προδεδωκυῖαν τὰ φίλτατα καὶ διπλῆν ἀριστείαν ὑπὲρ τῆς πόλεως ἀνῃρημένην οἷς τε τὸ θῆλυ τοῦ γένους ὑπὲρ τῶν νόμων ἀπήλεγξε καὶ μετὰ τυραννοῦντος ἀνδρὸς καὶ μείζω τύραννον ἄλλον, τὴν φύσιν, ἐτρέ- ψατο μήτε νῦν ἐπὶ βῆμα καὶ δικαστὰς ἄγεσθαι μήθ’
ὑπὸ νόμοις παθεῖν κινδυνεύειν τὰ ἔσχατα, οὓς αὐ- τὴ πεπτωκότας ἤδη ταῖς ἑαυτῆς χερσὶν ἀνεσώσατο, ἀλλ’ οἷς τὸ λέγειν ἡμῖν ἐπ’ ἐκκλησίας ἀπέδωκε, τού- τοις πρὸ τῶν ἄλλων αὐτὴν τῆς δημοκρατίας ἀπόνασθαι· ἐπεὶ δ’ οὐκ οἶδ’ ὅπως ἡ μὲν ἐπὶ καλῷ τῷ τῆς πόλεως
οὐδὲν ὅ τι τῶν παρ’ ἑαυτῆς ἀπέλιπεν, ὑμεῖς δ’ ὁ δῆ- μος ἔτι περὶ τὴν δωρεὰν μέλλετε καὶ κάθησθε κρί- νοντες τὴν ὑφ’ ἧς τὸ κρίνειν ἐλεύθερον ἔχετε, καὶ τῶν νῦν μὲν πολλὰ ληρούντων τούτων, τὸ πρὸ τοῦ δὲ κατεπτηχότων ἀκούειν ἀνέχεσθε, ὀλίγα δὲ φροντί-
ζετε τῆς θαυμασίας ταυτησὶ γυναικὸς καὶ ἣν οὐδὲ γυ- ναῖκα λέγειν δίκαιον, ἀλλ’ ἀριστέα καὶ τυραννοκτόνον 1 καὶ τἄλλα ὁπόσα τῶν ὀνομάτων βελτίω, αὐτὸς ἐγὼ νῦν ἔγνων δεῖν ἐπὶ τὸ βῆμα παριέναι καὶ | τῆς 2 γενναίας ἐκείνης χειρὸς γλῶτταν σύμμαχον ἐπ’ ἐκκλη- σίας ἀντιδοῦναι καὶ ταύτῃ πρώτῃ τῆς δημηγορίας ἀπο- χαριεῖσθαι, παρ’ ἧς τὸ δημηγορεῖν ἐπανῆλθε τῇ πόλει.
οὐ γὰρ οἶδα πῶς ἄν τις τῶν ἀπάντων δίκαιον τοῦτο νομίσειε καὶ μὴ μᾶλλον πρὸς ἀδοξίαν οὐ τὴν τυχοῦ- σαν περιιστάμενον, ἥκω τήν τε πόλιν καὶ ὑμᾶς τηλι- καύτης δυσφημίας ἀπαλλάξαι σπουδάζων καὶ τῇ γεν- ναίᾳ ταύτῃ τὰς ἀμοιβὰς ἐν οὕτως ἀναγκαίοις ἀποδώ-
σῶν καιροῖς καὶ ὑμᾶς τοῦτ’ αὐτὸ πείσειν τὰ δυνατὰ πειρασόμενος.
ὧς νῦν τῷ μὲν δοκεῖν ἐγὼ τῇ γυναικὶ τοὺς παῖδας εἰς δωρεὰν ἐξαιτοῦμαι καὶ γράφω τοῦτο τὸ ψήφισμα καὶ γίνομαι δημηγόρος οὐκ ἀγεννὴς παρ’ ἧς καὶ τὸ 3 4 γράφειν καὶ τὸ λέγειν ἡ ξύμπασα πόλις ἔχομεν· τὸ δ᾿ ἀληθές, ἢν ὑμεῖς ἀκριβέστερον ἐπισκοπεῖν ἐθελήσητε, γνοίητ᾿ ἂν ὡς αὐτὸς ὁ νόμος ἐκ τότε μετὰ τοῦ δι- καίου τοῦτο ψηφίζεται, ἐξότουπερ ἡ μὲν τὸ ξίφος
κατήνεγκεν, ὁ δὲ τύραννος ἔπιπτεν, ἡ δὲ πόλις μετὰ καὶ τῶν νόμων ἀνώρθωται.
των μὲν μὲν ἀλγούντων οὐχὶ θαυμάζω, τὸ γὰρ ἐπὶ με- γίστοις τοὺς τεκόντας μισεῖν καὶ μέχρι τῶν παίδων τὴν ἀπέχθειαν παρεκτείνει, τοῦτο δὲ καὶ πάλαι τοῦ κατηγόρου ξυμβαλεῖν οὐκ ἔχω, εἰ τῶν μὲν τοῦ πατρὸς κακῶν εἰσέτι που μέμνηται καὶ δεῖν ἐπὶ τούτοις καὶ
τοὺς παῖδας εὐθύνειν ἀπισχυρίζεται, τῶν δὲ τῆς τε- κούσης καλῶν καὶ ὅπως ἐκείνη τὴν πόλιν ὑπὸ τυράννῳ κειμένην ἀνώρθωσε, ταῦτα δὲ οὐδ᾿ εἰς νοῦν τὸ παρά- παν ὁ βέλτιστος οὗτος βάλλεται.
