Προθεωρία.
φύσει μὲν γὰρ καὶ πάντες οἱ ἀντεγκληματικοὶ στο- χασμοὶ πολλὴν ἔχουσι τὴν δυσκολίαν καὶ διαιρέσεως 2 3 4 5 ἕνεκα καὶ τάξεως καὶ τῆς ἄλλης οἰκονομίας, ἐξαιρέτως δὲ οὗτος διὰ τὴν ἐνοῦσαν πλοκὴν καὶ περιπέτειαν τῷ πλάσματι.
μέρος πληρώσαντας οὕτως ἐπὶ τὸ ἕτερον μετιέναι. καὶ ζητοῦντες εὑρίσκουσιν ἀγωνιστικώτερον μὲν τὸ κατὰ κεφάλαιον ποιεῖσθαι τὴν ἀντεξέτασιν, πλείστης δὲ συγχύσεως αἴτιον, τὸ δὲ διόλου σαφέστερον μέν, ὑπτι- ώτερον δέ. καὶ τέλος ἔκριναν προτέραν μὲν ποιεῖσθαι
τὴν ἀπολογίαν ὁλόκληρον, δευτέραν δὲ τὴν κατηγορίαν ὁμοίως τῆς ὑπτιότητος ἔλαττον φροντίσαντες διὰ τὴν σαφήνειαν.
γᾶμεν. τοῦ δὲ τὸ ὕπτιον φυλαξάμενοι τὸ σαφὲς τετη- ρήκαμεν.
πάθος, λανθάνει δὲ πάλιν έν τοῖς πάθεσιν οὐδὲν ἧττον ἀγωνιζόμενος καὶ τούτων ἑκάτερον ἐν ἀμφοτέροις πλη- ρῶν, ἔν τε τοῖς ὑπὲρ αὑτοῦ λόγοις καὶ τοῖς κατὰ τῆς μητρυιᾶς καὶ ὅπως πόρρωθεν προδιοικεῖ τὰ συμφέ- ροντα καὶ προδιαλύει τὰ βλάπτοντα καὶ τῇ Δημοσθε-
νικῇ κατανοήσει χρώμενος τοῖς μὲν ἀθρόοις ἠρέμα συναγωνίζεται πανταχόθεν περιστέλλων αὐτὰ καὶ πι- στούμενος, τῶν δὲ πρόδηλον ἐχόντων τὴν δύναμιν καὶ αὐτόθεν ἰσχυρῶν φαινομένων οὐδεμίαν προβάλλεται βοηθοῦσαν ἐπίνοιαν ἔξωθεν, ἕνα τοῖς πράγμασιν αὐ-
τοῖς καὶ μὴ δεινότητι δοκῇ περιγίνεσθαι, καὶ διὰ τῶν αὐτῶν ποιεῖ τὸ συναμφότερον, δι’ ὧν ἀπολογεῖται κατηγορῶν καὶ δι’ ὧν κατηγορεῖ συναπολογούμενος.
πρὸς τοῦτο παρεχομένης, οὕτω γὰρ ἂν μᾶλλον τὴν 13 14 15 16 δυστυχίαν αὐξήσαιμεν, οἱ γὰρ ἀγαθοὶ δυστυχοῦντες τὰ πάθη μειζόνως ἐγείρουσι, καὶ δι’ ὅλου τοῦ λόγου τὸ πρέπον διαφυλάττειν καὶ τῷ ἤθει τοῦ τοιούτου παιδὸς καὶ τῇ φύσει τῶν ὑποκειμένων πραγμάτων καὶ λογισμοῖς χρῆσθαι πιθανωτέροις.
ούτοις ἀγῶσιν ἐν οἷς τὰ εἰκότα μεγίστην ἔχει τὴν δύ- ναμιν προσήκει τὴν ἐργασίαν ποιεῖσθαι τῶν πιθανω- τέρων ἐκ τῶν ὧς ἐπὶ τὸ πλεῖστον συμβαίνειν εἰωθό- των. ταῦτα γὰρ πρὸς πίστιν προκαλεῖται μάλιστα τοὺς ἀκούοντας, ὅταν ἐφ’ ἑαυτῶν αὐτὰ λογιζόμενοι καὶ
σκοποῦντες οἱ δικασταὶ ῥᾳδίως καὶ ἐπὶ τῶν ἄλλων γενήσεσθαι πιστεύωσιν.
Declamatio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.