ὑπὸ τῶν ἰατρῶν παραγγελλόμενον δεῖν ἠρεμεῖν αὐτούς τε ἐκείνους καὶ τοὺς παρόντας αὐτοῖς; οὐ καὶ τὰ μὴ λυπηρὰ τῇ φύσει λυπεῖν τοὺς τοιούτους δύναται; κἂν φθέγξηταί τις κἂν μή, κἂν ἑστήκῃ, κἂν καθιζάνῃ, κἂν μειδιᾷ, κἂν σκυθρωπάζῃ, κἂν ἐξίῃ, κἂν μένη, τούτων
ἕκαστον πλήττει τὸν ἀσθενοῦντα καὶ δυσκολαίνειν ποιεῖ καὶ τὸ κακὸν αὔξει. δεῖ δὲ πειρᾶσθαι τὸν κάμνον- τα διὰ πάντων εὐφραίνειν, ἀνιᾶν δὲ μηδὲ καθ’ ἔν. 1 2 3 διὰ τοῦτο πρὸς αὐτοὺς καὶ ψευδόμεθα καὶ πλάττομεν λόγους ἀφ’ ὧν ἂν ἡσθεῖεν, κἂν δυσχερές τι συμβῇ, κρύπτομεν καὶ τὸ οὐκ ὄν ἀγαθὸν ὧς ὑπάρχον λέγομεν.
ταῦτα ἃ νῦν εἶπον τὰ πολλὰ διεξιέναι καὶ πειρᾶσθαι δεικνύειν ὡς οὐκ ὀρθῶς βουλεύῃ καὶ ψυχὴν ἕτοιμον εἰς ὀργὴν παροξύνειν καὶ πῦρ ἐπάγειν πυρί; καὶ τίς οὐκ ἂν καὶ τῶν ἰατρῶν καὶ τῶν ἄλλων, εἰ κρατῆσαι συνέβη τὴν νόσον, ἐπ’ ἐμὲ τὴν αἰτίαν ἦγεν ἂν τοῦ
θανάτου; οὗτός ἐστιν ὁ τὸν πατέρα ἀπεκτονώς, οὗτος ὁ μείζω ποιήσας τὴν ἀρρωστίαν, ὁ τὸν υἱὸν ὃν ἐμέμφετο πρὸς αὐτὸν ἐπαινέσας. σίδη- ρον μὲν οὐκ ἐπήνεγκε τῷ πατρί, διὰ θυμοῦ δὲ 4 αὐτὸν ἀπολώλεκεν.
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.