Pol. ἀνασπῶσι, δύσβουλοι ἄνδρες, ὠμόφρονες, κακονόητοι, παλίγκοτοι. ὀφθαλμοὶ ἑστηκότες ὑπέρυθροι μεγάλοι γαστρί- μαργον καὶ λάγνον τὸν ἄνδρα μαρτυροῦσιν. ἐὰν τῶν τοιούτων [ p. 201 ] ὀφθαλμῶν κάτω ὁρῶνται, σημεῖον ὅτι ἡ ἀναίδεια 12
τὸν ἄνδρα ἔχει ἄδικόν τε ὄντα καὶ ἄπληστον καὶ ἀμήχανον. ὀφθαλμοὶ μικροὶ ἑστῶτες φιλοχρήματον καὶ πᾶν κέρδος ἐπινοοῦντα ἄνδρα σημαίνουσιν. εἰ δὲ καὶ τὸ πᾶν σῶμα 13 ἄμα τοῖς σημείοις τούτοις πρόσεστι, ὀργίλον ἄνδρα καὶ βίαιον δηλοῖ. εἰ δὲ καὶ τὸ μέτωπον ἅμα ταῖς ὀφρύσι σπᾷ εἰς 14 Ps. Pol. τὸ μέσον, κερδαλεώτατον ἄνδρα σημαίνει. γλαυκοὺς ὀφθαλμοὺς πεπηγότας ἀλαμπεῖς ἔχοντι μηδέποτε [p.202] φι- λίαν συνάψῃς μηδὲ γείτονα ἔχῃς· δολερὸς γὰρ οὗτος καὶ εἰς
τὰ δεινὰ ἀγρυπνῶν [καὶ] ἐπὶ συμφοραῖς ἑτέρων. φεῦγε ἐκ τοῦ τοιούτου μηδὲ ἐν ὁδῷ πορευθῇς μετʼ αὐτοῦ.
ἀνίσχυρον σημαίνουσιν ἄνδρα περὶ τὴν ψυχικὴν ἰσχύν. οἱ δὲ 15 Ps. Pol. τοὺς ὀφθαλμοὺς ταχὺ κινοῦντες, τὰ βλέφαρα δὲ οὐχ ὁμοίως θαρραλέοι καὶ τολμητίαι οἱ τοιοῦτοι ὑπάρχουσιν ἄνδρες, ἡ δὲ τόλμη αὐτῶν ἐν δεινοῖς. οἱ δὲ βραδυκίνητοι ὀφθαλμοὶ
νωθροὺς καὶ βραδεῖς δηλοῦσι τοὺς ἀνθρώπους καὶ ἀργοὺς καὶ δυσαισθήτους. ὀφθαλμοὶ πάντα θεωροῦντες ἀχλυώ- δεις ματαίου ἀνδρὸς καὶ [p. 204] ἀκολάστου κατηγοροῦσιν. ὀφθαλμοὶ μεγάλοι σημαίνουσιν ἀποπληξίαν τοῦ ἀνδρὸς καὶ ματαιότητα γαστρινμαργίαν τε καὶ οἰνοφλυγίαν καὶ λαγνείαν
καὶ μάλιστα εἰ τρέιμουσιν ρἱ ὀφθαλμοί. ὀφθαλμοὶ μικροὶ ὑπότρομοι γλαυκοὶ ἀναιδεῖς, ἀπίστους καὶ ἀδίκους ἄνδρας θημαίνουσιν, εἰς τὰ ἀλλότρια κακὰ φρονοῦντας καὶ ἀπὸ συμ- 16 Ps. Pol. φορᾶς ζῶντας. ὀφθαλμοὶ μικροὶ χαροποὶ 〈ἢ〉 μέλανες τὰ αὐτὰ σημαίνουσιν, παρόσον οἱ μὲν χαροποὶ ἐμπληκτότερον [p. 205 ἄνδρα, οἱ δὲ μέλανες δυσοργητότερον καὶ ἀναί- σχυντον [ἐκ τοῦ ἀθέου σημείου]. ὀφθαλμοὶ κλυζόμενοι κυ- μαίνοντες ἐν αὐτοῖς ἐπαφρόδιτον καὶ εὐπαθῆ ἄνδρα δηλοῦσιν,
οὔτε δὲ ἄδικον οὔτε κακοῦργον οὔτε ἄμουσον οὔτε φύσει φαῦλον τὸ τοιοῦτο σημαίνει.
