γὰρ δὴ τούτῳ χρηστόν τε εἶναι καὶ ἐκ τοιούτων καὶ κρείττονα ἡδονῶν καὶ διὰ πάντων ἀρετὴν ἠσκηκέναι καὶ ταῖς καλλίσταις ἐσχολακέναι μελέταις καὶ πάντα ἅ τις ἂν αὑτῷ συνεύξαιτο καὶ παισὶν ἐμαρτυρεῖτε. τοῦ μὲν οὖν ἐκ παιδὸς ἐπιτηδεύειν με τὰ βελτίω σύμβολον 1 | εὐμέγεθες ἡ στρατηγία, ταύτην δὲ τίς ἤδη
ἔχων καὶ τοῖς μεγίστοις τετιμημένος ἐξ αὐτῶν ἂν τῶν μισθῶν τῆς ἀρετῆς εἰς τὸ κακὸς εἶναι μετέστη καὶ τὰ ἆθλα τῆς καλοκἀγαθίας ἀρχὴν ἐποιήσατο πονηρίας; ἀλλ’ οὐ ταῦτα ποιεῖν αἱ τιμαὶ πεφύκασιν, ἀλλὰ μᾶλλον
ἂν τοὺς φαύλους ἀποφήνειαν ἀγαθοὺς ἢ τρέψειαν ἐπὶ θάτερα τὸν βελτίω.
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.