τοὺς παῖδας μισεῖν ὡς ἀποκτιννύναι, τῶν δὲ τῆς μη- τρὸς ἀγαθῶν οὕνεκα μὴ τοὺς αὐτοὺς πόλεως ἧν οὐδ᾿ ὑπὸ τοῖς αὐτοῖς ἀρχῆθεν ἐτρεφόμην νόμοις καὶ τῆς αὐτῆς μετεῖχον πολιτείας ἧσπερ καὶ τούτων ἕκα-
στος, ἢ καὶ τῆς αὐτῆς ὢν μόνος αὐτὸς τῶν ἐκ τῆς τυ- 6 ραννίδος οὐ μετελάμβανον, ἀλλ’ ἦν τὰ πρῶτα τῆς τοῦ τυραννοῦντος ἑταιρείας ἢ καὶ ἄλλως τῆς περὶ ἐκεῖνον δορυφορίας ἀνεπλήρουν τὸν κύκλον, εἰκότως ἄν τις ὑπὲρ τοῦ πεπτωκότος, ἀλλ’ οὐ τῆς γε μητρὸς ταυτησὶ τὴν πᾶσαν εἶναί μοι σπουδὴν ἐνόμισε· νῦν δέ, ἐπεὶ
καὶ τότε περιόντος ἐκείνου καὶ τυραννοῦντος ἠχθόμην καὶ πεπτωκότος τὴν μὲν ἀπεκτονυῖαν οὐ μικρὰ τοῦ γενναίου τούτου λήματος ἄγαμαι, τῷ δ’ ἐφυβρίζειν καὶ κειμένῳ πρὸς τοῦ μίσους ἐξάγομαι, δέδοικα μὴ ἐγὼ μὲν ὑπὲρ τῆς τὴν τυραννίδα καθελούσης ταῦτα
καὶ λέγω καὶ γράφω, τὰ δὲ τοῦ κατηγόρου, ἀλλὰ μὴ βαρέως φέρῃ πεπτωκότος ὑπὸ γυναικὶ τοῦ τυράννου καὶ διὰ ταῦτα λυπεῖν ἐθέλῃ τὴν τυραννοκτόνον καὶ τῶν παίδων προσαποστερῶν.
τεύετο παρ’ ἡμῖν, ἀλλ’ εἶχε πάντα τὸν προσήκοντα κόσμον, ὁ δῆμος, ἡ βουλή, τὸ βῆμα, τὰ τῶν νομοφυλακούντων, τὰ τῶν στρατηγούντων καὶ ὅσα τοῦ τῶν ὁπλιτῶν καταλόγου καὶ ὅσα τοῦ τῶν ἱππέων κόσμου καὶ τῶν ἄλλως ἐν ὅπλοις ἐχόντων; καὶ τὰς μὲν τῶν ἀστυγειτόνων πόλεων
εἰς ὁμαιχμίαν συνῆγε τὸ δημοκρατικὸν τοῦτο σχῆμα τῆς πολιτείας καὶ τὸ πάντα ὑπὸ νόμοις εἶναι παρ’ ἡμῖν, τὰς δ’ οὐ μετρίως ἐφόβει τὸ μηδὲν ὅ τι καὶ νοσοῦν τῶν ἐν τῇ πόλει ξυνορᾶν.
καὶ νόμοις ὀφθαλμὸν τῇ τε πόλει καὶ ἡμῖν ἐπέβαλε βάσκανον καί τινα τούτων τῶν τὰ πάντα τολμώντων πλουσίων νεωτέροις ἐπιτολμᾶν ἀνέπεισε πράγμασι καὶ πρὸς τὸν τῆς κακοδαίμονος τυραννίδος ὑπεξέκαυσεν
ἔρωτα.
θῶν ἁπάντων κρατεῖν, τοῖς δὲ νόμοις μετὰ καὶ τῶν ἄλλων ὑποκύπτειν δημοκρατούμενος.
ἐξαπατήσας, τοὺς μὲν ὑποσχέσεσι κλέψας, τοὺς δὲ χρή- μασι διαφθείρας, ἐπ’ αὐτὴν ὥρμησε τὴν ἀκρόπολιν καὶ τὰ μὲν ἀφύλακτα τοῦ χωρίου καταλαβὼν ἄτε δὴ πρὸ πολλοῦ τὴν ἔφοδον καιροφυλακήσας, εἰ δέ τί που καὶ τοῦ στρατιωτικοῦ παραφυλαττόμενον ὑπολέλειπτο,
τούτων δὲ τοὺς μὲν ὑπὸ τοῦ τῶν δορυφόρων πλήθους σὺν οὐδενὶ πόνῳ διωσάμενος, τοῖς δὲ καὶ νυκτὸς ἐξ ἀφανοῦς ἐπιθέμενος τὴν ὅλην εὐθὺς εἶχεν ἀκρόπολιν.
ταῦθα τί μὲν οὐκ ἀπῆν τῶν καλῶν; τί δὲ οὐ παρῆν τῶν κακῶν; ἀπὸ τῶν νόμων ἄρχεται τῆς ἐξουσίας ἡ μιαρὰ κεφαλή, τούτους γὰρ καὶ πρὸ τῶν ἄλλων ἐκείνῳ 11 12 καταλῦσαι τὸ σπούδασμα. τούτων δὲ πεπτωκότων συν- επεπτώκει καὶ τὰ τῆς δημοκρατίας.
ἐκπτώσεις καὶ τἄλλα ὅσα μὲν ἐκεῖνος ἐτόλμα τυραν- νῶν, ἡμεῖς δ’ ἐφέρομεν τυραννούμενοι, τί ἄν τις ἐμ τραγῳδοίη; ὧν γὰρ ἡ πεῖρα οὐ πρὸ πολλοῦ, ταῦτά μοι καὶ λέγειν περίεργον. ταῦτα δὲ πάντα καθ’ ἡμῶν ὁ κακοδαίμων ἐκεῖνος κρύφα σκευωρούμενος διεπράτ-
τετο οὐδὲν εἰδυίας, οὐ μὰ Δία, τῆς γυναικός. οἷς γὰρ 13 ὑπὲρ ἡμῶν παρεκινδύνευσεν | ὕστερον ἔδειξε καὶ τότε ὁποία ἂν ἦν τὴν γνώμην, εἴπερ ᾔδει τἀπόρρητον.
