Ἡ μελέτη.
ἀπήντηκα σωτηρίαν μὲν οὐδ’ ἡντινοῦν οὐδὲ ἀσφάλειαν αἰτήσων, κατέγνωσμαι γὰρ ἐπὶ τοῖς ἐσχάτοις καὶ δεῖ- 2 3 4 σθαί μοι καιρὸς περὶ τούτων οὐκ ἔτι, ἄλλα δὲ παρ’ ὑμῶν δεησόμενος ἥκω ἃ τοῖς ἀτυχοῦσιν εἰς παρα- μυθίαν περιλέλειπται, τουτέστι τὴν τῆς ἐνεγκούσης ἀλλοτρίωσιν. εἰς τοῦτο γὰρ ἤδη τἀμὰ περιέστηκε πράγ-
μάτα ὥστε < με> τὴν ἀειφυγίαν ἐν μέρει τῆς φιλανθρωπίας νῦν παρ’ ὑμῶν αἰτεῖν.
τὸν δήμιον ἀπηλλαττόμην· ἐπειδὴ δέ με θανάτῳ καὶ φυγῇ καὶ ἀτιμίᾳ μερίζουσιν, οὐκ ἔχω τίς γένωμαι. μίαν δὲ ταύτην εὗρον παραμυθίαν, τὴν ἀπὸ τῆς ὑμε- τέρας φιλανθρωπίας ῥοπήν. καὶ δέομαι, ταῦτα κατ’ ἐμοῦ κυρώσατε ἃ καί τισιν ἤδη τῶν δικαστῶν ἔδοξε.
εἰθισμένους καὶ μηδὲ κόρον τῶν κατ’ ἐμοῦ κακῶν τὴν ἐμὴν ποιουμένους συμφοράν, ἀλλὰ καὶ μακρότερα χα- λεπαίνοντας τοῦ δαίμονος ἀπήντηκα, εἴ πως ἄρα δυναί- μην πείσειν ὑμᾶς μὴ τῇ τῶν κατηγόρων ὑπερβολῇ, τῇ δὲ τῶν ἀτυχούντων συμφορᾷ τὴν ἀκοὴν ἐνδοῦναι καὶ
τὸν ἔλεον.
εἰδὼς τοῖς ἀτυχοῦσι τῶν πολιτῶν μᾶλλον ἢ τοῖς ἐπη- ρεάζειν βουλομένοις χαριζομένους καὶ ῥέποντας. καὶ γάρ, ὅτ’ ἐκινδύνευον πρότερον, ἑώρων τοὺς πολλοὺς ὑμῶν συμπαθῶς κινουμένους. εἰς οὓς καὶ νῦν κατα- φεύγω, ἔνα καὶ τὴν τῶν δικαστῶν κρίσιν βεβαιώσητε
8 9 10 καὶ τὴν πολλὴν τῶν κατηγόρων ὠμότητα παύσητε καὶ ἐμοὶ τῷ δυστυχοῦντι φιλανθρωποτέραν τὴν συμφορὰν καταστήσητε.
καὶ βάσκανος οὔτε τὴν ἡσυχίαν οὔτε τὴν πολιτείαν ἡμῖν ἐπιτρέπων ἀκίνδυνον, ἐν ἀγοραῖς, ἐν θεάτροις, ἐν ἐκκλησίαις, ἐν πανηγύρεσι, πανταχοῦ τὰ ἐμὰ πολυ- πραγμονῶν μόνα. λέγοντι πολλάκις ἐβάσκαινεν, ἐκκλη- σιάζοντι συνήδρευε, βουλευομένῳ συμπαρῆν, δικαζο-
μένω προὐξένει τὰ χείρονα.
