1 2 3 συζῶντος τὸν ἀδελφὸν εἰδότες, οἷ τὰς τοῦ πρεσβύτου παρατηροῦντες ὀργάς, ὧς εἰώθατε πρὸς ἀλλήλους ἐν ταῖς συνουσίαις αἰτιᾶσθαι τοὺς υἱεῖς, κἂν εἰς μικρό- τατα ἁμαρτάνωσιν ἃ οἱ βέλτιστοι τῶν ὁμιλούντων κου-
φότητα ἀποφαίνουσι καὶ κοινὰ τῆς ἡλικίας καὶ τοῖς οὐ 4 λίαν δυσκόλοις | εὔφορα, ἀλλ’ οὐχ οἱ τοῦτον φι- λεῖν λέγοντες, ἀλλὰ μεγαλύνοντες ἀεὶ τὸ παραπῖπτον καὶ τὸν σπινθῆρα ἐγείροντες τοσούτου πολέμου τὴν οἰκίαν ἐπλήρωσαν καὶ οὕτω σφόδρα τὸν πατέρα ἐξώργισαν
ὥστε ἐπιλαβόμενος εἷλκε τὸν υἱὸν ὅν ἐγέννησεν, ὃν ἔθρεψεν, ᾧ τὴν δεκάτην ἐποίησε, καὶ εἰσῆγεν εἰς τὸ δικαστήριον καὶ ἐκάλει πονηρόν.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.