ἔξω κινδύνων ἐλείπετο, πολλοὺς πολλάκις αὕτη λόγους ὑπὲρ ἡμῶν ἐφθέγξατο, πολλὰς δημηγορίας ὑπὲρ τῆς ἐνεγκαμένης μετὰ καὶ δακρύων τοῦ τυραννοῦντος κατέ- χεεν. ἀλλὰ τί μή, πρὸς θεῶν, οἱ πρὸς τοῖς λόγοις ἐκεῖσε τυχόντες τῷ δήμῳ τὴν τυραννοκτόνον βουλὴν
ἐκείνην ἐξαγγέλλετε, ὅπως νῦν μὲν ἱκέτευε, νῦν δ’ ὑπὲρ τῶν νόμων ἐφθέγγετο τὸ ἀπὸ θεῶν προβαλλο- 14 15 μένη μήνιμα, τὴν ἐξ ἀνθρώπων νέμεσιν, τὰ εἰς Ἅιδου κολαστήρια, Ἀχέροντας, Πυριφλεγέθοντας, Κωκυτούς, τἄλλα ὁπόσα καὶ θανόντες ὑποίσουσι τύραννοι;
τυραννῶν οὐκ ἔληγε, κατὰ τοὺς τῶν Ἀσκληπιαδῶν σοφωτέρους τῆς ἐπῳδῆς καταγνοῦσα καὶ τῶν φαρμά- κων ἐπὶ τοὺς καυτῆρας καὶ τὴν τομὴν ἀπιδεῖν ἔγνω καὶ τέμνειν ἐπιχειρεῖ τὸ μέγα τραῦμα, τὸν τύραννον, ἔνα μὴ καὶ τὸ πᾶν τοῦ τῆς πόλεως σώματος ξυνοιχή-
σεται.
ἀνείλετο, καὶ αὖθις τὸ ξίφος τῆς χειρὸς ἀπέρρευσε. καὶ πολλάκις ἑκάτερον καὶ μετὰ δακρύων ἕκαστον.
16 17 θυμοῦ δίκαιον τῆς φύσεως ὑπερίσχυσε καὶ ἤδη ταῦτα ἐδέδοκτο, ὢ γενναίας γνώμης ἐκείνης, ὢ μισοτυράννου ψυχῆς, ὢ γνώμης φιλοπόλιδος καὶ πεπτωκότας ἐπαν- ορθούσης τοὺς νόμους, ἐπὶ τὴν τελευταίαν τοῦ δήμου
συμμαχίαν ἵεται καὶ ἃ τοῖς λόγοις οὐκ ἴσχυσε πρό- τερον, ταῦτα τῷ ξίφει κατορθώσειν ἐπίστευσε.
οὐ τῶν στρατηγῶν, οὐ τῶν ὁπλιτῶν. καὶ τί λέγω τοὺς ἄλλους; ἀλλ’ οἵ γε τῶν τῆς πόλεως οὗτοι φάσκοντες εἶναι, οἱ νῦν ἐπὶ βήματος ῥέοντες, οἶ νῦν πολλὰ θρασυνόμενοι, ἔχεις τινὰ τούτων εἰπεῖν εἰς τοῦτο τόλμης ἐλθόντα ὁ γενναῖος καὶ νῦν τοὺς νόμους
ἐξακριβούμενος; ἀλλ’ οὐδὲ τούτων οὐδεὶς πρὸς τοσοῦτο τόλμης ἐλθεῖν ἐθάρρησεν.
εἰσελθοῦσα, οὗπερ ἐτρύφα καθ’ ἡμῶν ἐκεῖνος, καὶ τοὺς μὲν ὀφθαλμοὺς εἰς τὴν τοῦ τυράννου σφαγὴν μετὰ καὶ τῆς χειρὸς ἀποτείνουσα, τῇ δὲ γνώμῃ πρὸς ὑμᾶς ἀφορῶσα, τὸν δῆμον, καὶ τῇ πρὸς τὸν ἄνδρα στοργῇ 19 20 τὴν ὑπὲρ τῶν νόμων ἀντιτιθεῖσα σπουδὴν παίει και- ρίαν τὸν ὑφ’ οὗ παιόμενος ὁ δῆμος ἠνείχετο.
ξίφους κατεστρατήγησε καὶ δι’ ἑνὸς φόνου τὰ κάλλιστα τῶν πώποτε τροπαίων ἀνείλετο. καὶ μιᾷ χειρὶ τρεῖς καθεῖλε τυράννους, στοργὴν ἐξ αἵματος, ἀνανδρίαν ἐκ γένους, καὶ τὸ τελευταῖον, μέγαν, φοβερὸν ὁπλίτην, ἄνδρα τύραννον.
ὑμεῖς ἀκούσητε, τὸν τῆς φύσεως, οἶμαι, θεσμὸν αἰ- δεσθήσεσθε.
πατὴρ τύραννος. τὸν οὖν τεκόντα ὧς ἀδικοῦντα πρὸς 21 22 δίκην καὶ καλῶς ἀποκτείνασα τοὺς μήτ’ αὐτὴν λελυ- πηκότας μήτε τὴν πόλιν ἠδικηκότας ἑαυτῇ μὲν περι- ποιεῖται παῖδας, ὑμῖν δὲ πολίτας.
τὴν τυραννίδα ποιεῖσθαι σκηπτόμενοι καὶ τὸν τοῦτο λέγοντα νόμον ὡς ἐπὶ τούτοις προβάλλονται. ἐγὼ δὲ οἶδα μὲν τὸ γράμμα, οἶδα δ’ ἐφ’ οἷς ἄρα καὶ γέγρα- πται. ἀποκτιννύναι τοὺς τῶν τυραννούντων παῖδας ὁ
νόμος βούλεται μέν, ἀλλ’ ὁπόταν μετὰ τῶν τεκόντων ἀδικοῖεν τὴν πόλιν, ἀλλ’ ὁπόταν τὰ τῶν πατέρων μι- μοῖντο καὶ τὰ τυραννούντων κακουργεῖν ἐπιχειροῖεν τούς τε νόμους μετασκευάζοντες καὶ τοὺς τῆς πολι- τείας θεσμοὺς διαγράφοντες, καὶ ὅλως ὅταν ἡ πόλις
εἰς κακόν τι καὶ τούτων ἀπόναιτο, τότε καὶ παῖδες τύραννοι μετὰ πατρὸς τυραννοῦντος πιπτέτωσαν. οἶς γὰρ μετεῖχον τοῦ πονηρεύματος εἰκότως καὶ τοῦ πε- σεῖν συμμεθέξουσιν.