πολιτεύεσθαι δυνάμενος. κἂν πολεμίων ἐπίῃ στρατός, οἶδα αὐτῷ ὑπὲρ τῆς ἐνεγκαμένης παρα- τάττεσθαι. διὸ οὐκ οἴσει μου τὴν ὑπὲρ τῆς πό- λεως προθυμίαν οὐδὲ φάλαγξ. ταῦτα καὶ τὰ τοι- 11 12 13 14 αὐτὰ πολλάκις ἐγὼ κατὰ τοῦ δαίμονο·ς, ὁ δὲ ὥσπερ ἐπὶ τἀναντία παρακαλούμενος ἐφήδρευε παιδαγωγῶν ἡμᾶς ἐπὶ τὰ χαλεπώτερα οὔτε κοινῇ οὔτε ἰδίᾳ συγχω- ρῶν τὰ ἀμείνονα. συμπαραθέων δὲ ἡμῖν ἄνω καὶ κάτω οὐδὲ μετὰ τὴν συμφορὰν σπένδεται.
πολλὰ λέγειν; τί δὲ περὶ τῶν αὐτῶν ἐνοχλεῖν καὶ δεύ- τερον; ἴστε γὰρ ἄπαντες τὰ κατ’ ἐμοῦ δόξαντα καὶ ὡς εἰσηγόμην εἰς δικαστήριον καὶ ὡς κατήγοροι καθ’ I ἡμῶν εὐτρεπεῖς καὶ ὡς ὁ δεῖνά φησιν ἀδικεῖ 15 τῶν πολιτῶν δεικνύς τις ἐμὲ τὰ καὶ τὰ διαπρατ-
τόμενος καὶ τάδε ποιῶν, πόσας ἐνδείξεις, πόσας ἀπαγωγὰς καταπραττόμενος. καὶ τέλος ἀνηρπαζόμην καὶ παραδοθεὶς ἠγόμην πρὸς τοὺς δικάζοντας.
μένος δαίμονος τὰς μὲν πρώτας ἀπεκρουόμην γραφὰς καὶ πρὸς ἕκαστον τῶν κατηγόρων ἐπήρκεσα, τέλος δὲ κατ’ ἐμοῦ συνθέντες ἄτοπα, οἷά τινες μηχανορράφοι κακῶν, συνεργὸν τῆς γραφῆς τὴν κατ’ ἐμοῦ Τύχην κτησάμενοι αἱροῦσι παρὰ τοῖς δικασταῖς καὶ τὴν νικῶ-
16 17 18 σαν ἀπάγονται ψῆφον. ἐγὼ δ’, ὥσπερ οἱ δυσσεβεῖς, ἐπὶ γῆν βλέπων ἔστενον < ἐν> τῇ τῶν δικαζόντων σίᾳ κείμενος καὶ περιμένων ἐκεῖθεν χεῖρον ἢ μέτριον τὸ ἀτύχημα καὶ ἀεὶ πληγήσεσθαι προσδοκῶν.
γενέσθαι σύμπαντας, ἀλλ’ οἵ γε πλείους αὐτῶν καὶ κατηγόρων ὠμότητα καὶ Τύχης ἤλεγξαν πονηρίαν.
τέρα, ὡς εἶναί μοι μέσην τὴν συμφοράν, καὶ μετρίαν καὶ χείρονα. εἴη δὲ ταύτην καθ’ ἡμῶν ἰσχύσαι ἣν αὐ- τοί τε λαβεῖν ἱκετεύομεν ὑμῖν τε πρέπει φιλανθρω- πεύσασθαι.
μας εἰς δύο μερίζεις πλείονας; τί δὲ καταλέγεις ἡμῖν τῶν δικαστῶν τοὺς τέσσαρας ἀπεσχισμένους τοῖς βου- λήμασι; μέριζε κατ’ ἄνδρα τὴν βούλησιν καὶ τοὺς τὴν φυγὴν κατεγνωκότας εὑρήσεις πλείονας.
