2 3 4 ὁρᾶτε, χειραγωγούμενος, θανάτου μὲν ἐφιέμενος, τίς γάρ μοι τοῦ ζῆν ἔτι παραμυθία; τιμωρῆσαι δὲ τῷ πατρὶ πρότερον προσήκειν ὑπολαμβάνων, καὶ γὰρ ἂν εἴη τῶν ἀλογωτάτων, εἰ πυρὶ μὲν καὶ τοῖς δεινοτάτοις
ἐμαυτὸν ἀφειδῶς ἔδωκα τῆς περὶ τὸν πατέρα χάριν κηδεμονίας, νυνὶ δὲ μηδαμῶς βοηθήσαιμι παρὰ πάντας τοὺς νόμους ἀπανθρώπως οὕτως ἀνῃρημένῳ καίτοι ῥᾳδίως τὴν κατ’ ἐκείνου γενομένην ἐπιβουλὴν μεθ’ ὑμῶν διελέγξαι δυνάμενος.
συμφορῶν τούτων αἰτία γεγενημένη πολλοὺς ἡμῖν ἔχῃ τοὺς συνηγόρους οὓς ἀπὸ τῶν ἡμετέρων χρημάτων 5 μισθωσαμένη | προβέβληται καὶ παντάπασιν αὐ- τὸς ἔρημος ὦ καὶ λέγειν ἀδύνατος, οἶμαι τὴν ἀλήθειαν ἔχων συναιρομένην καὶ τὴν τῶν δικαζόντων ὑμῶν εὐ-
φανερὰν φανερὰν ὑμῖν καταστήσειν τὴν τῆς ἀνδροφό- νου ταύτης μιαιφονίαν. δι’ ὧν γὰρ ἂν ἀπολογεῖσθαι 6 7 8 περὶ τοῦ φόνου καὶ κατηγορεῖν ἡμῶν ἐπιχειρῇ, διὰ τούτων αὐτὴν ἔνοχον οὖσαν τοῖς ἐγκλήμασιν ἐπιδεί- ξομεν.
πράγματα λογιζόμενος, ὅταν δὲ πάλιν τὴν ἐμαυτοῦ δυστυχίαν ἐνθυμηθῶ, τἀναντία μοι προσδοκᾶν ἔπεισι. δεδυστύχηται μὲν γὰρ ἡμῖν πολλὰ καὶ μεγάλα, τὸ δὲ νῦν τῶν ἄλλων μεῖζον καὶ χαλεπώτερον. ὅπου γὰρ πρὸς τοσοῦτον ἀπανθρωπίας ἅμα καὶ τόλμης ἡ γυνὴ
προελήλυθεν ὡς ἀνελεῖν μὲν δι’ ἐμὲ τὸν πατέρα, διὰ δὲ τῆς ἀναιρέσεως ἐκείνου κἀμὲ πειρᾶσθαι συκοφαν- τεῖν, πῶς οὐ βαρὺ μὲν καὶ σχέτλιον, δυστυχὲς δὲ καὶ πάσης ὠμότητος χαλεπώτερον;
κουρίαν. πολὺ γὰρ αἱρετώτερον τὴν ὑπὲρ αὐτοῦ κρίσιν ἀναδεχόμενον, ἐὰν ἄρα συμβῇ τι, παθεῖν ἢ τοῦτο δε- διότα καὶ φυλαττόμενον ἄκριτον ἀπελθεῖν ἐᾶσαι τὴν ἀνδροφόνον. τοῦ μὲν γὰρ ὑπάρξει τὴν τύχην αἰτίαν ὑπολαμβάνειν, τὸ δὲ ἡμέτερον.
9 10
τὴν ἐπὶ τῇ τοῦ πατρὸς σωτηρίᾳ δόξαν ἀείμνηστον· ἐπειδὴ δὲ τοσούτων καὶ τηλικούτων με πειραθῆναι δυστυχημάτων, ὡς ἔοικεν, εἵμαρτο, τῇ γοῦν τῆς ἀνδρο- φόνου μιαιφονίᾳ περιπεσὼν ἐβουλόμην ἀπολωλέναι.
ξαμένη οἰκτρότερον ἡμᾶς διεχρήσατο τοῦ πατρὸς αὐτό- χειρ γεγενημένη, τότε δὲ κουφοτέραν ἂν ἔσχον τὴν τελευτὴν καὶ τῶν νομιζομένων τυχὼν καὶ τιμωρὸν τοῦ πάθους τὸν ἐμαυτοῦ πατέρα καταλιπών. ὁ μὲν γὰρ ἂν τοῦ παιδὸς ῥᾳδίως τὸν φόνον ἐζήτησε καὶ δίκην ἂν 12 13 14 ἔλαβε τὴν προσήκουσαν· νυνὶ δὲ τὴν ἐκείνῳ συμβᾶσαν ἀπώλειαν οὐκ ἂν εὐχερῶς, οἶμαι, διελέγξειν ἐπίστευσα τῶν ὀφθαλμῶν παντελῶς ἀφῃρημένος, εἰ μὴ παντά- πασιν ἡ τῆς μιαιφονίας ἐπιβουλὴ προφανὴς ὑπῆρχε καὶ τοῖς οὕτω διακειμένοις.
δυστυχίας κατηγορεῖν ἐμαυτοῦ δικαίως ἐπὶ τούτοις οὐκ ἂν ὀκνήσαιμι.
εἰλήφασι, τὸν πατέρα τούτων ἡμῖν αἴτιον γεγενῆσθαι νομίζουσιν, ὅσοι δὲ τὰ καθ’ ἡμᾶς ἴσασιν ἀκριβέστερον, 16 17 18 ἐμοὶ τὴν αἰτίαν εἰκότως λογίζονται. κἂν ὑμῖν ἄνωθεν ἅπαντα διηγήσωμαι, καὶ αὐτοὶ ῥᾳδίως ὁμολογήσετε.
κίας ζηλωτὰ καὶ περίβλεπτα, πατὴρ φιλόπαις, μήτηρ παραπλησία, βίος εὐδαίμων, αὐτάρκης περιουσία, τὰ δὲ νῦν βέλτιον σιωπᾶν. αὐτὰ γὰρ ὑμῖν τὰ δυστυχή- ματα παντὸς λόγου δείκνυσιν ἐναργέστερον.
καὶ τέθνηκεν, ὦ Ζεῦ καὶ Ἥλιε, διὰ τὴν περὶ ἡμᾶς ὑπερβάλλουσαν εὔνοιαν, ὁ μόνος φιλόπαις, ὁ πάντας τοὺς πώποτε πατέρας ὑπερβαλόμενος. τίς γὰρ ἐκείνῳ παραπλησίως ἀνέθρεψε; τίς ἐλευθερίως οὕτως ἐπαί- δευσε; ποίων μὲν προσηκόντων διδασκαλείων ἀπείρα- 19 ’τον | εἴασε; ποίων δὲ λόγων καλῶν τε καὶ χρη-
σίμων ἀνήκοον;
σπουδῇ δὲ μετιέναι τὰ κάλλιστα, ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια τῇ τοῦ πατρὸς ἐπιμελείᾳ μανθάνων ἐπαι- δευόμην.