τῶν καθέκαστά τις μόνος ὑφ’ οὕτως ἀτελοῦς ἡλικίας τυχὸν περιύβρισται, ἡκέτω μὲν ὁ παθὼν καὶ δεικνύτω 24 25 26 τὴν ὕβριν, ὁ δὲ δῆμος οὐ φείσεται· εἰ δ’ ὁ μὲν ὁ τὰ τύραννα δράσας ἐκεῖνα καὶ πέπτωκεν, οἶ δ’ οὐδὲν ὧν ἐκεῖνος ἐτυράννει σκαιωρούμενος ᾔδεσαν, πῶς οὐκ ἄν, ὦ πρὸς Δῖός, μὴ καὶ γέλως δοκοίη τὸ ψήφισμα τού- τους ἀποκτείνειν οἳ μηδένα τῶν πολιτῶν ἀπεκτόνασιν;
σεῖ καὶ τὸ σῶμα θᾶττον ἀποκόψας ὁ δῆμος, τούτων δὲ τὸ μὲν οὐδεὶς ἔχει δεικνύναι, τὸ δ’ αὐτὸς ὁ χρόνος οὐ μαρτυρεῖ, οὐκ οἶδα ἀντὶ τίνος οἱ παῖδες ἀδικεῖν δικαίως δόξαιεν.
πρῶτα λέγε μοι τὸ πονήρευμα καὶ τότε τὸν δήμιον ὅπλιζε. ἆρ’ οὖν τινα τῶν πολιτῶν χρήμασιν ἐζημίωσαν ἢ τοῦτο μὲν οὔ, φυγάδα δὲ τῆς πατρίδος ἐξήλασαν; ἤ καὶ τοῦτο μὲν τῆς κακουργίας οὐκ ἔχεις εἰπεῖν, ὀφρὺν δέ τινα κατὰ τῶν δημοτῶν ἀκόλαστον καὶ ὕβριν
27 28 29 30 ἀσελγῆ καὶ παροινίαν ἐπεγκαλεῖς; ἀλλ’ οὔτε τοῦτο οὔτ’ ἐκεῖνο παίδων οὔπω καθαρὰν τὴν γλῶτταν ὑπο- φαινόντων δύναιτ’ ἄν τις, οἶμαι, καταμαρτύρασθαι. 31 | ὅπου δὲ τὸ κακουργεῖν οὐχ εὑρίσκεται, καὶ τὸ
κολάζεσθαι πέφευγε.
ᾧ μηδὲν αἰτησαμένῳ μηδὲ πρὸ τοῦ λιπαρήσαντι αὐθ- αίρετος τὴν δημοκρατίαν ἀπεχαρίσατο.
ἄν τις οὐδ’ ὄναρ ἤλπισεν. ἀλλ’ οὐδ’ ἄν, <εἰ> τοὺς παῖδας ἁρπαζομένους ὁρῶσα ἔφερεν, ὁ δὲ δῆ- μος οὐκ ᾤκτειρεν, ἀλλ’ ἐπέτρεπε τὴν σφαγήν, οὐδ’ οὕτως ἂν εἶχε καλῶς ὑμῖν, οἷς τὸ μηδὲν ἔξω δίκης πράττειν ἢ λέγειν ἡ πᾶσα σπουδή, ἄτεκνον ἐπιδεῖν
ἀνασχέσθαι τὴν δι’ ὑμᾶς ἀπεκτονυῖαν τὸν ἄνδρα καὶ χηρείαν ἐξουσίας προτιμησαμένην παρανόμου διὰ πολι- τείαν ἔννομον καὶ βῆμα ἐλεύθερον.
μὲν ὁ τυραννίδα καθελὼν ὅ τι καὶ βούλοιτο, ἡ 32 33 δὲ πόλις δεχέσθω τὴν αἴτησιν, ὁ δὲ δῆμος ἐπι- νευέτωσαν, ποῦ ἂν εἴη δίκαιον ἃ μὴ χαρίζεσθαι πρὸς ὀνείδους ἂν ἦν τῇ πόλει, ταῦτα καὶ μετὰ τῶν νόμων ὀκνεῖν ἀποδοῦναι;
τῆς ἀπέκλεισεν, ἀλλ’ αὐτόνομον ἀφῆκε τὴν αἴτησιν καὶ τὴν ἀντιμισθίαν τῇ βουλήσει τῶν αἰτουμένων ἀντιμετρεῖ. αἰτείτω, φησίν, ὁ τύραννον ἀνελὼν ἀγρούς, σῖτον, ἀτέλειαν, χρήματα, κτήματα, ξύμπαν ὅ τι καὶ θέλει. παρὰ τοῦ δήμου λήψε-
τᾶι, ὅ τι καὶ παρ’ ἐμοῦ πρότερον τοῖς νόμοις τὴν πολιτείαν κοσμήσαντος. εἰ γὰρ ἐστενοχωρη- μένην ἔγραφε τὴν ἀντίδοσιν, πάντως ἂν ξυναποστε- νώσας καὶ τοὺς τυραννοκτονήσοντας ἔλαθεν. ὅθεν κοι- νῆς δεῆσαν τῆς τυραννοκτονίας κοινὰς καὶ τὰς δωρεὰς
ἐπιφιλοτιμεῖται.
τῶν τυραννοκτόνων κύκλου καὶ τὰ τῶν τυράννων καθιστᾷς βεβαιότερα τούτοις οἷς καταβάλλειν μᾶλλον ἐνόμισας.
πονηρῷ τῷ σπέρματι πονηρότερον ἀνεφύετο, ἐγὼ δέ σοι τὴν τυραννοκτόνον, τὴν βουλήν, τὸ ξίφος, τὴν χεῖρα, τἄλλα ὁπόσα τῶν ἀγαθῶν ἐντεῦθεν περιχορεύει τὴν πόλιν.
