φόβον μετριώτερον ἂν ἡγησάμην τῆς τοῦ πατρὸς τε- λευτῆς, ἀλλ’ εἰ καὶ δυοῖν ἔδει συμβῆναι θάτερον, ἢ τοῦτον ἀπελθεῖν ἢ ἐμέ, τό γε μὴ τοῦτον προτιμότερον ἂν ἐθέμην, τοῖς θεοῖς δέ. οἷς, ἡνίκα οὗτος ἔκαμνεν, ηὐχόμην λῦσαί τε τὸ παρὸν κακὸν καὶ τῆς ἀρρωστίας
ὡς τάχιστα ἀπαλλάξαι, τούτοις καὶ νῦν εὔχομαι διαλ- λάξαι τέ μοι τὸν θυμούμενον καὶ καταστῆσαι πρᾷον καὶ δοῦναι ταύτην δευτέραν χάριν τότε μὲν τὴν νόσον παύσαντας, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ὀργὴν τοῦ πατρός.
ἀκούοντες. εἰωθότων γὰρ ἐπιεικῶς τῶν δικαζόντων ἐν τοῖς πρὸς τοὺς παῖδας τῶν πατέρων ἀγῶσι μετὰ τῶν διωκόντων γίγνεσθαι, κἂν μηδὲν ἐγκαλῶσί τι δίκαιον, ὑμεῖς ἀκούοντες τῶν πρὸς τὸν ἀδελφόν μοι πεποιημέ- νων δῆλοι τοῖς προσώποις ἐγένεσθε μήτε μεμφόμενοι
τὸ ἔργον ἕκαστός τε ταὐτὸν ἂν πράξας ἐν ὁμοίοις και- ροῖς πρὸς ἀδελφὸν ἑαυτοῦ. καὶ πολλά γε ὑμῖν ἀγαθὰ γένοιτο χρηστοῖς τε οὖσιν οὕτω καὶ τῶν ὅρκων οὓς ὀμωμοκότες κάθησθε | μηδὲν ἰσχυρότερον ποιου- 2 μένοις.
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.