ἐπαινοῦντες μὲν ὡς εὐσεβές τε καὶ θεῖον, εὐδαίμονας δὲ τοὺς τὸ μάθημα τοῦτο τοῖς ἔργοις ἐπαληθεύοντας καὶ μακαρίους πολλάκις ἐπονομάζοντες, τί τοῦτο λέγω; τιμᾶν θεοὺς οὓς δεῖ μάλιστα, τοὺς γονέας θεραπεύειν μετ’ ἐκείνους, προνοεῖν τῶν πατέρων καὶ κήδεσθαι,
πάντα τρόπον ἐκείνοις εἶναι κεχαρισμένον, γηρωκομεῖν, ἀποδιδόναι τὰ πρέποντα χαριστήρια, μὴ συγχωρεῖν, 25 26 ἂν ὑβρίζῃ τις, ἂν ἀδικῇ τις, ἐπεξιέναι, κἂν κίνδυνος, κἂν τεθνάναι συμβαίνῃ, φέρειν ἀσμένως. εὐχῆς γὰρ ἄξιος ἐκεῖνος ὁ θάνατος καὶ περισπούδαστος ὑπὲρ πα- τέρων γινόμενος.
ζον πράττων καὶ λέγων ἃ λυσιτελεῖν ἐκείνοις ἐνόμιζον, μᾶλλον δὲ ταῦτα διαπραττόμενος ἐμαυτῷ τὸ συμφέρον ἐβουλευόμην. ὅσοι γὰρ τοὺς ἑαυτῶν πατέρας τὰ πρέ- ποντα θεραπεύουσι, δι’ αὐτῶν ὧν κηδόμενοι πράτ- τουσι τὴν προσήκουσαν χάριν κομίζονται.
δεῖ καθ’ ἕκαστον λέγειν ἐξὸν ἐνὶ τεκμηρίῳ δηλῶσαι τὴν ὑπερβάλλουσαν σπουδήν τε καὶ προθυμίαν; ὧς γὰρ ἡ Τύχη καὶ τὸ δαιμόνιον ἀφορμὴν ἡμῖν παρέδω- καν ἀβούλητον μέν, ὅμως δὲ μόνην ἱκανὴν παιδὸς ἀγαθοῦ καὶ κηδεμόνος ἐπιδεῖξαι προαίρεσιν, οὐκ ἐμέλ- 28 29 30 λῆσα πρὸς τὸν κίνδυνον οὐδὲ τὸ μέγεθος τοῦ τολμή- ματος ὃς λογισάμενος εὐλαβέστερον διετέθην, τεθνάναι δὲ βέλτιον ἡγησάμενος ἢ περιιδεῖν τοὺς γονέας ἀπολ- λυμένους καὶ μόνον τοῦτον τὸν κίνδυνον ζηλωτὸν νο- μίσας καὶ περιμάχητον διέσωσα μὲν τὸν πατέρα πυρὶ
παντοχόθεν κατειλημμένον.
μένου καὶ τῶν ὀφθαλμῶν ἀφῃρέθην φιλονεικότερον ἐκείνῳ μαχόμενος.
ρὰν τὴν ἐμὴν ὀδυρόμενος χαλεπώτερον τὸ κατ’ ἐμὲ πάθος θρηνῶν καὶ στένων δῆλος ἦν, ἐγὼ δὲ τὴν μη- τέρα συνοδυρόμενος παρεμυθούμην <ὐπ᾿> α ἐμαυτῷ πατέρα· δεινὸν μέν, ὦ | πάτερ, τὸ πάθος, 31 ἔχει δέ τι καὶ φιλοτιμίας· τὴν γὰρ πρόφασιν
λογιζόμενος κουφότερον φέρω τὴν συμφοράν. 32 33 ὑπόμνημα γὰρ αὕτη καὶ γνώρισμα τῆς περὶ ὑμᾶς εὐνοίας καὶ προθυμίας.
ληφότων, ἔφη, βουλεύεσθαι, καιρὸς ἡμῖν δια- γνῶναι τὸ παριστάμενον. ἐγὼ μὲν ἤδη ταύτην ἄγω τὴν ἡλικίαν, σὲ δὲ πολλῆς τινος ἐπιμε- λείας ὁρῶ δεόμενον. τίς οὖν καὶ σὲ θεραπεύ- σει κἀμὲ γηρωκομήσει; καλὸν ἀγαγέσθαι σοι
γύναιον. χρήσιμον ἀμφοτέροις τὸ διανόημα.
δυστυχίαν τὴν μνήμην ἀνακινῶν τοῦ πάθους καὶ τὴν ἐνοῦσαν δυσχέρειαν τῷ καθ’ ἡμᾶς ἀτυ- χήματι φέρων εἰς μέσον. γυναικὸς ἀνάσχωμαι, πάτερ, γυναικὸς οὑτωσὶ διακείμενος; ἵνα ποί- 34 35 36 ὄις μὲν ὀφθαλμοῖς αὐτὴν θεάσωμαι, ποίαις δὲ θεασάμενος ὄψεσι τῇ συνεχεῖ θέᾳ τὴν πρὸς αὐ- τὴν εὔνοιαν βεβαιώσωμαι; διὰ γὰρ τούτων ἀρ- χὴ μὲν εὐνοίας καὶ συνηθείας, ἀρχὴ δὲ φιλίας καὶ πόθου καὶ τῶν καλλίστων ἁπάντων πέφυκε
γίνεσθαι.
μὲν οὖν καὶ κωλύει μᾶλλον τὸν γάμον.
δεσθαι τῶν γονέων δεδιδαγμένοι καὶ πεφυκό- τες, ἀλλὰ τοῖς ὁρῶσι καὶ τὴν τοῦ κτήματος ἔχειν ἀπόλαυσιν δυναμένοις. ἐμοὶ δὲ τίς ὠφέ- λεια, τίς ὄνησις μήτε προσβλέπειν μήτε γινώ- 38 39 σκειν αὐτοὺς δυναμένῳ, τυφλῷ δὲ καὶ κακοδαί- μονι καὶ τῶν ἀγαθῶν πάντων ἐστερημένῳ; τίς γὰρ ὅμοιος ἔσται μοι τῶν παίδων; οὐκ ὄψομαι. τίς τοῖς πατράσιν ἢ τοῖς προγόνοις, τίς δέ μοι
μᾶλλον κεχαρισμένος; ἀνιῶμαι ταῦτα λέγειν ἀναγκαζόμενος καὶ τῆς συμφορᾶς τὸ δεινότατον λογιζόμενος.