νοκτονίας ἐπαύξειν δοκεῖς. οὕτω τοῖς αὐτὸς αὑτοῦ περιτρεπόμενος λέληθας καὶ περιιστὰς εἰς τἀναντία τὴν βούλησιν. εἰ γὰρ οὕτως ἐκεῖνος ἦν τυραννικόν τι χρῆμα καὶ θεοῖς ἀπεχθόμενον καὶ τηλικαῦτα μὲν εἰς αὐτοὺς νόμους ἡμάρτανε, τηλικαῦτα δὲ περὶ τὸν δῆμον 37 38 παροινῶν ἀπηυθαδιάζετο ὧς μηδέν ἂν ἔχειν εἰπεῖν τὰ παλαμναιότερα, τίνος τῆς τιμῆς, ὁποίας τῆς δωρεᾶς, πηλίκης τῆς αἰτήσεως οὐκ ἂν ἀξία νομίζοιτο ἥ γε τὸν πολὺν ἐκεῖνον γνόφον τῆς δουλείας διέλυσε καὶ δη- μοκρατίαν ἀντὶ τυραννίδος εἰσῆξε καὶ τὸ κρατεῖν ἀφε-
λομένη τὸν τύραννον τοῦτο τῇ πόλει καὶ τοῖς νόμοις ἀπέδωκε;
μάτων κατάλογον, ἐγὼ δέ σοι προσεπιθήσω καὶ τὸν τρόπον ὅπως ὁ τύραννος ἔκειτο.
ἐπὶ κακῷ τῷ τῆς πόλεως ἔτρεφε, πολλῷ δὲ πλείους ἐπὶ τῆς ἀκροπόλεως φυλακὴν περιίστα τῷ σώματι.
ἀτυχίας τὸν δῆμον, ἐμίσησε τῆς ἀπονοίας τὸν ἄνδρα καὶ τὸ ἐντεῦθεν ἔργοις τὸ μισεῖν ἐβεβαίωσε. λαμβάνει 40 41 42 43 44 τὸ ξίφος, αἴρει τὴν χεῖρα καὶ παραυτίκα ἐκεῖνος μὲν ἔπιπτε, τὰ δὲ τῆς δημοκρατίας ἐπηνωρθοῦτο. ἐκεῖνος μὲν καιρίαν ἐδέχετο πληγήν, ἡμῖν δ’ οὐδὲν ὅ τι τῶν ὐπ’ ἐκείνου τραυμάτων ὑπῆν ἔτι.
περιεστᾶσι τὸν νεκρὸν καὶ οὐ πάντες τῆς αὐτῆς πό- λεως, ἀλλ’ οἱ μὲν τῆς ἡμετέρας, οἱ δ’ ἐξ ἀστυγειτό- νων ὄντες, οἱ δ’ ἄλλος ἀλλαχόθεν. καὶ πᾶσι θαυ- μαστόν τι χρῆμα δοκεῖ καὶ πέρα θαύματος, ἄνθρωπος ὁπλίτης, τύραννος, ἀνὴρ ὑπὸ γυναικὸς τὴν ὅλην κατα-
βεβλημένος ἰσχὺν καὶ οὐδὲ ταύτης δυσμενοῦς ᾗ τυχὸν ἐκεῖνος ἐφυβρίζων ἐτρύφα, ἀλλ’ ἥν, ὅτε νόμοις ὑπέ- κυπτε, κατὰ νόμους ἠγάγετο καὶ μετὰ τὴν τῆς δημο- κρατίας ἀπόστασιν εἶχεν, ἐφύλαττεν, ἔστεργε.
τοῦτον μέν τοι πονηρὸν ὄντα καὶ τύραννον ὧς μὲν πολλὴν φρουρὰν σώματος ἔχοντα, ὡς δὲ πλείους δορυφόρους κατὰ τῶν νόμων τρέφοντα γυνή τις μιᾷ πληγῇ κατήνεγκε καὶ τὴν πολλὴν ἐκείνην δορυφορίαν ἀπήλεγξεν, ἡ δὲ οὕτω τοι φιλόπολις ἦν ὡς ἔχειν τὸ
μὲν σῶμα μετὰ τοῦ τυράννου, τὴν δὲ ψυχὴν μετὰ τοῦ δήμου, καὶ μέγα τι δυναμένη καὶ μείζω τῶν νόμων 45 46 47 ὡς καὶ πάντα τρυφᾶν ὁπόσα καὶ γυνὴ τυραννοῦντος ἀνδρός, ἡ δὲ τὸ μικρὰ μετὰ νόμων δύνασθαι τοῦ πάντα δίχα νόμων ἀνθείλετο καὶ τὸ νόμος εἶναι τοῖς ἄλλοις αὐτὴ πρὸς τῆς Τύχης λαχοῦσα τοῦτο μὲν εὖ ποιοῦσα μετὰ καὶ τἀνδρὸς ἀπεσκευάσατο, ὑπὸ δὲ νό-
μοις αὐτόβουλος γίνεται.
λειν ἔξω νόμων πεπολιτεῦσθαι, εἰ δὲ καὶ πύθοιντο τὴν μὲν ὧς αἰτοίη τοὺς παῖδας, ἡμᾶς δ’ ὧς οὐκ ἐπι- νεύομεν καὶ σμικρολογοῦμεν περὶ τὴν τὰ μεγάλα δε- δωκυῖαν ἡμῖν, δέδοικα μὴ τὴν μὲν οὐδὲν ἧττον καὶ πάλιν | θαυμάσονται καὶ γενναίαν ὑπολήψονται, 48 τύχῃ δὲ χρησαμένην ἀγνώμονι, τοὺς δὲ ψηφιζομένους
ὑμᾶς, ἀλλ’ οὐκ οἶδ’ ὅ τι καὶ φαίην, μὰ τοὺς θεούς, εἰ μὴ μετὰ τῆς νῦν ἀγνωμοσύνης καὶ τὴν ἐντεῦθεν ἀδο- ξίαν εὖ ποιοῦντες προσαναιρήσετε.
49 50 51 τοῦ πατρὸς ὑπὸ τὰς δημίων χεῖρας ἀγέσθων. τοῦτο τὸ γράμμα τὸ σὸν καὶ τῆς τοῦ νομοθέτου γνώ- μης ἔλυτρον, ὁ δὲ ἐμὸς νόμος τί φησι μάνθανε· τοῖς ἀπεκτονόσιν ἄνδρα τύραννον αἴτησις ἔστω τὸ
βούλημα. τίνα τούτων κρατεῖν δικαιότερον; πρὸς τῆς Δίκης αὐτῆς, ὦ ἄνδρες, σκέψασθε.