γοροῦσι· χολῇ γάρ ἐστιν ὁ τοιοῦτος βεβαμμένος. κυάνεοι 17 Ps. Pol. ὀφθαλμοὶ ἐπίπαν ὑγρότεροι [p. 206 | καὶ κρείττονές εἰσι τῶν ἄλλων κυανέων ὀφθαλμῶν, 〈οῖ〉 δολερὸν ἄνδρα κατη- γοροῦσιν. ὅσοι δὲ ὀφθαλμοὶ κυάνεοι ὑγροὶ ὄντες εὐσταθεῖς
εἰσι καὶ μεγάλοι, ἄριστα ἤθη τοῦ ἀνδρὸς δηλοῦσι, θυμώδεις δὲ καὶ οὗτοί εἰσιν. ὅσοι δὲ ἀσθενῆ τὰ γλαυκὰ ἔχοντες τῶν ὀφθαλμῶν καί εἰσιν ὑπολευκότεροι, ἀδύνατοι οἱ τοιοῦτοι ἄν- δρες καὶ δειλοὶ ὑπάρχουσιν. [p. 27] ὀφθαλμοὶ ἀσθενεῖς γίνονται μὲν ἐν τοῖς χαροποῖς μᾶλλον ἢ ἐν τοῖς γλαυκοῖς.
τέως δὲ περὶ τῶν γλαυκῶν ἀσθενῶν ὁ λόγος. ψηφίδες οὖν ἐν τοῖς ὀφθαλμοῖς κυάνεαι [δὲ] περὶ ταῖς κόραις ὅνμοιαι κατὰ 18 Ps. Pol. μέγεθος κέγχρου, ἕτεραι δὲ ξανθαὶ ἶσαι ταῖς ἄλλαις· τούτων ἐν στίχῳ οὐσῶν [ p. 208] ἐν παραλλήλῳ ὡς ὅρμος περι- ακολουθεῖ τὴν κόρην. οἱ τοιοῦτοι ὀφθαλμοὶ δολερὰ ἤθη καὶ ἐπίκλοπα τοῦ ἀνδρὸς κατηγοροῦσιν, εἰ δὲ ἀσθενεῖς καὶ μικροί εἰσιν οἱ ὀφθαλμοί, κερδαλεώτερον καὶ δουλοπρεπῆ φιλοχρήμα-
τόν τε καὶ πλείω διανοούμενον, ἕτερα λέγοντα καὶ ἄλλα ποιοῦντα κρυφῆ, καὶ ἐν τούτοις χαίρει κἂν μηδὲν εἴη αὐτῷ τὸ διάφορον, καὶ ἀπλῶς ὅσα κακὰ πάντα ἐπὶ κέρδει ποιεῖν ὀρέγεται ἔν τε τῷ κρυπτῷ ἔν τε τῷ φανερῷ, πλὴν [πάλιν| ὅσον ὑπὸ δειλίας 19
Ps. Pol. κωλύεται· [ p.209] ἀσθενὴς γάρ ἐστι κατὰ τοὺς λαγωοὺς ὁ τοιοῦτος ἀνήρ, ἐπεὶ καὶ τὸ εἶδος τῶν ὀφθαλμῶν ὅμοιόν ἐστιν.