ἔχω προσφιλέστερον κληρονόμον τὸν δῆμον, τὴν πόλιν. ἀναλώσω τὸν κλῆρον εἰς τὰ κοινῇ τῇ πατρίδι συμφέροντα χορηγῶν, εἰσφέρων, ἐπιδιδούς, προιέμενος, νῦν μὲν ἰδίᾳ, νῦν δὲ κοινῇ παρέχων ἐμαυτὸν χρήσιμον. λειτουργήσω
τοῖς χρήμασι, τὸ σώματι γὰρ προαφῄρημαι. διὰ τούτων ἐκτίσω τῇ πατρίδι τὸ χρέος καὶ πολί- της ἔσομαι κατὰ δύναμιν χρησιμώτατος.
εὐδαίμονα, δεινὴ δὲ διαβολαῖς ἀνοσίοις καὶ σκευωρήμασιν ἢ φαρμακείαις καὶ μαγγανεύμασι διαλῦσαι μὲν πατρικὴν εὔνοιαν, ἐκπολεμῶσαι δὲ τὰ γένη πρὸς ἄλληλα καὶ πάντα τρόπον μίση μηχανήσασθαι τῶν φιλτάτων. ἔχει δέ τι καὶ
μιαιφόνον καὶ τραγικῆς σκηνῆς ἄξιον. μεστὰ γοῦν τούτων τὰ δράματα, πλήρης δὲ τῶν ἀνθρώ- πων ὁ βίος.
μάτην δὲ διελέγξεις ἐπιβουλεύουσαν. οὔτε γὰρ 44 45 46 47 ἀνέξῃ μηχανωμένης οὔτε πεισθήσῃ διαβολαῖς ἢ λόγοις κατὰ τοῦ παιδὸς συγκειμένοις. ἀκρι- βῶς οἶδα τὴν σὴν περὶ ἡμᾶς εὔνοιαν, ἀκριβέ- στερον δὲ καὶ αὐτὸς ἡμῶν πεπείρασαι.
σκευωρήματα καὶ τὸ δεινότατον, φόνος ἀνοσιώτατος.
ῥαντὰ, τὸν παιδεύσαντα, τὸν ἀναθρέψαντα καὶ κηδό- μενον; δι’ ὃν καὶ ζῆν ἐβουλόμην καὶ κουφοτέραν ἦγον τὴν συμφοράν; ὃς μόνος ἦν μοι τοῦ βίου παραμυθία, μόνος ἡδονῆς αἴτιος ὁμιλῶν καὶ φθεγγόμενος καὶ πάν-
τὰ πράττων κεχαρισμένα;
ὁλόκληρον ἔχω.
τύπτει δέ τις πατέρα γνωρίζων καὶ πεπεισμένος; ὑβρί- ζει δέ; ἀντιλέγει δὲ ὅλως;
φὸν ἢ φίλον ἢ συγγενῆ κακῷ τινι περιβάλοι; τίς οὕ- τως ἄγριος; τίς ἀνήμερος;
εὐδαιμονίας ὑπὲρ μὲν τῶν γονέων πολεμοῦντα προθύ- μως καὶ κινδυνεύοντα, θεραπεύοντα δὲ τούτους καὶ 53 54 55 56 περιέποντα καὶ πλείστην κηδεμονίαν ἐπιδεικνύμενα. τοσούτῳ δὲ τούτων διάκεινται πάντες ἄνθρωποι περὶ τοὺς ἑαυτῶν πατέρας εὐνοικώτερον ὅσῳ τῶν ἀλόγων οἱ λογισμὸν ἔχοντες ἡμερώτεροι καὶ τῶν ἀγριωτάτων οἱ πρᾳότατοι τὴν φύσιν διενηνόχασι.
πολλὰ λέγειν; ἴστε γὰρ) ταῦτα, κἂν παραλείπω. 57 πατέρες μὲν γὰρ ὑμῶν οἱ πλείους, παῖδες δὲ δήπου πάντες γεγόνατε. τίς οὖν ὑμῶν ἢ σύνοιδεν ἢ ἀκήκοεν, οὐ λέγω φόνον πατρῷον γεγενημένον, ἀλλὰ πληγαῖς υἱὸν αἰκισάμενον ἢ λοιδορίᾳ κατὰ τῶν πατέρων χρη-
σάμενον; ἢ μόνος ἐγὼ τῶν πάντων ὠμότατος, μόνος μιαιφονώτατος; εἰ μὲν δυστυχέστατος, οὐκ ἂν ἀντεί- ποιμι, περίεστι γάρ μοι τοῦ πράγματος, εἰ δὲ πονηρό- τατος, ὑμῖν καταλείπω σκοπεῖν. οὐ γάρ, εἰ τυφλός, ἤδη καὶ μιαιφόνος, οὐδέ, εἰ δυστυχής, ἤδη καὶ πατροκτό-
νος.
πατρὸς αὐτόχειρ ἂν ἐγενόμην, ὃς ἦν μοι τὰ πάντα, πατὴρ καὶ φίλος, μήτηρ καὶ συγγενής, θεράπων, χει- ραγωγός, δοῦλος ἀναγκαιότατος; ἤδη γὰρ καὶ τὰς τῶν δούλων ὑπηρεσίας εὐνοίᾳ τῇ πρὸς ἡμᾶς ὑπομένειν ᾤετο δεῖν.
θεραπεύοντος ἂν ἐφεισάμην. εἰ καὶ ἀνήμερος ἤμην τῷ τρόπῳ, ταῖς εὐποιίαις ἂν ἐγενόμην πρᾳότερος. ἡμεροῦν- ται καὶ θῆρες θεραπευόμενοι, κἂν πρότερον ἀγριαί- νωσιν. ἐγὼ δὲ καὶ τῶν ἀνημέρων, ὧς ἔοικεν, ἀγριώ- τερος.
τυγχάνειν ἐπιμελείας ἠγάπων, ἐφρόντιζον, ἐκινδύνευον, τὴν πολλὴν εὔνοιαν ἄπαντες ὡμολόγουν, θεραπευόμε- 62 63 64 65 66 67 νος δὲ πάσης προσδοκίας ἐπέκεινα καὶ τυγχάνων ὧν ἐβουλόμην, ὅτε τὴν προυπάρχουσαν εὔνοιαν ἔδει δι- πλασιάζεσθαι, τότ’ ἂν κακόνους ὤφθην καὶ δυσμενέ- στατος; καὶ τίς ἂν ταῦτα πιστεύσειεν;
τέρα καὶ μηδενὸς ἀηδοῦς πεῖραν λαμβάνειν ἑκάστοτε τοῖς θεοῖς ηὐχόμην καὶ πάντα κίνδυνον ὑπὲρ τούτου προθύμως ἀνεδεχόμην· εἶτα μὴ δεόμενος μὲν οὕτως ἐφρόντιζον, ἄνευ δὲ τῆς παρ’ ἐκείνου κηδεμονίας ζῆν
μὴ δυνάμενος ἀνελεῖν ἂν ἐπεχείρησα καὶ πρὸς τοσαύ- την μιαιφονίαν ἀθρόως ἐχώρησα μηδέν τι πώποτε δυσχερὲς εἰς ἐκεῖνον διαπραξάμενος, οὐκ ἀντειπών, οὐ λόγῳ λυπήσας, οὐ θρασυνάμενος.
