μὴν καὶ παραινέσαι τῷ πατρὶ μηδὲν ἠδικῆσθαι νομί- ζειν, εἰ πατήρ ἐστι παιδὸς εἰδότος τὸν ἀδελφὸν ἐλεεῖν. καὶ γὰρ εἰ μὴ τοῖς τῶν ἄλλων ἠβουλήθη συγχωρῆσαι λόγοις πολλοῖς τε οὖσι καὶ μετὰ δεήσεων γιγνομένοις, ἀλλ’ οὐ τά γε ὑμῖν ἀρέσκοντα δύναιτ’ ἂν ἀτιμάσαι.
1
περὶ τὸ σῶμα τύχην τούτῳ τιμᾶν· ἐπεὶ δὲ οὐκ ἔφθη ῥαίσας ὁ πατὴρ καὶ τὴν πρώτην οἴκοθεν ἔξοδον ἐπ’ ἐμὲ πεποίηται καὶ τῆς ἐπ’ αὐτῷ λύπης ἄρτι πεπαυμέ- νης ἡμῖν ἑτέρας λύπης ἀφορμὴν ἀντεισάγει τοῖς οἶκοι τῷ ἐμὲ ζητεῖν ἀλλότριον αὑτοῦ τε κἀκείνων ἀποφῆναι,
τί λοιπὸν πλὴν ὑμᾶς ἐμοὶ γενέσθαι βοηθοὺς ὁρῶντας ὅτι τῷ μὲν πατρὶ πολλοὶ τῶν δεινῶν πάρεισιν εἰπεῖν δοῦναι δυναμένῳ λαβεῖν ἐπιθυμοῦντες, ἐγὼ δὲ αὐτός τε ἄπειρός εἰμι πραγμάτων καὶ δικῶν καὶ τὸν συνε- ροῦντα οὐκ ἔχω χρημάτων τε ἀπορῶν καὶ οὐδενί πω
τοιοῦτον προεισενεγκών;
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.