[p. 210] καὶ οἰνοφλυγίας. εἰ δὲ καὶ σὺν τούτοις τοῖς σημείοις τρόμος ἐνῇ, οὐ μακράν ἐστιν ἐπιληψίας. εἰ δὲ ὠχροί εἰσιν, ὠμὸν καὶ ἀπάνθρωπον τὸ φρόνημα σημαίνουσι καὶ φιλόφονον καὶ μιαιφόνον. ὑπέρυθροι δὲ μᾶλλον ὄντες καὶ μεγάλοι ἄνδρα φιλοπότην καὶ φιλόκωμον σημαίνουσι φιλο- 20 Ps. Pol. γύναιον, φιλόκυβον, ἄσχημα φθεγγόμενον, κράκτην καὶ μάταιον. ὀφθαλμοὶ κάτω ἐστραμμένοι [p. 211| ἢ δυόμενοι τὰ αὐτὰ τοῖς ἄνω ἐστραμμένοις δηλοῦσι, περισσότερον δέ, ὅτι θυμὸν ἄγριον σημαίνουσι καὶ ὀργὴν μὴ μαλασσομένην. ἐᾶν δὲ ὁ μὲν εἷς ὀφθαλμὸς ἄνω χωρῇ, ὁ δὲ ἕτερος κάτω
καὶ ἔτι τρόμος ἐν αὐτοῖς ἐνῇ καὶ αἱ ὀφρύες συμμύονται καὶ 21 τὸ μέσον πλέον τραχὺ καὶ πυκνὸν ἀναφαῖνον αὐτούς, οὗτος ὁ ἀνὴρ εἰς τέλος ἤλασεν [p. 212| ἐπιληψίας.
22 Ps. Pol. εἰ δὲ παραβλῶπες ὄντες εἰς τὸ ἐντὸς ὡς ἐπὶ τὴν ῥῖνα, ἐπιχαρῆ καὶ ἀφροδισιαστὴν καὶ φιλητὸν ἄνδρα καὶ ἐρωτικὸν σημαίνουσιν. εἰ δὲ ξηρότεροί εἰσιν καὶ ἀνεῳγμένοι μὴ ἐνυπάρχοντος τρόμου, νόσον σημαίνει, οὐχὶ δέ ἐστιν ἀφρο-
δίτῃ κεχαρισμένος οὐδὲ χάρισιν ἢ ἔρωτι· [p. 213] ἐντροπὴ γὰρ αὐτοὺς προλέλοιπε καὶ δίκη· εἰ δὲ τρόμος ἔνεστι σὺν δάκρυσι τοῖς ὀφθαλμοῖς, πάντολμον ἄνδρα σημαίνουσιν.
ὀφθαλμοὶ ἄνανδρα ἤθη καὶ δειλίαν τε καὶ ἀπιστίαν δη- 23 Pu. Pol. λοῦσιν, οἱ δὲ χαροποὶ τοιοῦτοί εἰσι τῷ εἴδει· ἡ μὲν
γὰρ χρόα ἐπιπρεπὴς αὐτοῖς τῷ εἴδει μέλαινα καὶ ἔνεισι κέγχροι ἐν τοῖς μέλασι πυρραὶ ἢ λευκαὶ ἢ ἐπιλευκότεραι, ἄλλαι δὲ χρυσοειδεῖς καὶ ἄλλαι τοῦ ὠχροῦ μεμιγμένου τῷ πυρρῷ ἢ τοῦ μέλανος τούτοις· εἰσὶ δὲ καὶ αἱνματώδεις [p. 214] κέγχροι ἐν τοῖς μέλασιν. ἄλλοι δὲ τὰς μὲν κέγχρους οὐ φοροῦσιν εἰς τὰ
εἴδη τῶν ὀφθαλμῶν, παντὸς δὲ τοῦ τροχοῦ τὴν ἔξω ἴτυν μέλαιναν φοροῦντες, τὴν ἐπὶ ταύτῃ πυρράν. ἕτεροι δὲ ὑπο- 24 Ps. Pol. λευκότερα ἔχουσι τὰ πυρρὰ ἐν τοῖς μέλασι, τὰ μὴ πάνυ πυρρά. ὅσοις ἀπὸ μακρόθεν καὶ τὸ μέλαν ἐπιτρέχει,