καὶ δεινοτάτων ἅπαντες εἰώθασι διαπράττεσθαι. κἂν τοῖς γονεῦσιν ἀντείπῃ τις, δῆλον ὡς ὁ τοιοῦτος ὑβρί- σει, κἂν ὑβρίσῃ, τυπτήσει γε προιών, ὅσῳ δ’ ἂν προ- 69 70 71 72 βαίνῃ, γενήσεται χαλεπώτερος. ἐγὼ δὲ καινότατος τῶν πώποτε κακούργων γεγενημένων ὁμοῦ κακόνους καὶ μιαιφόνος;
ὧς αὐτόχειρ γενέσθαι δι’ ὅν προδήλοις κινδύνοις ἐμαυ- τὸν δέδωκα καὶ πυρὶ καὶ θανάτῳ; πῶς γὰρ ἂν εἴη τῆς αὐτῆς εὐνοίας νῦν μὲν κινδυνεύειν καὶ σώζειν καὶ τεθνάναι πρὸ τοῦ πατρὸς προσήκειν ὑπολαμβάνειν, αὖθις δὲ τὸν αὐτὸν ἀναιρεῖν, ἐπιβουλεύειν καὶ πᾶσαν
δυσμένειαν ἐπιδείκνυσθαι, καὶ τῆς μὲν μητρὸς αὐτὸν ποιήσασθαι προτιμότερον, νῦν δὲ τῶν φύσει πολεμίων παντάπασι δυσμενέστερον, καὶ τοῦ πυρὸς ἔργον ὅπως μὴ γένηται κινδυνεύσαντα τἠμῇ δεξιᾷ ταμιεύσασθαι τὸ κατόρθωμα; πάνυ γε. οὐ γὰρ τῶν αὐτῶν μαθημά-
τῶν ἀμφότερα οὐδὲ τῆς αὐτῆς προαιρέσεως τούτων ἑκάτερον.
τὸν ἀποδεῖξαι καὶ δυστυχέστατον; οὐ γὰρ ἱκανὸν ἦν τὸ δυστύχημα, μητρὸς ἀπώλεια, τυφλότης, πάντα τὰ χαλεπώτατα μόνῃ τῇ τοῦ πατρὸς σωτηρίᾳ φορητὰ νο- μιζόμενα;
οὐδενὸς δὲ τῶν ἀβουλήτων διὰ τὸν πατέρα πεπείραμαι. καὶ ταύτην μὲν παρὰ πάντα τὸν χρόνον ἡμῖν ἐπιβουλεύ- ουσαν οὐδεπώποτε καίτοι δικαίως ἀμύνασθαι προειλό- μην, τὸν δὲ κακοῦ μὲν οὐδενός, ἀγαθῶν δὲ μυρίων αἴτιόν μοι γεγενημένον πῶς ἂν ἀνελεῖν ἐπεχείρησα;
ἡμῖν ἐπιβουλεύουσαν καὶ παντελῶς ἀνελεῖν σπουδάζου- σαν δι’ οὐδὲν ἕτερον ἢ τὴν τῶν χρημάτων ἐπιθυμίαν ἔγνω συμφέρειν καὶ τὴν ἑαυτοῦ γνώμην ἡμῖν ἀνήνεγκε μηχανήσασθαί τι πρὸς τὴν ταύτης ἐπιθυμίαν δι’ οὗ παύσει μὲν αὐτὴν ἡμῖν ἐπιβουλεύουσαν, παύσει δὲ
πανταχόθεν καθ’ ἡμῶν ῥᾳδίως μηχανωμένην.
ταῦτα τὰ γραφέντα πάλιν ἐπανορθώσασθαι. ταῦτα βου- λευσάμενος ὁ πατὴρ οὕτως ἔπραξε, ταῦτα διανοηθεὶς 83 84 85 86 87 ἄμοιρόν με τότε τοῦ κλήρου κατέστησε.
ἢ πρότερον ἀγαπᾶν, ἐπὶ τούτοις ἀγανακτεῖν καὶ μέχρι τῶν ἀνηκέστων καὶ δεινοτάτων ἐκτείνειν τὴν ἀγανά- κτησιν;
δι’ αὐτὸ τοῦτο τὸν ἐμαυτοῦ πατέρα; περιόντος μὲν γὰρ ἐλπὶς ἦν καὶ μεταβολὴν γενέσθαι τῆς προαιρέσεως καὶ πρὸς τὴν φύσιν πάλιν ἐπανελθεῖν καὶ λῦσαι μὲν ἃ πρότερον ἀπατηθεὶς διεπράξατο, προτιμοτέραν δὲ ποιήσασθαι τῶν διαβολῶν τὴν ἀλήθειαν καὶ βελτίονι
κρίσει τὴν μὴ προσήκουσαν διορθώσασθαι· τελευτή- σαντος δὲ παντελὴς μὲν ἀπώλεια, προσδοκία δὲ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς πανταχόθεν ἀνῄρητο μηδε- μιᾶς ἔτι λειπομένης ἐλπίδος. ἃ γὰρ εἰκὸς ἦν πράξειν, 88 89 90 91 92 εἰ περιῆν, ἀδύνατον ὑπάρχειν ἀπολωλότος.
μιαιφονίαν ἀνεδεξάμην; εἰ γὰρ τοὐναντίον ἀπροσδόκη- τον ἦν ζῶντος μὲν τὸν κλῆρον κομίσασθαι, τεθνεῶτος δὲ παραχρῆμα τὸ λαβεῖν πρόχειρον, πρὸς τοσοῦτον ἂν 93 ἦλθον ἀπανθρωπίας | ὧς χρημάτων ἕνεκεν φόνον ἐργάσασθαι καὶ τοῦτον πατρῷον; καὶ τῆς μὲν ἐμαυτοῦ
σωτηρίας τὴν τοῦ πατρὸς προετίμησα, δι’ ἢν δὲ κιν- δυνεύειν προθύμως καὶ τεθνάναι δεῖν ὑπελάμβανον, ταύτην ἂν προηκάμην τὴν τοῦ κλήρου γεγενημένην ἡμῶν ἀλλοτρίωσιν αἰτιώμενος;
πεπονθὼς πρὸς τὴν τοῦ πατρὸς ἀναίρεσιν παροξύνε- ται; πολλά τις ἂν εἴποι πρὸς ἑαυτὸν πρίν τι τῶν δει- νῶν διαπράξασθαι, πλείω δ’ ἐμοὶ περιῆν τῶν ἄλλων λογιζομένῳ ῥᾳδίως φέρειν τὴν ἀγανάκτησιν.
πρεσβύτερα τιμιώτερα. κἂν νῦν ὀργίζηται, προϊ- ὼν ἔσται φιλανθρωπότερος. ἐπὶ τοῦ παρόντος κεκίνηται, μικρὸν ὕστερον πατὴρ ὧν ἐπιγνώ- σεται.
