ποτὲ ἂν προδήλου πᾶσι τῆς ἀπολογίας οὔσης ὅτι ἐμὲ πατήρ τις εὐδαίμων θρέψας καὶ παιδεύσας τῶν προγόνων ἀξίως ἔπειτα εἰς ὀργὴν ἐμπεσὼν ἄμοι- ρον τῶν αὑτοῦ κατέστησε καὶ νῦν τὸ δεῖσθαι καὶ ζητεῖν τροφὴν ἐπὶ πράξεις ἀβουλήτους ἐξ-
ἄγει. εἰ μὲν γάρ, ὦ πάτερ, ἄπαντες οἱ συγγενεῖς ἀπὸ τῶν ὄντων αὑτοῖς συμφέροντες ἐποίουν αὐτῷ τινὰ οὐσίαν, μάταιον ἦν ἄν σοι τὸ σόφισμα μὴ διδόντι τῶν σῶν τῷ παρ’ ἑτέρων ληψομένῳ· εἰ δὲ πικρῶς καὶ ὡς ἄν τινες ἠδικημένοι τῇ πενίᾳ φθείρειν ἐξεδίδοσαν,
χαλεπὸν ἂν ἦν, ὦ πάτερ, ἀμείνω σοι γενέσθαι τὸν υἱὸν ὑπὸ τῆς ἀχρηματίας.
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.