γενναίων ἀνδρῶν τὰ ἤθη σημαίνει καὶ συνετῶν, δικαίων [ p. 215] καὶ μεγάλων ἐν ψυχαῖς. ὅσοις δὲ τὰ πυρρὰ ταῦτα καὶ μὴ κεγχρωτὰ εἴη, ἀλλὰ τετράγωνα 〈καὶ〉 ὑπολάμπει ὥσπερ πῦρ καὶ παρὰ τούτοις κέγχροι ὤχροὶ ταῖς πυρώδεσι μεμιγ- μέναι εἰσὶ καὶ ἕτεραι γλαυκαί, ὡς αἱματώδεις καὶ κυάνεαι 25 Ps. Pol. περιθέουσι τὰς κόρας, νμεγάλοι τε ὀφθαλμοὶ καὶ στίλβοντες κινούμενοι δεδορκότες καθάπερ θυμούμενοι βλέ-
πουσιν ἄνθρωποι, καὶ τὰ βλέφαρα αὐτῶν ἀνοίγονται, πάντων οὔτοι ἄχρηστοι ἄνδρες. [p. 216 | τῶν γὰρ λύκων καὶ συῶν ἀγρίων τὰ τοιαῦτα. εἰ καὶ ὑπολάμπει ἔσω ὧς πῦρ καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσὶ καὶ ἕτεραι γλαυκαὶ καὶ ἁπλῶς, καθὼς ἀνωτέρω εἴρηται, καθάπερ οἱ
λύκων καὶ ἀγρίων συῶν τὰ σημεῖα ἔχοντές εἰσιν ἄνδρες 26
Ps. Pol. ὠμότεροι ἀγριώτεροί τε καὶ ἁρπακτικώτεροι. ἐν δὲ τοῖς χαροποῖς ὀφθαλμοῖς ὅσον εἰσὶν αἱ κέγχροε... μείζονες δὲ αἱ κέγχροι οὖσαι ἢ ἐλάττονες ἡμερώτερα ἤθη δηλοῦσιν. ὠχροὶ ὀφθαλμοὶ δολερωτέρους σημαίνουσιν ἄνδρας, οἱ δὲ αἱματώδεις ἀβουλοτέρους καὶ θερμῶς τελοῦντας ὅπερ νομί- 27 Ps. Pol. σουσιν. ὅσοι δὲ ὀφθαλμοὶ οὐ κέγχροις χαροποῖς, ἀλλʼ εἰσὶ [p. 217] πεποικιλμένοι τισὶ τοιούτοις τὸ μέγεθος καὶ τὴν χροιὰν τούς τε μέλανας ὀφθαλμοὺς ἢ καὶ πυρροὺς ἔχουσιν
ἐν ὑγροῖς ὀφθαλμοῖς καὶ οὐ φαίνεται ἄλλο σημεῖον ἄτοπον, ἄνδρα δηλοῦσι μεγαλόνουν, δίκαιον, συνετόν, εὐφυῆ, πέρα δὲ τοῦ μετρίου παιδεραστήν, εἰ δὲ χλωρόν ἐστιν ἐπὶ τῷ μέ- 28 Ps. Pol. λανι τῶν τοιούτων ὀφθαλμῶν, δολερόν, ἄδικον, κλέ- πτηνἀργύρου γυναιξί τε αἰσχρῶς καὶ ἀσώτως[ p.218] ὁμιλοῦντα. εἰ δέ τισιν ὅλοι εἰσὶν οἱ ὀφθαλμοὶ ὅμοιοι τῇ χρόᾳ τῆς ῥοιᾶς
καὶ ξηρότεροι, ματαιότητα τοῦ ἀνδρὸς κατηγοροῦσιν, ἐν δὲ ὑγροῖς μεγαλόνοιαν καὶ ἀνδρείαν καὶ εὐθυλογίαν καὶ [p 219] ὀρθοβουλίαν τοῦ ἀνδρὸς κατηγοροῦσι, ταχύτερον δὲ εἰς ὀργὴν καὶ εἰς ἀφροδίσια ἔργα ἐπτοημένον ἄνδρα δηλοῦσιν.