οὐχ οὕτως ὁ δῆμος παρακρούεσθαι πέφυκεν. οἶδε τὰς γνώμας, οἶδε τοὺς δικάσαντας μεθ’ οἴας βουλῆς ἐκύ- ρωσαν. θάνατον ἐξ αὐτῶν τινες, ἀτιμίαν ἕτεροι, φυγὴν οἱ πλείους εἰρήκασιν. εἰ μὲν οὖν διπλῆς οὔσης τῆς τι- μωρίας τὴν ἐλάττονα παρὰ τὸν νόμον ἐζήτουν, καλῶς
< ἄν> εἶχεν ὁ παρὰ σοῦ λόγος· ἐπειδὴ δὲ τριπλῆν τιμωρίαν κατ’ ἐμοῦ ἐξήνεγκαν, μὴ τὰς δύο συνάπτων ἅμα νίκα τούτῳ τὴν λειπομένην τῷ σοφίσματι.
ἐβόησας; ἄνθρωπε, παρὰ τὸν νόμον αἰτεῖς καὶ φεύγειν ἐξὸν ἀτιμίας ἐρᾷς. οὐ δίδωμί σοι, κἂν 23 24 25 26 27 ἐπιθυμῇς, τὸν θάνατον. δεῖ γὰρ ἐκείνην τὴν ψῆφον νικᾶν ἢν οἱ πλείους τῶν δικαζόντων εἰ- ρήκασιν. εἶτα σὺ μέν, εἴπερ ἄλλου τινὸς ἐπεθύμουν ἐγώ, τὴν φυγὴν διὰ τὸ πλῆθος < ἄν> ἀντέδωκας
δικασάντων, ἐμοὶ δὲ αἰτοῦντι τὴν ἀναχώρησιν κατὰ τὸν νόμον οὐ δίδως;
ἔταξεν. ᾔδει γὰρ ἀκριβῶς ὅτι τῇ φύσει διαλλάττουσι πάντες ἁπλῶς οἱ δικάζοντες καὶ ὁ μὲν τὴν γνώμην ἀπάνθρωπος, ὁ δὲ ἑτέρου μᾶλλον χρηστότερος, καὶ ὁ 28 Ι μὲν ἀδικίᾳ προσφιλής, ὁ δὲ δικαιοσύνῃ σύν- τροφος, καὶ τῷ μὲν ὕβρις δοκεῖ τῶν ἐν τῷ βίῳ τὸ
χαλεπώτατον, τῷ δὲ κυβεία καὶ μέθη, ἄλλος καθ’ ἱερο- σύλων ἄσπονδος, ἕτερος πολέμιος τοῖς κατὰ τῶν τετε- λευτηκότων χεῖρας ἐπιβάλλουσι, καὶ ἄλλος πρὸς ἄλλο τι τῶν ἀδικημάτων παροξύνεται πλέον, τὸν μὲν ἐλύ- πησεν ἄδικος φόνος, τὸν δέ, εἴ τις τοὺς γεγεννηκότας
κακῶς διέθηκε.
πρόσρημα. ἄλλοι τὸν πλεονέκτην ἀφῆκαν ὡς οὐδὲν ἀδικήσαντα τῇ τῆς πλεονεξίας ἡδονῇ καὶ αὐτοὶ κατε- χόμενοι. κἂν τὸν ὑβριστὴν ἴδῃς μετὰ τὴν δίκην ἀνεύ- θυνον, νόμισον ὕβρει χαίρειν τοὺς δικάζοντας. καίτοι γε πολλοὶ μισεῖν οὕτως ὕβριν ἐγνώκασιν ὧς καὶ τὸν
μικρόν τι λοιδορησάμενον πυρὶ παραδοῦναι καὶ μάστιξι.
ἄλλο τι πλέον κατὰ τῶν δικαζομένων ψηφίζεσθαι, τὸν μέν, ἂν οὕτω τύχῃ, δήμευσιν, τὸν δὲ ἀειφυγίαν ἢ θά- νατον, ἄλλον ἀτιμίαν ἢ βρόχον ἢ καὶ μέχρι ῥημάτων αὐτῶν τὴν ζημίαν ὁρίζοντα τᾷ κατεγνωσμένῳ. εἰδὼς τοίνυν τοῦτο πολλάκις συμβησόμενον οὕτως ἐνομοθέ-
τησεν, ἔνα τοὺς δικαστὰς ταῖς γνώμαις μετρήσαντες 31 32 33 πέρας τοῖς ἀτυχοῦσι τὴν πλείονα τούτων ψῆφον ποι- ώμεθα.