καθὲν τοῖς τε νόμοις καὶ τῷ γεγραφότι τοὺς νόμους ἐμέλησεν. οὐχ ἵνα τὰ μὲν τοῦ δήμου σώζοιτο, τὰ δὲ τῶν τυραννούντων βαλλόμενα πίπτοιεν;
τυράννων παῖδες καὶ τύραννοι γίγνοιντο, καὶ τὸ δο- κεῖν ὠφελεῖν ἐσάπαξ, οὐ πολλάκις ἀπεκληρώσατο. κὰν μὴ νῦν ὁ τοὺς παῖδας ἀναιρῶν νόμος οὗτος φθάσῃ παρ’ ὑμῶν ἀναιρούμενος, ὁρᾶτε μὴ τοῦ λοιποῦ μετὰ τῶν πατέρων καὶ τοὺς παῖδας οὐχ ἕξετε.
ἂν οὕτω φιλοκίνδυνος ἄνθρωπος εὖ ἔχων νοῦ καὶ φρενῶν ὧς τηλικούτοις μὲν ἐπιτολμᾶν πράγμασι καὶ ὑπὸ μέσα τὰ τῶν δορυφόρων ὠθεῖσθαι ξίφη καὶ τὸν 52 53 περὶ ψυχῆς τρέχειν καὶ ταῦτα πάντα κινδυνεύειν ἐπ’ ἀμφοτέροις ἔχων τὴν αἴτησιν καὶ τὸ μὲν ἑαυτοῦ ἅπαν εἰδὼς ἀκριβῶς ὧς ὅλους ἀποχαριεῖται τοὺς νόμους, τὸ δ’, εἰ καὶ τὸν ἐπὶ τούτοις νόμον ἐπικυροῦν οἱ ψηφι- ζόμενοι μέλλοιεν, τοῦτο δὲ διχογνωμονοίη, δεδιὼς τού-
τοὺς δὴ τοὺς μετὰ τὸ πεσεῖν τὸν τύραννον γενναίους καὶ ὑπὲρ τὸ δέον μισοτυράννους;
ὁ δὲ ἐμὸς νόμος φυλαττόμενος μὲν τήν τε πόλιν φυλά- ξει τούς τε τυραννοῦντας <ἐν> δέει τοῦ πεσεῖν ὑφ’ καὶ τύχοι τηρήσει, | ἀναιρούμενος δὲ μετὰ τῶν 54 ἀναιρούντων παραχρῆμα κείσεται.
ρυφορεῖν τοῖς τυράννοις τὰ σώματα. ὧς νῦν μὲν ἐγ- γύθεν οἶ σφαγεῖς ἐφεστᾶσι καὶ πάντες ὑποπτεύουσι τύραννοι, μήπου τινὰ καὶ τῶν ἀδοκήτων τοῖς ῥήμασι τούτοις ὁ νομοθέτης ἐπάρας ἐπὶ τὸ τυραννοκτονεῖν ὥπλισεν· εἰ δὲ τὸ ἀπὸ τοῦδε τὸ γράμμα τοῦτο τῆς
λοιπῆς νομοθεσίας ἀποξέσαι τολμήσει τις, οὗτος, εὖ 55 56 57 ἴστω, καὶ τὴν τυραννοκτονίαν τῆς πόλεως προσαπέξεσε καὶ μετὰ τοῦ τυραννοκτόνου καὶ τὸ ἐλευθέριον προσ- αφείλετο. τὸν γὰρ πρὸ τοῦ ταῖς τῶν τυραννούντων ψυχαῖς ἐγκαθήμενον φόβον οὐ δεόντως ἐξέκρουσε.
ἥκειν τὰ δεύτερα. ὁρᾶτε γὰρ ὅπως ὁ μὲν ἤπιός ἐστι καὶ νόμων ἀπάντων φιλανθρωπότατος καὶ τῇ μητρὶ τοὺς παῖδας ἀντιχαρίζεται, δι’ ἧς αἰ λοιπαὶ τῶν μη- τέρων οὐκ ἐφ’ ὕβρει τὰ τέκνα τρέφουσι, καὶ τὴν χεῖρα παρασαλεύειν οὐ βούλεται, δι’ ἧς ὁ τοὺς νόμους παρα-
σαλεύσας οἴχεται τύραννος, ἅτερος δὲ τὸ ξίφος ἐπιθή- γει, τὸν δήμιον ἐφοπλίζει καὶ θύειν τοὺς παῖδας ἐπι- χειρεῖ, παῖδας νηπίους, ἁπαλὸν κλαυθμυρίζοντας καὶ μέσης ἀφαρπάζειν ἐθέλει μητρικῆς ἀγκάλης ἣ μέσων τῶν τυράννου χειρῶν ἀφαρπάσασα τῇ πόλει τὴν ἐλευ- 58 59 60 61 θερίαν ἀπέδωκεν.
ἄγειν καὶ ἱεροῖς ἐπιβωμίοις καὶ θεῶν ἑορταῖς, ταυτηνὶ δὲ δυσθύμως ἔχειν καὶ τὰ μὲν ἀλγεῖν, τὰ δ’ ὑμᾶς ὡς ἀγνώμονας αἰτιᾶσθαι;
ἀνδρὸς καὶ πέρα γυναικείας ἠνδρίσατο φύσεως, εἶθ’ ὧς ᾐτήσατο μὲν αὐτὴ τοὺς | παῖδας, ὑμεῖς δ’ οὐκ 62 ἐπέδοτε, καὶ νῦν αὐτὴ μὲν τὴν ἐπ’ ἀμφοῖν ἐρημίαν ὀδύρεται, ὑμεῖς δ’ εὐθυμεῖτε καὶ σπένδετε τὴν ἐκεί- νοῦ καθαίρεσιν ὡς ἂν ἡγούμενοι πάντων ἀνόρθωσιν,
τίνας ἂν ἐπὶ τούτοις ἐκεῖνον ἀφεῖναι δοκεῖτε τὰς φωνάς;
ποὺς πεφήνασι χείριστοι. εἰ δὲ τοῦτο δίδως, καὶ θά- τερον προσεπέδωκας, ὡς ἔσονται καὶ τυράννου πατρὸς παῖδες δημοτικώτεροι.