εἰ μή τι ἄλλο παρακολουθήσει σημεῖον, τὴν γὰρ κοιλότητα ἢ τε ἰκμὰς καὶ τὸ μέγεθος παραμυθεῖται. ὀφθαλμοὶ κοῖλοι καὶ μικροὶ ἤθη δόλια σημαίνουσιν, ἐπίβουλα ἀνθρώποις, ζήλῳ καὶ φθόνῳ τετηκότα , [ p. 220 | ξηρότεροι δὲ καὶ 30 Ps. Pol. πρὸς τοῖς εἰρημένοις κακοῖς ἀπιστίαν καὶ ἱεροσυλίαν τοῦ ἀνδρὸς κατηγοροῦσιν. οἱ μὲν οὖν ἀτενεῖς ὀφθαλμοὶ
ἀχρηστότερα ἤθη ἐμφαίνουσιν, οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ δὲ τῇ ἁβρότητι ὑπορρέοιεν, μωρότερα.
ὀφθαλμῶν αἱματωδῶν οἰνοφλύγων καὶ γαστρινμάργων ἀν- δρῶν σημεῖον. εἰ δὲ γλαυκοί εἰσιν οὗτοι, ἀδίκους καὶ ἀσυν- έτους εἶναι νόει τοὺς ἄνδρας. εἰ δὲ καὶ τὰ βλέφαρα αὐτῶν κρατοῦνται, πλείονα τὴν ἄνοιαν αὐτοῦ σημαίνουσιν. εἰ δὲ 32
Ps. Pol. οἰδοῦντές εἰσι ξηρότεροι, πατροφόνοι τε καὶ μητρο- φόνοι παιδοφθόροι τε καὶ φαρμακοὶ καὶ τὰ ὅμοια τούτων. εἰ δὲ [p. 222] ὑψηλοί εἰσιν οἱ ὀφθαλμοὶ μεγάλοι καὶ λαμπροὶ καὶ εὐαγεῖς καὶ ὑγρὸν βλέποντες, δικαίους, συνετούς, φιλομαθεῖς, ἔρωτος πλήρεις ἄνδρας δηλοῦσιν, ὁποῖος ἦν Σωκράτης ὁ φιλό-
σοφος. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροὶ πάνυ καὶ πυρροὶ οὐ φρενήρη ἄνδρα, ἀλλὰ παρεινμένον καὶ τὴν γλῶτταν καὶ τὸ σῶμα δηλοῦσιν.
ἔχοντες εὐσταθεῖς φροντιστάς, πολυθεάμονας εὐμαθεῖς τε καὶ εὐλαβεῖς καὶ δειλοὺς καὶ φειδομένους ἄνδρας δηλοῦ- σιν· οἱ δὲ ἀχλυώδεις δολεροὺς ἀπίστους τε καὶ ἀκολάστους δηλοῦσιν.
λέγει σημεῖον.
