τὴν ἐπὶ τοῖς κατορθώμασι φαιδρότητα τὸ τῆς οἰκίας ἀτύχημα, μνησθεὶς δὲ τῆς μάχης καὶ φήσας οὐχ ὑμᾶς ἐμοὶ δεῖν ἔχειν χάριν, ἀλλ’ ἐμαυτὸν· τοῖς παραταξαμέ- νοις θεοῖς ὅμως, ἔφην, ἐπειδήπερ αἰτεῖν κελεύετε, τὰ συνήθη μέν, ὦ πάτερ, καὶ δι’ ὧν τοῖς λαμβά-
νοῦσιν εὐπορία τε καὶ τὸ λαμπροὺς εἶναι περι- γίγνεται, οἷον πλέθρα γῆς πεφυτευμένης ἢ τά- λαντα ἀργυρίου ἢ σίτησιν ἐν πρυτανείῳ ἢ χαλ- κῆν εἰκόνα, τούτων μέν, ἔφην, τῶν λαμπρῶν οὔ- πω πράττομεν ἀξίως, ἀλλά μοι δότε δωρεάν.
2 3 μέθᾳ πανταχοῦ, καὶ τελευτῶν ἀντ’ εἰκόνος ἐπήγγελλον τοσοῦτον, ἰδεῖν οἴκοι τὸν ἀδελφόν. ἐν ᾧ πάντες ἀνεθο- ρυβήσατε τὸ τῆς αἰτήσεως ἦθος ἄμεινον τῆς ἀριστείας ἡγούμενοι.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.