ρον καὶ διηγούμενος εὐφραινόμην, ἕως ἡγούμην αὐτὰ 1 σεμνά τε εἶναι καὶ οὐχ ἡττᾶσθαι λόγων, νῦν | δὲ τοσοῦτον ἂν εἴποιμι μόνον ὧς ἐμοὶ μάλιστα οἱ πολέ- μιοι τῶν πολιτῶν καταρῶνται.
καί μου δοκιμάσατε τῇ δωρεᾷ τὸν τρόπον. ὡς γὰρ ἀπέδομεν ὑποσπόνδους τοὺς νεκροὺς καὶ τὸ τρόπαιον εἱστήκει καὶ περίβλεπτος ἦν καὶ ἐπῃνούμην καὶ ἐκρο- τούμην, προσιόντες μοι δημόται καὶ φυλέται καὶ συμ- φοιτηταὶ καὶ πάντες ὅσοι συνῄδεσάν μοι τὴν λύπην
ἣν εἰς τὸν ἀτυχοῦντα εἶχον ἀδελφὸν νῦν, ἔλεγον, ἃ πάλαι ἐπόθεις ἥκει. νῦν καιρὸς ἀμῦναι τἀδελ- φῷ τὴν συμφορὰν καὶ τῷ μὲν ἀποδοῦναι τὴν 2 οἰκίαν, τὸν πατέρα δὲ τῆς ἐπὶ τῇ πικρᾷ κρίσει δόξης ἀπαλλάξαι.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.