ροντος ἕνεκεν οὕτω βεβούλευτο. τὴν δὲ τῶν πεπραγ- μένων διάνοιαν ἀκριβῶς ἐπιστάμενος τίνα τῆς πρὸς ἐκεῖνον ὀργῆς εἶχον τὴν πρόφασιν;
τιμωρίαν λαμβάνει, διὰ τούτων ἑαυτῷ βλάβην προσ- 97 98 99 100 ἄγειν ἀνήκεστον; τί γὰρ ἀνδροφόνου τῶν ὄντ’ ὢν ἀνοσιώ- τερον; ὅταν δὲ καὶ πατέρα τις διαχρήσηται καὶ τὸ δεινὸν ἐκεῖνο καὶ παρὰ πᾶσιν ἀπιστούμενον ἔργον 101 τολμήσῃ τις, Ἡράκλεις, τοῦ δυσσεβήματος. | οὐδὲ
τὴν μίμησιν τοῦ τοιούτου δράματος ἐπὶ σκηνῆς ἰδεῖν εὖ φρονῶν ἄν τις ἀνάσχοιτο.
τοὶ μὲν οὐκ ἂν λάθοιέν τι διαπραττόμενοι, πάντες δὲ τούτοις ἀκινδύνως ἐπιβουλεύουσι. πῶς ἂν οὖν τὸν φόνον ἐτόλμησα δεδιὼς μή τις θεάσηται καὶ ταύτην μάλιστα συγκαθεύδουσαν φυλαττόμενος; πῶς δ’ ἂν αὐτὸν ἐκεῖνον ἐπέγνων ὅν ἀνελεῖν ἐσπούδαζον ὁ πάν-
τὼς χειραγωγούμενος;
δυνάμενον.
σοι πολλάκις ὑπὲρ ἡμῶν συνεβούλευεν, ἀφ’ ὧν θερα- πεύειν ἠξίου καὶ τοῦ μὲν ἐπιβουλεύειν ἀφίστασθαι, μητρὸς δὲ μᾶλλον ἢ μητρυιᾶς ἐπιδεικνύειν προαίρεσιν.
106 107 πτευες, ὑπενόεις. σαφῶς ἐγίνωσκες τὸ περὶ τοῦ κλή- ρου τοῦ πατρὸς διανόημα. διὰ τοῦτο τὸν φόνον εἰργά- σω, διὰ τοῦτο τοὐμοῦ πατρὸς αὐτόχειρ ἐγένου βουλο- μένη μὲν ἀκίνητον διαμεῖναι τὴν περὶ τοῦ κλήρου
προαίρεσιν, ὑποτεμνομένη δὲ τῷ θανάτῳ τὴν ἐπὶ τὸ βέλτιον ἐκείνου μεταβολὴν καὶ τὸν χρόνον παραιρου- μένη τῆς μεταγνώσεως.
ρος καὶ ὧς πρὸς τῷ πεπρωμένῳ τέλει τοῦ βίου γενό- μενος τῷ παιδὶ τὸν κλῆρον ἐάσει καλὸν ἅμα καὶ δί- καιον λογισάμενος, ἀναιρεθέντος δὲ φόβος μὲν οὐδεὶς μεταγνώσεως, τῶν δὲ χρημάτων ἡ κτῆσις βεβαιοτέρα καὶ λοιπὸν ὁ κλῆρος ἀκίνδυνος τοῦ δυνηθέντος ἂν
ἀφελέσθαι πάλιν ἀνῃρημένου καὶ διὰ τῆς αὐτῆς πράξε- ως ὑπάρξει μὲν τυχεῖν ὧν ἐσπούδαζες, ὑπάρξει δὲ συμφοραῖς ἀνηκέστοις περιβαλεῖν τὸν πρόγονον ὀρφα- νόν, ἔρημον, τῶν ἀναγκαίων ἐνδεᾶ καταστήσασα.
νῆν, οὐδεὶς ἐπιβουλεύουσαν ἐκείνῳ φωράσει. νῦν μὲν οὐ καιρὸς ἔσται τῆς ἀναιρέσεως, καθεύ- δοντος δὲ ῥᾳδίως αὐτόχειρ γενέσθαι δυνήσο- μαι. |
σεῖ, τίς δὲ ἑλκύσει προθύμως εἰς δικαστήριον; ἂν μὲν ἀλλότριος ᾖ, μάλιστα μὲν ὀκνήσει τὸν κίνδυνον, προελόμενος δὲ καὶ τῶν καθ’ ἡμᾶς μηδὲν ἀκριβῶς ἐπιστάμενος ἁλώσεται μάτην συκοφαντῶν· ἐὰν δὲ τὴν γραφὴν ὁ παῖς ἀναδἐ-
ξηται, τὸν φόνον ἀντεγκαλέσω καὶ καταστήσω ῥᾳδίως εἰς κίνδυνον ἄπιστον μὲν ἔγκλημα παι- δὶ σπουδαίῳ πατρῷον φόνον ἐπάγουσα, πολλοῖς 113 114 115 δὲ δυναμένη πρὸς τὸν ἔλεγχον χρήσασθαι τεκ- μηρίοις. οἷς γὰρ αὐτὴ διεπραξάμην ἐπιβουλεύ- συσα, τούτοις κατὰ τοῦ παιδὸς χρήσομαι. καὶ διὰ τῶν αὐτῶν ὁμοῦ μὲν ἐκεῖνον ἔνοχον ἐπι-
δείξομεν, ὁμοῦ δὲ τὴν δίκην διαφευξόμεθα.
τὸ μὲν οὖν δεδέσθαι φάρμακον ἐν τοῖς ἱματίοις οὐκ ἂν ἀρνηθείην, ὅτι δ’ ἐκ ταύτης γέγονε τὸ σκευώρημα, πρόδηλον. ἡ μὲν γὰρ τοῦτο τῷ πατρὶ κατεμήνυσεν, ὁ δὲ παραχρῆμα τὴν ἐπιβουλὴν ὑπενόησε καὶ ὡς ἐρωτή- σαντος πόθεν εἴη τὸ φάρμακον ἐσιώπησα διὰ τούτου 116 117 118 119 120 τὴν καθ’ ἡμῶν ἐπήρειαν ἐνδειξάμενος, συνῆκε τὸν τρόπον τοῦ σκευωρήματος καὶ τὴν ταύτης πονηρίαν εἰκότως ἐμίσησε τοιαῦτα κατὰ τοῦ προγόνου μηχανω- μένης.
ἐχρῆτο τούτῳ καθ’ ἡμῶν τῷ πλεονεκτήματι. καὶ τὸ φάρμακον ἐκεῖνο θοἰματίῳ τῷ ἐμῷ φέρουσα ἐγκατέ- δησε. | τίς γὰρ οὐκ ἂν λάθοι τυφλὸν πάντα κατ’ 121 αὐτοῦ σκευωρούμενος καὶ παρόντος πράττων ἃ βού- λοιτο καὶ μετὰ πλείστης ἀδείας τὰ χείρω προφανῶς
μηχανώμενος;
ρον ταύτην ἢ τὸν πατέρα; καθ’ ἑκάτερον γὰρ αὐτὴν 122 123 124 συκοφαντοῦσαν ἐπιδείξομεν.