τινα τρόπον καὶ γυναῖκας κατ’ ἀνδρῶν τυράννων ὅπλιζε. τοῦτο ἐκείνους μὲν φοβήσει, τὰς δ’ οὐ τὰ μέ- τρια πρὸς τὴν τόλμαν ἐφέλξεται, εἰ καὶ τούτων πεπτω- κότων ἀλλ’ οὐ τούς γε παῖδας προσαπολέσουσιν. εἰ δ’ οὐ μήτηρ, οὐ πατήρ, οὐκ ἄλλος τις τῶν ἐκ γένους,
τὸ τηνικαῦτα τὸ πᾶν τῆς ἰσχύος ὁ νόμος ἐχέτω 67 68 σοι. τὸ γὰρ τοῦ γένους ἀλλότριον ὕποπτον ποιεῖται τὴν αἵρεσιν.
’τον, αὐτὸς ἔλεγχε καὶ τὸ παθεῖν ὑπολείπεται· εἰ δ’ ὧς πατρὸς ἐκφύντες τυράννου, διὰ τί μὴ μᾶλλον ὡς τυραννοκτόνου μητρὸς δικαιότερον περισώζοιντο;
ὑπανάγνωθι δήμιον καὶ γνοίης ἂν ὡς ἐπὶ κενοῖς ἐνταῦθά σοι τὸ ξίφος προβάλλεται. εἰ μὲν οὖν τῶν τοῦ πατρὸς κακῶν εἰσέτι που καὶ νῦν μεμνημένος ἐπὶ τοὺς παῖδας ἄγεις τὴν τιμωρίαν, ὅρα καὶ τὰ τῆς μητρὸς ἀριστεύματα καὶ τὸ πολὺ τοῦ θυμοῦ | 69 κατασβέσεις ἐκεῖθεν· εἰ δ’ ἐπὶ τοῖς τῆς μητρὸς καλοῖς
οὐ φυλάττεις τὸ εὔγνωμον, μηδ’ ὧν ὁ πατὴρ ἐτόλμα κακῶς ἐπὶ τοὺς παῖδας τὴν αἰτίαν μετάφερε.
ὅ τι καὶ τύραννος; οὔποτε κακὸν οὐδὲν αὐτόματον ἡ φύσις ἐνέσπειρεν, ἀλλ’ ἔστι τά γε πλείω τῶν τοιῶνδε 70 71 μαθημάτων ἐπὶ ψυχῆς ἐντύπωσις, ἐφ’ οἷς καὶ διδάσκα- λοι ψυχῶν πατέρες νομίζονται.
φωσε ὄψιν ἐς κάλλος, νοσερὸς δὲ τοὐναντίον ἤ καὶ δυσπρόσωπος τοιαύτην ἐνέθηκε τὴν φύσιν ἢ τὴν μορφὴν ἐτυπώσατο, οὕτω δὴ κἀνταῦθα γνώμην ἀγαθὴν σοφός τις παιδαγωγήσας ἐνέφυσε καί τις, κἂν μὴ τὸ καλὸν εἶχε πάτριον, ἀλλ’ ὑφ’ ἑτέρου μαθὼν ἐπησκή-
σατο.
τάτα κακουργεῖν ἐξεπαίδευε, τούτους δὲ ἡ γενναιοτάτη πασῶν αὕτη γυναικῶν πρῶτα μὲν ἀνῆκε τῆς γαστρὸς ὑπὸ μυρίαις ὠδῖσι βαλλομένη, ἔπειτα τεκοῦσα τὴν μι- σοτύραννον θηλὴν ὑπανέτεινε καὶ τυραννοκτόνου γά- λακτος ἔγευσε καὶ χερσὶν ἀνείλετο καθελούσαις τὸν
τύραννον, ὥστ’, εἰ δεῖ τι καὶ τῶν τεκόντων φύσει τοὺς παῖδας ἐναποφέρεσθαι, ταύτης ἂν εἶεν παῖδες καὶ τὸν τρόπον ὁμοῦ καὶ τὴν γένεσιν κἄν που τυραννοῦντά 72 73 τινα μάθοιεν, ἴσως τὴν μητέρα ζηλώσουσι.
ἔχεις καὶ σὺ φυλάξαι τὸν τυράννοις ἀγριαίνοντα νό- μον κἀμοὶ τὸν τοὺς παῖδας χαριζόμενον τῇ μητρὶ μὴ καταπροέσθαι περίεστιν. οὐκ εἰσὶ τυράννου πατρὸς καὶ τὸ γράμμα τὸ σὸν ἐκπεφεύγασι. τυραννοκτόνον αὐχοῦσι μητέρα καὶ τῇ μητρὶ παραψυχὴν | ὁ δῆμος ἀπέ- 74 λίπε.