φοβοῦνται καὶ πίπτουσι καὶ ὑπονοοῦσιν. ὀφθαλμοὶ δὲ μέλανες μαρμαρύσσοντες κακίστους καὶ δειλοὺς καὶ κακο- 36 Ps. Pol. μηχάνους σφόδρα δηλοῦσιν ἄνδρας. 〈εἰ〉 δὲ οἱ τοιού- τους ὀφθαλμοὺς ἔχοντες καὶ ὑπογελῶσι, εἰς [p. 225 | ἀκρότητα
πάσης κακίας ἐλθεῖν ἀνάγκη αὐτούς. ὀφθαλμοὶ ἔνυγροι γοργὸν βλέποντες θυμώδεις, ἰσχυρούς, μανικούς, ταχυλόγους, ταχυέργους, ἀπρονοήτους, ἀτόλμους δὲ καὶ πρὸς τὸ λέγειν· ὅμως κάκιστοί εἰσιν οἱ ἄνδρες οὗτοι. οἱ δὲ ξηροὶ ὀφθαλμοὶ κακίστους καὶ ἀνόμους ἄνδρας κατηγοροῦσιν. εἰ δὲ μικρό-
37 Ps. Pol. τεροί εἰσι καὶ κοῖλοι, χείρους εἰσὶν ὠμὸν τὸ φρόνημα ἔχοντες, ἐπίβουλοι, κρυψίνοοι, τὸν σκοπὸν καὶ τὸν νοῦν αὐτῶν ὑποκρύπτοντες, πάντων δὲ ἐπιθυμοῦντες ἢ [ p.226 | ἐπι- θυμηταὶ ἄνδρες ὄντες. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπι-
σκύνιόν ἐστιν ἐννεῦον ὀφρύες τε τραχεῖαι βλέφαρα ὀρθά, θυμόν τε καὶ δύναμιν ἀζβουλίαν τε καὶ ἀκακίαν καὶ εὐτολ- μίαν τοῖς ἀνδράσι σημαίνει. ὅσοι δὲ τὸ ἐπισκύνιον οὕτως 38 Ps. Pol. ἔχουσιν ὡς εἴρηται τά τε βλέφαρα καὶ τὰς ὀφρῦς, [p. 227] τὸ δὲ βλέμμα αὐτῶν τραχὺ καὶ πικρὸν ἀφʼ ἑαυτῶν ὑπάρχει, χείρονα ταῦτα τῶν ῥηθέντων σημεῖα.
Ps. Pol. εἰσι καὶ ξηροὶ ἄμα, κακίστων ἀνδρῶν τὸ σημεῖον. ὀφθαλμοὶ [p. 228] κοῖλοι γέλωτα ἔχοντες κακόν τι βουλεύεσθαι τὸν ἄνδρα μαρτυροῦσιν . . Ps. Pol. 15. εἰσι καὶ ξηροὶ | καὶ ξηροί εἰσι Sylb. num καί εἰσι ξηροὶ? 17. post μαρτυροῦσιν lacunam indicavi: ex- ciderunt quae sunt in Ma ab εἰ (l. 11) usque ad ἄδικα (p. 336, 7) Ps. Pol. . . . εἰ δὲ ἀνεῳγμένους καὶ σεσηρότας τοὺς ὀφθαλμοὺς ἔχοντές εἰσί τινες, αἱ πράξεις αὐτῶν εἰς ἄνομα ἔργα συντελοῦνται. τοὺς δὲ πάνυ ἀνεῳγμένους καὶ γελῶντας ὀφθαλ-
μοὺς ἔχοντας ἄνδρας ἐπιβουλοτέρους μαρτυροῦσιν. εἰ δὲ ξηροί εἰσιν, ἄκακα μὲν ἤθη καὶ κακῶν ἀπάθειαν δηλοῦσι, μάταιοι δὲ καὶ ἄστοργοι καὶ ἀκόλαστοί εἰσιν οἱ τοιοῦτοι. ὀφθαλμοὶ μειδιῶντες ἄμα [p. 229] ὑγρότητι, βλέφαρα ἀνειμένα, μέτω- 40 Ps. Pol. πον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι, δίκαιοι, ἥμεροι, εὐσεβεῖς, φιλόξενοι, συνετοί, εὔβουλοι,
εὐμαθεῖς, ἔρωτος πλήρεις τοὺς ἄνδρας μαρτυροῦσιν.
εἰ δὲ τὸ μέτωπον εἴη τραχὺ καὶ βλέμμα ἀτενές, βλέφαρα ὀρθά, ἀγριόβουλον ἄνδρα σημαίνουσι πᾶν ἔργον ποιῆσαι σπεύδοντα καὶ οὐδὲν τῶν κακῶν φειδόμενον, ἀλλʼ σπερ 42 Ps. Pol. ὐπʼ ἀνάγκης ἐλαυνόμενον, [p. 231] οὕτω πᾶν τὸ αὐτῷ δοκοῦν πληροῦν σπεύδοντα.