ἄλλην αἰτίαν ἣν προλαβὼν ἐπεβούλευον; εἰ δὲ κατ’ αὐτῆς ηὐτρέπιστό μοι τὸ φάρμακον, πῶς ταύτην μὲν ἀνελεῖν ἐσπούδαζον, ἀντὶ δὲ ταύτης τὸν πατέρα διεχρη- σάμην;
μένην προφέρειν τὸ δηλητήριον, ὃ τὴν κατὰ τοῦ πα- τρὸς ἐπιβουλὴν οὐδαμῶς ἐπιδείκνυσιν;
γὰρ πρόδηλον, πρῶτον μὲν μανία δήπουθεν ἄντικρυς ἐπιβουλεύειν μὲν τῶν ἀνηκέστων λάθρα τι διαπράξα- 125 126 127 σθαι, προφανῶς δὲ τοῦτο καταμηνύειν ὥσπερ δεδιὼς μὴ λάθω τὴν ἐπιβουλὴν μηχανώμενος. ἔπειτα δὲ τῶν μὲν ἄλλων ἁπάντων τοσούτων ὄντων ἐπὶ | τῆς 128 πατρῴας ἑστίας οὐδεὶς οὐδεπώποτε θεασάμενος τοῦτο διήλεγξε, μόνη δὲ τὸ πρόδηλον ἅπασιν εἶδεν ἡ μη-
τρυιά; καὶ τίς ἂν ταῦτα κακουργίας ἐκτὸς γεγενῆσθαι πιστεύσειεν;
εἶναι τῆς καθ’ ἡμῶν ἐπιβουλῆς δήπου τεκμήριον, ὅμως δὲ λανθάνον μὲν οὐκ ἐζήτησεν, ὅπερ δὲ σαφῶς ἐγί- νωσκε σκευωρήσασα, τοῦτο καὶ τῷ πατρὶ πεπεισμένη δεδήλωκεν. οὔτε γὰρ ἂν ἔδειξεν ὅ τι περ ἦν ἀγνοοῦσα τὸ δεδεμένον οὔτ’ ἂν ἀκριβῶς οὕτως ἐγίνωσκεν, εἰ
μὴ τὸ φάρμακον δήσασα προετύγχανε.
μιζε ταύτην ἐπιβουλεύουσαν. ἐλελήθει δὲ ἄρα καθ’ ἑαυτοῦ σοφιζόμενος. δι’ ὧν γὰρ τῆς καθ’ ἡμῶν προ- αιρέσεως κωλύειν ἐνόμιζε, διὰ τούτων τὴν καθ’ ἑαυ- τοῦ πληγὴν καιριωτέραν ἤνεγκε.
διελέγχειν τὴν κακουργίαν, τάχα δ’ ἄν τις μᾶλλον ὑπώπτευσεν· ὅπου δὲ σιδήρῳ τὸν φόνον ἐτόλμησε, τί τὸ δηλητήριον ἐνταῦθα προφέρει καὶ τῆς ἀναιρέσεως λέγει τὸ φάρμακον εἶναι σημεῖον; ὥσπερ ἂν εἴ τις 130 φαρμακείας ἐπάγων ἔγκλημα | τούτου μὲν μηδὲν
ἔχοι λέγειν τεκμήριον, ὅτι δὲ σίδηρον εἶδεν ἔχοντα 131 132 133 τὸν κρινόμενον λέγοι. τί οὖν εἴποι τις ἂν πρὸς ἐκεῖ- νον; ἐμβρόντητε, τοῦτο οὐ σημαίνει τὸ ἔγκλημα. φαρμακείαν μὲν γὰρ ἐλέγχει τὸ δηλητήριον, σιδήρῳ δέ τις οὐ τοῦτον διαφθείρει τὸν τρόπον.
ταύτης τε γὰρ ἦν ἡ τῶν φαρμάκων ἐπιβουλὴ καὶ παρα- χρῆμα τοῦτο λογισάμενος ὁ πατήρ, μικροῦ δέω λέγειν, ἐδάκρυσεν, ἐφ’ οἷς ἐρωτηθεὶς ἐσιώπησα βαρέως ἐκείνῳ τὴν ἐπιβουλὴν αἰνιττόμενος. τῇ γὰρ σιωπῇ τὴν μη- τρυιὰν ἐδήλωσα μήτε διελέγχειν αὐτὴν προφανῶς τότε
δυνάμενος μήτε τι ψεύδεσθαι προσήκειν ὑπολαμβάνων.
τῶν πολεμίων ἐκείνῳ χρήσομαι, κοινὸν δὲ προὔθηκε τοῖς ὑφαιρεῖσθαι βουλομένοις ἡ τύχη. καί τις ἂν τῶν ἐπὶ τῆς οἰκίας προελόμενος κἀμὲ ῥᾳδίως αὐτῷ διεχρή- 134 135 136 σατο μήτε κωλύειν ὑφαιρουμένου μήτε φυλάττεσθαι δήπου δυνάμενον. πιστεύει δέ τις ὧς ἐγὼ τοὐμοῦ πατρὸς αὐτόχειρ γενέσθαι προῃρημένος τὴν ἀναίρεσιν ἂν τὠμῷ ξίφει διεπραττόμην ἢ τούτῳ διαχρησάμενος
κατέλιπον ἂν φώριον τοῦ φόνου;
τίας ἐφόδιον. ἀλλ’ ἔοικε γὰρ τὸ δαιμόνιον ἐφορᾶν ὀξέως τὰ δρώμενα, καὶ δι’ ὧν ἄν τις ἐπιβουλεύῃ ἑτέ- ροις καὶ κακουργῶν λανθάνειν ὑπολαμβάνῃ, διὰ τού- των ἐλέγχειν ὑπεύθυνον αὑτὸν ὑπάρχοντα τοῖς ἐγκλή- μασιν.
τὴν κατεμήνυσε. τὸ γὰρ ἐκείνῳ τῷ ξίφει τολμῆσαι τὸν 138 139 140 φόνον καὶ καταλιπεῖν πρόδηλον ἱκανὸν ἕξειν κατ’ ἐμοῦ τεκμήριον προσδοκήσασα τοὐναντίον ἐδήλωσεν ὡς οὔτ’ ἂν αὐτὸς διαχρησάμενος οὕτως ἀλογίστως ἐβουλευσά- μην οὔτ’ ἄν τις ἕτερος κατ’ ἐμοῦ ταῦτα συνέθηκεν. ἀλλ’ ὁ τῆς ἐπιβουλῆς τρόπος τὴν τῆς μητρυιᾶς δι-
ἐλέγχει προαίρεσιν. τίς γὰρ ἀνδροφόνος καθ’ ἑαυτοῦ καταλείπει γνώρισμα; τίς κλέπτης; τίς ἱερόσυλος; τίς κακουργήσας δι’ ὧν ἐλεγχθήσεται διαπράττεται;
ἑτέροις ἃ δέδρακας. ἀπεχρήσω τἠμῇ τυφλότητι πρὸς δυσσέβειαν, τῇ συμφορᾷ πρὸς πᾶσαν ἐπιβουλήν. ἐὰν ἐμπλήσω τὴν ἐσθῆτα φαρμάκων, τυφλὸς ὤν, ἔφη πρὸς ἑαυτήν, οὐκ ὄψεται ταῦτα καταμηνύσει νῆν. τὸ ξίφος ἐὰν ὑφέλω, τίς μου καταμηνύσει
τὸν φόνον ἐργασαμένης; συκοφαντήσω τὸν πρό- γονον, κἂν ἀπαιτῶμαι τεκμήριον, προβαλοῦμαι τὸ ξίφος.