γενέσθαι προξενήσομεν, εἰ ταῦτα τούτῳ χαρι- 34 σόμεθα. ὢ παραδόξου λόγου καὶ | πονηρᾶς ἐπι- νοίας κατ’ ἐμοῦ πάλιν καὶ τέχνης καὶ σοφίσματος, ἄνθρωπε. μὴ γὰρ δωρεὰν αἰτῶ μετὰ τὴν κατάγνωσιν, μὴ γὰρ πανηγύρεως μετέχειν ἀξιῶ μετὰ τὸν ἔλεγχον,
ἵνα καὶ πολλοὺς πονηροὺς εἶναι συμβήσεται; τιμωρίαν, οὐ δωρεὰν αἰτῶ, φυγήν, οὐ πανήγυριν.
παθὼν τοῦ πεσόντος ἐν οἰκείᾳ τῇ γῇ δυστυχέστερος. ὥστε μικροῦ λανθάνεις ἡμῖν καὶ συνιστάμενος δι’ ὧν βλάπτειν ἐσπούδακας
ταύτην ἐῶ καὶ τάφους προγόνων καὶ μνήματα καὶ δόξαν πατέρων καὶ διηγήματα. οὐκέτι τοῖς πατρῴοις θεοῖς, ἀλλὰ δαίμοσι ξένοις καὶ πλάνοις προσεύξομαι. 35 36 ποσάκις οἴει με στενάξειν τὴν ἐνεγκαμένην ποθήσαντα, ποσάκις ὀδυρεῖσθαι γένος ἐπιζητοῦντα καὶ συγγενεῖς καὶ προσήκοντας; ἆρα ταῦτά σοι φιλανθρωπότερα θα- νάτου φαίνεται; ἆρα κουφοτέρα τῆς ἀτιμίας ἡ πλάνη;
λόγον ὡς οὐδὲ πονηροὶ δι’ ἐμὲ πλείους γενήσονται, οὕτω λογίζου καὶ ὅρα. τοὺς ἀνδροφόνους κολάζομεν καὶ πολλοὺς ἐπὶ φόνοις ἁλόντας ἡ πόλις ἀνῄρηκεν. ἆρ’ οὖν οὐκέτι φόνοι γενήσονται οὐδὲ κατ’ ἀνδροφό- νων ἔσται γραφή, ὅτι πολλοὺς ἁλόντας ἀνῃρήκαμεν;
πικροτάταις καὶ τοὺς μοιχοὺς ἀμυνόμεθα τιμωρίαις, ἀλλ’ οὐδὲ ταῦτα πρὸς σωφροσύνην ἀρκέσει τοῖς ὔστε- ρον. εἰσὶν οἱ κατὰ τῶν ἱεροσύλων ὡρισμένοι κίνδυνοι. πῶς οὖν ἱεροσυλοῦντες συνεχῶς τινες ἁλίσκονται;
37 38 39 πορνείας, ἀσελγείας, πονηροῦ βίου. κατὰ πάντων ὑπό- κεινται γραφαὶ καὶ κίνδυνοι. ἆρ’ οὖν οὔτε πορνεύουσί 40 τινες οὔτε μοιχεύουσιν | ἕτεροι οὐδὲ ἀχαριστοῦ- σιν ἄνθρωποι, ὅτι δειναὶ κατὰ τῶν ἁλισκομένων αἱ
τιμωρίαι; πολλοῦ γε μὴν τὸν ἐμὸν ἂν ἐτιμησάμην θά- νατον τοσαύτην εὐεργεσίαν τῇ πόλει φέροντα, εἰ τοσ- οῦτον ἀποθανὼν ἴσχυον ὧς μηκέτι πταίειν ποιεῖν τοὺς ὕστερον.
