πάνυ μεγάλαις, ὥς φησιν αὐτὸς ὁ πατὴρ ὁ χαλεπήνας μέν, οὐκ ἀποκηρύξας δέ; καίτοι εἴ τι τῶν δεινοτέρων ἐπέπρακτο, πάντως ἂν ἐπὶ τοῦτο ἧκεν. οὐ γὰρ δὴ φήσειεν ἂν ὡς οὐκ οἶδεν ἀποκηρύττειν. ὃς γὰρ ἀδελ- φοῦ φιλανθρωπίαν πρὸς ἀδελφὸν τούτου νενόμικεν
ἀξίαν, τί ποτ’ ἂν ἔδρασεν ἐν αἰσχίστοις ἐκεῖνον λαβών;
μὴν σε σωθέντα δώσειν, ταῦτα αὐτὸς ἔδωκα νομίζων, εἰ διαφύγοις τὴν νόσον, ἐπαίνου τεύξεσθαι παρὰ σοῦ τῇ προσθήκῃ. καὶ ὡς ταῦτα ἤλπιζον μάθοις ἂν ἐκεῖθεν.
πανταχοῦ κακίαν ἐμποιεῖν, τὴν ἀρετὴν δὲ πανταχοῦ μετὰ τῆς πενίας εἶναι; οὐκ ἔστιν, ἀλλ’ ἔνι καὶ πλούτῳ χρήσασθαι καλῶς καὶ πενίαν γενέσθαι τοῦ πλουτεῖν κακίας μᾶλλον αἴτιον, ὅσῳ πλοῦτος μὲν ἁμαρτάνειν βουλομένῳ χορηγεῖ, πενία δὲ καὶ τὸν οὐ βουλόμενον
ἀναγκάζει.
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.