σὺ δὲ λοιπὸν ὕπνῳ κατειλημμένον θεασαμένη ῥᾳδίως ἀπέκτεινας.
καιρίαν ἐκείνου λαβόντος καὶ φωνὴν ἀφιέντος οἵαν εἰκὸς ἀφιέναι τοὺς οὕτως ἀναιρουμένους οὐκ ἔγνως τὸν φόνον; οὐχ αἵματος αἴσθησις παραχρῆμα διήγειρεν ὁμοῦ μὲν τὴν κοίτην ἅπασαν ἐμπλήσαντος, ὁμοῦ δὲ σοῦ τῷ σώματι πλησιάζοντος; οὐ τὰ τελευταῖα, ταραχὴ
καὶ θόρυβος καὶ πᾶς μὲν ὁ οἶκος κεκινημένος, πολὺς δὲ θρῆνος ἀναβοώμενος;
φόβῳ κατειλημμένος, περαιτέρω δὲ προελθεῖν μὴ δυ- νάμενος, σὲ δὲ πλησίον τοῦ σώματος καθεύδουσαν οὐκ 144 145 ἂν τὸ πένθος διήγειρε; καὶ οἱ μὲν ἐκ γειτόνων οἰ- κοῦντες αἰσθόμενοι τοῦ συμβεβηκότος ἀπήντησαν καὶ καθεύδοντες διηγέρθησαν, αὕτη δὲ μόνη καίτοι τῷ κειμένῳ παρακαθεύδουσα τοῦ πτώματος οὐδὲν ἄρα διενηνόχει; ποῖος μὲν ὕπνος, ποῖον δὲ φάρμακον ἀν-
αισθησίας τοσοῦτον πάλιν κατεδυνάστευσεν;
ζοῦσα. ᾤετο γὰρ ὅτι διεγερθεῖσα μὲν καὶ προσώπῳ καὶ συνειδότι καὶ πολλοῖς ἑτέροις τεκμηρίοις ἑαυτὴν καταστήσει κατάφωρον, εἰ δὲ καθεύδουσαν αὐτὴν ὕστε- ρον καταλάβοι τις, ὧς μηδὲν τῶν γεγενημένων ἐπιστα- μένη τὴν ἐπὶ τούτοις ὑπόνοιαν διαφεύξεται. Δίκη δέ
τις τῶν ἀνθρωπίνων πραγμάτων ἔφορος τὴν | τῆς 146 κακουργίας ἐπίνοιαν εἰς τοὐναντίον μετέστησεν. ἃ γὰρ 147 148 149 150 151 λαθεῖν πειρωμένη διεβουλεύσατο, ταῦτα φανερωτέραν δήπου κατέστησεν.
παντάπασι φεισαμένη τὸν ἐμαυτῆς ἄνδρα δι- εχρησάμην. εἶτα σοφιζομένης αὐτῆς πάλιν ἀνέξεσθε καὶ τοῖς πράγμασιν αὐτοῖς ἀπιστήσαντες τοῖς πρὸς ἀπάτην μεμηχανημένοις προσέξετε; δεῖ δὲ ὅμως καὶ τοῦτον αὐτῆς διελέγξαι τὸν λόγον.
ἀναίρεσιν διεκώλυε· πρῶτον μὲν ἀπάντων καὶ μέγι- στον, ὁ πατὴρ εὐνοῶν, φυλάττων, κηδόμενος· ἔπειτα δὲ τῆς ὑποψίας ὁ φόβος καὶ τῆς τιμωρίας ὁ κίνδυνος καὶ τὸ δυσχερὲς μὲν τῆς ἀναιρέσεως, ῥᾴδιον δὲ τῶν ἀποδείξεων. οὔτε γὰρ ὁ πατὴρ καιρὸν ἐνεδίδου ταύτῃ
πρὸς τὴν ἀναίρεσιν οὔτε μὴν ἐγὼ δεδιὼς ἀεὶ καὶ φυ- λαττόμενος οὔτ’ ἂν τολμήσασα τὸν φόνον διέλαθεν οὔτ’ ἂν ἑτέροις ὥσπερ νῦν ἀντεγκαλεῖν ἐπεχείρησεν, ἀλλὰ διήλεγξεν ἂν ὁ πατὴρ ῥᾳδίως τὸν φόνον καὶ 152 153 154 πικρότατος ἂν ἐπέστη ταύτῃ κατήγορος νῦν μὲν αὐτῆς τὰς πρότερον ἐπιβουλὰς διηγούμενος καὶ δι’ ἐκείνων τὰ παρόντα πιστούμενος, αὖθις δὲ τοῖς τῆς ἀναιρέσεως τεκμηρίοις πρὸς ἔλεγχον χρώμενος. εἰ δὲ τούτων ἠπό- ρει, μητρυιᾶς τὸ περὶ τοὺς προγόνους φύσει πολέμιον
ἐβεβαίου τὴν ὑποψίαν.
νῦν μὲν τὸ ξίφος, τὰ φάρμακα δέδωκε πρόφασιν καθ’ ἡμῶν ταύτῃ συκοφαντίας, σαθρὰ μέν, ὧς ἤδη δεδήλω- ται, συναιρόμενα δὲ ὅμως πρὸς συκοφαντίαν εὐφώρα- τον· τότε δ’ ἂν ποῖα μὲν φάρμακα, | ποῖον δὲ ξίφος, 155 ποίαν δ’ ἐπιβουλὴν σκευωρήσασα τὴν τῆς ἀναιρέσεως
ἐφ’ ἕτερον ἂν μετέστησεν ὑποψίαν;
μήτε δύνασθαι κἀκεῖνον προσανελεῖν παντελῶς αὐτὴν φυλαττόμενον μήτε τοῦ κλήρου λοιπὸν εἶναι κυρίαν. διὰ ταῦτα τὴν μὲν ἡμετέραν ἀναίρεσιν εἰς καιρὸν ἕτε- ρον ὑπερέθετο, καὶ γέγονε τὸ μὲν τῆς μιαιφονίας προ- οίμιον, ἐμὲ δὲ δευτέροις ἀγῶσιν ἐταμιεύσατο.