τοῦ πταίσοντος; ἀλλ’ οὐχ οὕτω ταῦτα πέφυκεν, ἀλλὰ φύσει καὶ τύχῃ διώρισται. οὐ γὰρ τῇ τῶν τιμωριῶν ὑπερβολῇ οὐδὲ τῇ τῶν νόμων ἀπειλῇ κακουργεῖν οἱ πλείους ἀπέχονται, ἀλλὰ τῷ προαιρεῖσθαι σωφρονεῖν καὶ βούλεσθαι.
καὶ ὄλβιον οὐχ ὃν ἂν ἴδωμεν μόνον κακουργοῦντα μηδέν, ἀλλὰ καὶ ὅν μηδὲν ἀδικηθῆναι παρεσκεύασεν ἡ Τύχη. οὕτως οὐ διὰ τοὺς ἁλισκομένους καὶ κινδυ- νεύοντας σωφρονοῦσί τινες, ἀλλὰ διὰ τὴν ἀρίστην τοῦ βίου πρόθεσιν σωφρονοῦσι καὶ σώζονται. ποῦ τοίνυν 41 42 43 44 45 ἔτι σοι καιρὸν ἔχει τὸ σκαιώρημα ὧς ἡ ἐμὴ φυγὴ πολλοὺς εἶναι πονηροὺς ποιήσει τῇ πόλει;
βασκαίνεις; τί δέ με κωλύεις τῆς ἐπ’ ἐρημίας ὁδοῦ; ἐλεεινός εἰμι, οἴκτων, οὐ βασκανίας ἄξιος. εἰ τοῖς ἡμε- τέροις κακοῖς ἐπεμβαίνειν ἔγνωκας, εἰ τὴν ἡμετέραν συμφορὰν κέρδος νενόμικας, δύναμαί σοι ζῶν ἡδονὴν μᾶλλον προξενῆσαι καὶ γέλωτα. ὁρᾷς; ἂν ἀποθάνω,
λήθῃ παραδώσεις τὴν κατ’ ἐμοῦ γραφήν· ἂν οἰκῶ τὴν πόλιν τὴν ἀτιμίαν ἔχων, τάχα πού σε καὶ λυπήσω μόνον φανείς· ἂν δὲ τὴν ἐρημίαν, δύνασαί μου καθ’ ἑκάστην ἀκούων τὴν πλάνην ἥδεσθαι, ὥσθ’ ὅσον ἐγὼ τῇ φυγῇ δυστυχέστερος, τοσοῦτον σὺ γενήσῃ τοῖς ἀλ-
λοτρίοις ἀμείνων κακοῖς.
τῇ κατ᾿ ἐμοῦ τρυφῇ. ἱκανὸν τοῦθ᾿ ὑμῖν καθ᾿ ἑνὸς δημοτικοῦ νεανιεύσασθαι. ἰδού, προλείπω τὴν πόλιν, ἰδού, τῶν κοινῶν ἀπαλλάττμαι. μηδεὶς ἔτι μοι τῆς αὐτῆς ἀπολαύσαι τύχης, ὦ πατρῷοι θεοί.
καὶ ῥήτορσι καὶ παρόντων ὑμῶν ὀλίγα τινὰ πρὸς αὐτοὺς ἀποκρίνασθαι. μηδεὶς ἄδικος ὑμᾶς, ὦ σύμβουλοι, κινείτω φθόνος. ἑαυτοὺς τοῖς τῆς πολιτείας καλοῖς συνδιανείματε. εἷς ὑμῖν ξῆλος ἔστω καὶ πόθος ἡ περὶ τὴν πόλιν ὁμόνοια. εἰ τὴν ἐμὴν τύχην ἀεὶ λογίζεσθε,
λυσιτελέστερον οἶδ᾿ ὅτι βουλεύσεσθε.
ἀλλ’, ὁρῶ γὰρ ὑμᾶς στυγνοτέρους γεγενημένους ἅπαυ- τας, τάχα μου τῇ τύχῃ συναλγήσαντες ἑτοίμως δοῦναι τὴν χάριν ταύτην ψηφίζεσθε.
Declamatio 45. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.