δ’, ἕως μὲν ἤλπιζον ῥύσεσθαι τὸν ἀδελφὸν τῶν κα- κῶν, καλὸν ἦν ἴσως ἡ τῶν τετολμημένων διήγησις, ὡς ἔτι μὲν ἐξιὼν ἔγεμον θυμοῦ καὶ τῷ μέλλειν ἠχθόμην, ἰδὼν δὲ τοὺς ἐναντίους δίκην σκηπτοῦ ἐνέπιπτον τὴν μὲν τοῦ πείσεσθαί τι φροντίδα ἀφείς, τὴν δὲ ἀπὸ τοῦ
δρᾶσαι δόξαν ἰδών, καὶ ὧς ἔρρηξα τὴν φάλαγγα, καὶ τὸ ξίφος συνεχῶς ἐνεργόν, καὶ τὸ μὲν ἠλαύνετο, τὸ δὲ ἐζωγρεῖτο, μεστὸν δὲ τὸ πεδίον νεκρῶν καὶ φυγῆς, τοῖς δὲ στρατιώταις ἀντὶ λόγων ἐκ τῶν ἐμῶν ἔργων ἡ παράκλησις.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.