ἀλλ᾿ ὃν ἂν ὑμεῖς ἕλησθε κρίναντες ἐπιτήδειον εἶναι τὰ μέγιστα τῶν ὑμετέρων διοικεῖν, οὖτος ἀποδέδεικται τῶν δυνάμεων κύριος, εἰ μὲν ἐμοῦ τὰ δίκαια παρεχο- μένου μὴ τὰ παρ᾿ ὑμῶν ἐναντιωθείη, τῷ κρινομένῳ 1 2 μὲν ἡ σωτηρία, τῇ πόλει δὲ εὐδοκιμεῖν ἀπὸ τοῦ χρη- στοῖς αὑτὴν ἐπιτρέπειν διοικεῖν συμβήσεται· εἰ δ᾿ ὑμεῖς τὰς τῶν συκοφαντούντων βλασφημίας τῆς ὀρθῆς ἀπολογίας προθήσετε, τεθνήξομαι μὲν ἐγώ, δόξετε δὲ
ὑμεῖς πάντας ἀνοίᾳ νικᾶν, εἰ οὓς ὡς πονηροτάτους ἀποκτείνειν ἐμέλλετε, τούτους ἐπὶ τὸ στρατηγεῖν ἤγετε.
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.