μηδὲν εἰπεῖν ὑπὲρ αὑτοῦ τὸν πατέρα αἰδούμενος καὶ μᾶλλον εἵλετο προδοῦναι τὰ τοῦ ἀγῶνος δίκαια ἢ ὡς συκοφαντοῖτο φθέγξασθαι. μετὰ ταῦτα οὑτοσὶ μὲν ἀπῄει τὴν καλὴν νίκην νενικηκώς, ὁ δὲ ἀδελφὸς εἰς τὰ τῆς πενίας κακά. ἐγὼ δὲ ἀμφοτέρους ὀδυρόμενος,
τὸν μὲν ὧν ἐπεπόνθει, τὸν δὲ ὧν ἐξηπάτητο, ἐποιού- μην, ὦ δικασταί, τοὺς ὀδυρμοὺς λανθάνων, ἐφοβούμην γὰρ μὴ τὰ δάκρυα γένηται εἰς ἀποκήρυξιν ἀφορμή.
καὶ ταῦτα ἐν οἶς νῦν εἰσιν, ἐγὼ δὲ τῆς μὲν τῶν πολι- 1 2 τικῶν μελέτης οὐκ ἠμέλουν, πενθῶν δέ, ὦ ἄνδρες, διετέλουν καὶ τοὺς ἡλικιώτας ἐν τοῖς γυμνασίοις αἰ- σχυνόμενος, οἱ τῆς συμφορᾶς τὸν ἀδελφὸν ἐλεοῦντες οὐκ ἔστιν ὅτε οὐ καθήπτοντό μου περιιστάμενοι κύκλῳ· σὺ δὲ οὐδὲ εἰσιὼν οἴκαδε καὶ συνεστιώμενος
τῷ πατρὶ καὶ λόγου μεταλαμβάνων οὐκ ἔπαυσας τὴν ὀργήν; οὐκ ἐπράυνας τὸν θυμόν; οὐκ ἀνεῖ- λες τὰς ὑποψίας; οὐχ ἱκέτευσας; οὐκ ἐδάκρυσας; ὅρα μὴ δόξῃς ἐπαινεῖν τὰ πεπραγμένα τὸν κλῆ- ρον πρὸ τῆς φύσεως ἄγων, μᾶλλον δὲ ἤδη τι
καὶ συνεξεργάσασθαι.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.