καὶ τί κάλλιον τῶν παρὰ τοῦ δήμου τιμῶν, ὧν ἄπ- εστιν ἀνάγκη, ἃς μόνας ἄξιον τιμὰς προσειπεῖν; τύραν- νος δὲ κολακεύεται μέν, τιμᾶται δὲ ἥκιστα. ᾧ γὰρ ὁ προσκυνῶν καταρᾶται, ποῦ τοῦτον ἐν τοῖς τιμωμένοις 1 2 θήσει τις; ἀλλ’ ὅπως ἐξείη μοι τρυφᾶν καὶ γυναῖκας ὑβρίζειν καὶ χρήματα ἁρπάζειν; ἀλλ’ οὐκ ἐν τούτοις ἐτράφην τοῖς ἤθεσιν οὐδ’ ἐπαιδεύθην τοιούτων κακῶν ἐρᾶν.
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.