οὐχ ἡδέως δέχῃ τοὺς λόγους καίτοι καὶ τῶν δικαζόν- των καὶ τῶν περιεστηκότων συγχωρούντων με δίκαια λέγειν, τίς ἂν ἦσθα τότε χειμαζομένης ὑπὸ τοῦ νοσή- ματός σοι τῆς ψυχῆς; ἆρ’ οὐκ ἂν ἐκεκράγεις ὠθεῖν, ἐξελαύνειν ὡς ἀπολλύντα σε τοῖς λόγοις καὶ τὸ κατ’
ἐκείνου μὲν ἐτήρεις μῖσος, τὸ δὲ πρὸς ἐμὲ φίλτρον εἰς μῖσος μετέβαλες, ἀπῄειν δ’ ἂν κακὸς ἰατρὸς τῆς ὀργῆς γεγενημένος, ἄλλος δ’ ἂν ἀντ’ ἀμφοῖν ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο; καὶ οὐχὶ τοῦτο δεινότατον, τὸ δὲ σοὶ <κακοῦ> τινος αἴτιον γεγονέναι δοκεῖν τίνος οὐ μεῖζον κακοῦ;
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.