τοῖς ὁρῶσι δὲ φοβερώτατον. οὐκ ἦν ἄρα μοι διὰ πάν- των δυστυχὴς ἡ τυφλότης, οὐκ ἦν παντάπασιν τελὴς ἡμῖν ἡ συμφορά. φέρει τι καὶ κέρδος πολλάκις δυστυχία τις ἀνυπέρβλητος. εὐτύχημα γοῦν ἔναγχος 158 159 ἔσχον τὴν συμφοράν. οὐκ εἶδον θέαμα φρικωδέστατον, οὐκ εἶδον πάθος ἀνήμερον.
ταῖς ἀκοαῖς ἔγνων τὴν συμφοράν. ποίαν γὰρ ἡμῖν, ὦ Ἥλιε, δραματουργίαν | ἀπήγγειλαν; ποίας μιαι- 160 φονίας ἐπίδειξιν;
μένος, οἰκείῳ δὲ πανταχόθεν αἵματι καὶ λύθρῳ περιρ- ρεόμενος. ἡ δὲ παντὸς θηρίου μιαρωτέρα τὸν φόνον ἐργασαμένη πλησίον τοῦ πτώματος ἀνεπαύετο. καὶ ξί- φος ἐκεῖνο τὸ δυστυχὲς φρικωδεστέραν ἐποίει τὴν θέαν, ὅτι μὲν τοῦ παιδὸς ἦν, γνωριζόμενον, ὅτι δὲ
τούτῳ τὸ δρᾶμα τετόλμητο, φοβερωτέραν ἀποφαῖνον τὴν συμφοράν.
τῶν παίδων ἀνῃρημένοις, ἐπὶ τοιούτοις δὲ δυσσεβή- μασιν οὐ κεκίνηνται γυναικὸς τὸν ἑαυτῆς ἄνδρα παρ’ αὐτὸν τὸν τῆς πίστεως καὶ κοινωνίας καιρὸν διαχρη- σαμένης.
ὑπέσχες τὴν τιμωρίαν. τί με γὰρ γνησίως ἠγάπας; τί δὲ προθύμως ἡμᾶς ἐθεράπευες; τί προφανῆ τὴν ὑπερ- βάλλουσαν κηδεμονίαν ἐποίεις καὶ τὴν γυναῖκα διὰ τούτων δυσμενεστέραν οὐδὲ προσποιούμενος τὸν παῖδα μισεῖν ἐλάνθανες οὕτω κηδόμενος οὐδὲ δοκῶν ἡμῖν
ὀργίζεσθαι τὴν ὑπόκρισιν τῆς ὀργῆς διεφύλαττες;
ἀμφότεροι γεγενήμεθα. τί γὰρ ἀναισθήτου σώματος διενήνοχα; τί δέ μοι τοῖς ζῶσι πρόσεστι παραπλήσιον;
σάμην καὶ πρὸ τῆς θέας ἐκείνης τῶν ὀφθαλμῶν ἐκ- πεσεῖν δέον παραχρῆμα θεασάμενος κἀκείνων προσ- αφῃρέθην. τυφλὸς γενόμενος τὴν τοῦ πατρὸς σωτηρίαν ἱκανὴν εἶχον παραμυθίαν. εἷς ἦν μοι λοιπὸν ὀφθαλ- μὸς καὶ κάλλιστος ὁ πατήρ. καὶ τοῦτον πεπήρωμαι.
ἐπώνυμον γὰρ ἀτυχημάτων πεποίηνται.
ποτὲ μὲν ὕπνον, ποτὲ δὲ θρῆνον καὶ δάκρυα, γάμον δὲ πάλιν ἤδη περινοεῖ τὸν κλῆρον προτείνουσα καὶ τοῖς ἡμετέροις χρήμασι πολλοὺς δελεάζουσα.
κρύων, καιρὸς οἴκτου καὶ φιλανθρωπίας, ὅτε γαμηλίοις μὲν δαίμοσι καὶ νόμῳ τῆς κοινωνίας πιστεύων ὁ πα- τὴρ ἀνεπαύετο, σὺ δὲ φόνον ὠμότατον εἰργάσω τοῦ βαρυδαίμονος μήτε γῆρας ἐλεεινὸν μήτε βίου συνήθειαν 171 | ἐννοήσασα.
ἔστηκεν, ἀπὸ τοιούτων ἐλθοῦσα δυσσεβημάτων μιαίνει τὸ δικαστήριον. καθαρσίων ὑμῖν δεῖ, μᾶλλον δὲ πάση τῇ πόλει τηλικούτου μιάσματος. καθάρσιον δὲ πρεπω- δέστατον ἔσται ταύτης ἡ κόλασις. ἐγὼ δὲ πυρὶ καθαρ- σίῳ τὸ λειπόμενον δώσω τοῦ σώματος. πρότερον μὲν
γὰρ τὴν μητέρα καὶ τοὺς ὀφθαλμοὺς αὐτόματον ἐπελ- 172 173 θὸν συνανάλωσε, νυνὶ δὲ τὴν μιαιφόνον τιμωρησάμε- νος χειροποιήτῳ πυρὶ προσθήσω καὶ τὸ λειπόμενον.
προγονικὸς ὑποδέξεται; πόθεν τῶν ἀναγκαίων ἐπικου- ρία; καὶ ταῦτα γὰρ τῷ πατρὶ συνανῄρηται. καὶ γέγο- νεν ὁμοῦ πάντα τῆς μητρυιᾶς, ὁ κλῆρος, ὁ φόνος, ἡ παντελὴς ἡμῶν ἀπώλεια. μόλις ἐνταφίων ἔτυχεν ὁ πα- τήρ, μόλις, ὦ Γῆ καὶ Ἥλιε, τῶν νομιζομένων ἱκανὸν
κλῆρον καταλιπών.
τοῦ πολεμίου κεκράτηκα τῆς σῆς ἕνεκεν μαχόμενος σω- τηρίας.
μαθηκότες.
ταύτην ἐπαποκτείνωμεν, σφάγιον εὐσεβές τε καὶ δικαι- ότατον. οὔτ’ ὢ γάρ, οἶμαι, τοὺς ἐκείνου δαίμονας εὐ- μενεστέρους ἑαυτοῖς καταστήσομεν.
ταῦτα διηγουμένων ἀκούων δόξω κολαζομένην ἑωρακέ- ναι. τοῦτό μοι τὸ διήγημα τὸ πρώην ἐπὶ τῷ τοῦ πα- τρὸς πάθει γεγενημένον παραμυθήσεται, τοῦτο τὴν ἀκοὴν ἐκείνην ἐξίτηλον γενέσθαι παρασκευάσει καὶ κουφοτέραν ποιήσει τὴν συμφοράν.
γὰρ τῇ πείρᾳ μεμαθηκώς, ὧς μήποτε ὤφελον, σύμβου- λος ἂν εἴην, ὡς ἔοικεν, ἀξιόχρεως καὶ τοῖς ἀκούουσιν ἢ ἐμαυτῷ μᾶλλον λυσιτελέστερος.
Declamatio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.