μαρτυροῦσιν. εἰ δὲ καὶ ὑγροὶ ὄντες εἰσὶ καὶ ὀρθοὶ καὶ συγ- κλείονται μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ μετώπου λείου, εὐλαβῆ [p. 232] |ἄνδρα σημαίνουσιν] εὔβουλόν τε καὶ φιλο- μαθῆ γλυκύνουν τε καὶ ἐρωτικὸν ἄνδρα σημαίνουσιν. εἰ δὲ ξηροί εἰσι, θρασύν κακομήχανόν τε καὶ ἄδικον σημαίνουσιν.
44 Ps. Pol. ὁ δὲ τὸ μέτωπον ἔχων τραχὺ ὀφρῦς τε συν- τεταμένας, βλέφαρα σκληρὰ πεπηγότα ἀγριώτερος τὸν θυ- μόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος τοῖς ἐπαίνοις καὶ ταῖς [p. 233] τιμαῖς, πειθόμενος δὲ καὶ δώροις ὁ τοιοῦτος ἀνήρ.
ὅσοι δὲ τὰ βλέφαρα οὐκ ἔχουσιν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ὄμμα ἅμα καὶ τὸ βλέμμα ὑποκινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες ἄνδρες εἶναι βιάζονται.
τὸ μαλακόν, τὸ ἔκλαμπρον, [p. 234] τὸ σκοτεινόν, τὸ μέγα, τὸ μικρόν, τὸ κοῖλον, τὸ ὑψηλόν, τὸ ἀτενές, τἄλλα ἅττα ἐπὶ τούτοις πολλάκις εἴρηται. ὅσοι οὖν ἀεὶ ὀφθαλμοὶ ἀνεῳγμένοι 46
Ps Pol. εἰσὶ σκοτεινοὶ ὄντες καὶ ὑγροί, φροντιστὰς δηλοῦσιν ἄνδρας. εἰ δὲ πρὸς τούτοις ἥμερον βλέπουσι, καὶ χρηστοὺς σημαίνουσιν. ὀφθαλμοὶ ἐκπεπετασμένοι ξηροὶ μαρμαρύσ- σοντες καθαρὸν καὶ λαμπρὸν βλέποντες ἀναισχύντους καὶ παντόλμους δηλοῦσιν ἄνδρας.
δηλοῦσιν. ὀφθαλμοὶ ἀσκαρδάμυκτοι δεινὸν βλέποντες κακόν τι μηχανᾶσθαι τὸν ἄνδρα κατηγοροῦσι. πράως δὲ ἑστῶτες καὶ νοτίδος ἐνούσης φροντιστὴν ἄνδρα, φιλομαθῆ, ἐρωτι- κόν, ἥμερα ἤθη κεκτημένον σημαίνουσιν. ὅσοι δὲ ἀσκαρδά- μυκτοι ὄντες ὠχροὶ ἢ φοινικοῖ φαίνονται ἄμα ξηρότητι,
48 Ps Pol. [p. 236] κακίαν καὶ μάχην καὶ ὀργὴν ἢ δαιμο- νικὴν κακότητα ἢ μωρίαν τοῦ ἀνδρὸς κατηγοροῦσιν. εἰ δὲ τοιοῦτοι ὄντες αὐτοὶ ἐν αὑτοῖς περιδινοῦνται, μανίᾳ καρτερᾷ
συνέχονται.
ὑγρότητι πράως τε καὶ μαλακῶς βλέποντες φαντασιαστήν, [ p. 239] καλλωπιστὴν καὶ μοιχὸν τὸν ἄνδρα δηλοῦσιν. ἕτεροι δὲ καὶ τὰ μέσα τῶν βλεφάρων συγκλείουσι καὶ καθέλκουσι, 50 Ps Pol. τὰ δὲ ἀμφοτέρωθεν ἀνασπῶσι καὶ ἅμα ὡς φοβού- μενοι .... μοιχοὶ καὶ αὐτοὶ δηλονότι εἰσὶν οἱ ἄνδρες.
Physiognomonica (Epitome Adamantiana). Pseudo-Polemon. ed. Richard Foerster. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.