λοῖς. τὸ γὰρ ἐπηρεάζειν καὶ ψευδέσιν αἰτίαις ὅν τύχοι τῶν πολιτῶν ἀποκτεῖναι ζητεῖν ψήφῳ δικαστῶν ἠπα- 1 2 3 4 τημένων τοσούτῳ δεινότερον τοῦ παθεῖν τι τοιοῦτον ἐξ ἐπιτάγματος, ὅσῳ τὸ μὲν τῷ καιρῷ συμβαίνει καὶ τὸ τῶν ἀδίκων ὑπομεῖναί τι τὸν δουλεύοντα σύνηθες, ἐν δὲ νόμοις δοκοῦσιν ἰσχύειν καὶ δημοκρατίας σχή- ματι τὸ παρὰ τοὺς νόμους ἀποθανεῖν τῷ τε | 5 ἀποθνήσκοντι μεῖζον εἰς συμφορὰν καὶ τοῖς ψηφιζο-
μένοις αἰσχύνη, εἰ τὰ τῆς τυραννίδος ἐπὶ τῆς ἐλευθε- ρίας οἱ μὲν πάσχοιεν, οἱ δὲ μιμοῖντο. ὥστ᾿ εἴπερ ὑμῖν μέλει τοῦ καθαρῶς ἐπανήκειν τὴν πολιτείαν, καὶ τὸν τοῦ φεύγοντος λόγον μετ᾿ εὐνοίας ἀκοὑσατε.
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.