τῶν τὸν χρηστόν, ἑτέρωθεν δὲ τὸν βέλτιστον, παντα- χόθεν δὲ ἁπλῶς ἔν γέ τι ῥῆμα πρὸς εὐφημίαν φέρον. ἀλλά τοι, ὦ δικασταί, τὸ θαῦμα μέχρι τῆς σιγῆς τοῦ πατρός, ὧς δὲ διῆρε τὸ στόμα καὶ ἐφθέγξατό τι καὶ συνήγαγε τὸ πρόσωπον, πάντα διέφθαρτο, καὶ τὰ καλὰ
τέως φαῦλα ἐπεφήνει καὶ ὑμεῖς μετεβέβλησθε καὶ αὐ- τὸς παραπαίειν ἐδόκουν καὶ δι’ ὧν εὐδοκίμουν, ἐπὶ τούτοις αἰτίας εἶχον.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.