πόλις ψηφίζεται. δεῖ γὰρ τὴν θρεψαμένην εὐεργετεῖν, ὅπως ἄρα καὶ δύναιτό τις. εἶτα καὶ δωρεὰν αἰτεῖ ἣ καὶ τὴν πόλιν οὐ λυπήσει καὶ τὸν αἰτούμενον εὐφρα- νεῖ. οὔθ’ ὁ τῆς εὐεργεσίας οὔθ’ ὁ τῆς ἀντιδόσεως
ἐστενοχώρηται τρόπος, ἀλλ’ ἐπ’ ἀμφοῖν καὶ δρᾶσαι καὶ παθεῖν τὸ βούλημα γίγνεται. τί γοῦν δεινόν, ὦ πρὸς τῆς Δίκης αὐτῆς, εἰ δι’ ἡμᾶς καθελοῦσα τὸν ἄνδρα τοὺς μηδὲν ἠδικηκότας παῖδας βούλεται περισώζειν;
τουμἐνην οἶδα καὶ αὐτός, ἀλλ’ ἐπὶ καινοῖς τοῖς πε- πραγμένοις, ἀλλ’ ἐφ’ οἶς οὔπω μέχρι καὶ νῦν ἡ πόλις ἐκόμπασεν. ἢ γὰρ ἔχεις αὐτὸς παρελθὼν εἰπεῖν μοι τοῦ καινοῦ τούτου δράματος πολλὰ παραδείγματα ἀπὸ τῆς ἡμετέρας; ἀλλ’ ἀπὸ τῶν ἀστυγειτόνων; ἀλλ’ ἀπὸ
τῆς Ἑλλάδος; ἀλλ’ ἀπὸ τῆς βαρβάρου;
λός τι πρὸς ἐπιβουλὴν ὑπετονθόρισεν, ἡ δὲ προεσή- μηνε, κἂν ἐγγενής, κἂν πρόσοικος, τῇ δὲ πρὸς τὸ οὖς ἐνέπεσεν, εὐθὺς ὁ τύραννος ᾔσθετο;
κακὸν κακῶς τῆς ἀκροπόλεως ὡς ἄγος ἀπέρριψε. και- 77 78 νότατα γοῦν ἐπιβαλοῦσα τοῖς πράγμασιν εἰκότως καὶ καινοτέραν ποιεῖται τὴν αἴτησιν. εἰ γὰρ τοῦτο νόμος ἀπείργει τυχὸν ὁ τῆσδε τῆς πόλεως, κἀκεῖνο νόμος οὐ μιᾶς πόλεως, ἀλλὰ τῆς ὅλης διεκώλυε φύσεως. ἀλλ’ ὅμως τὸν κοινὸν τοῦτον ἀπετρέπετο νόμον, ἔν ἡ πό-
λὶς ἔχῃ τὸν οἰκεῖον κόσμον τοῦ πολιτεύματος καὶ μετὰ τῶν ἄλλων ἐπὶ τοῦ βήματος καὶ σὺ προσυπαναπτύσσῃς τὰ γράμματα.
εἷτο τὸ πρᾶγμα καί πού τι καὶ ὑπώπτευσε κατὰ τῆς μητρός. νῦν δ’ ἄμ’ ἀνύποπτος ἡ τυραννοκτόνος αὕτη καὶ φιλόπολις ἀκριβῶς καὶ τὰ τῆς δωρεᾶς ἀκραιφνῆ. παῖδας αἰτεῖ μήτηρ οὓς ὤδινεν, οὓς ἀπεγαλάκτισεν,
οὓς ἔθρεψεν, οὓς ἐπαίδευσε καὶ τελευταῖον τοῦτο δὴ τὸ τῶν ὡς ἀληθῶς μητέρων, ἐφ’ οἷς καὶ μόνοις τὰς ὅλας ἐλπίδας ἐσάλευε.
80 81 82 προκινδυνεύειν ἐθέλουσι καὶ τὸ ζῆν ἀπολέγονται, ἵν’ ἐκείνοις τοῦτ’ αὐτὸ περιλίποιτο; καινὸν οὖν, ὦ θεοί, καινόν, εἰ ἃ καὶ τῶν ἀλόγων ἔχει τις ἐπαινεῖν, ταῦτα καὶ μήτηρ ἄνθρωπος βούλεται καὶ τῶν παίδων ἄγει
πάντα δεύτερα, ὑπὲρ ὧν καὶ τἄλλα πάντα τεχνάζεται;
τεὶν ὅ τι καὶ θέλοι τις, ἐνταῦθα τί τῶν ἄλλων παρα- δραμοῦσα τοὺς παῖδας αἰτήσεται;
φής; ἆρ’ οὐκ ἂν ἔδωκας; ἆρ’ οὐκ ἂν ὑφήρπασας ὧς ἕρμαιον τὸν λόγον; εἶθ’ ἃ πρινὴ γενέσθαι παρεῖχες ἂν ἑτοίμως, ταῦτα ἔχων οὐ δώσεις, ἀλλ’ ἐφέξεις τὴν 83 84 85 δωρεὰν τῆς οὐκ ἐπισχούσης ὅπερ οὔθ’ ὑμεῖς ᾐτήσασθε ἂν οὔθ’ ἡ φύσις πράττειν ἐδίδου διά τε τὴν τοῦ θή- λεος ἀτολμίαν καὶ τὴν ἐκ τῆς συζυγίας πρὸς τὸν ἄνδρα αἰδῶ καὶ τοὺς γαμηλίους θεσμοὺς καὶ τὴν ἐντεῦθεν στοργήν;
τὰ μεγάλα ἐκεῖνα ἐτόλμα, ἀλλ’ ὧς ἄνδρα μὲν ἔστεργεν, ἐμίσει δ’ ὡς τύραννον, καὶ δι’ ἡμᾶς, ἀλλ’ οὐκ οἰκεί- ους | ἔρωτας τὸν πρῶτον ἄνδρα κατέκοπτεν, ἔνα 86 καὶ δευτέραν ὑπανάψει δᾷδα γαμήλιον, ποῦ τοῦτο τῇ πόλει πρέπον ἢ τίνος ἐχόμενον δίκης τότε μὲν χήραν
δι’ ἡμᾶς γενομένην τῷ τὸν τὰ πάντα δυνάμενον σύν- οικον ἐκ μέσου θέσθαι, νῦν δ’ αὖθις δι’ ἡμῶν αὐ- τῶν καὶ τῆς τῶν παίδων γονῆς ἀποστερεῖσθαι;
κῶς ἐθέλειν ἄρχειν τὸ τεθνάναι κάκιον ὑπερβολὴ τι- 87 88 89 μωρίας ἐλείπετο, ταύτῃ δὲ τὸ μὴ καὶ τοὺς παῖδας, τὸ μόνον παραμύθιον, ἀποσεσυλῆσθαι καὶ μετὰ τῆς χη- ρείας καὶ ἀτεκνίαν προσεπιδεῖν εἴη ἂν λοιπὸν εἰς αἴ- τησιν; παῦσαι, πρὸς τῆς παρούσης δημοκρατίας, ὦ
κατήγορε, μὴ καὶ δοκοίης οἶς ἀνεῖλε τὸν τύραννον ἄχθεσθαι καὶ πρὸς ἄμυναν τῆς ἀπεκτονυίας, ἀλλ’ οὐ πρὸς ὕβριν ἐκείνου ταῦτα τεχνάζεσθαι.
ταῖς τῶν ἄλλων συμφοραῖς, ἡ δ’, ἕως ἐξῆν λανθάνειν, ἐπέστενε. καὶ ταύτῃ μὲν κατὰ πρανοῦς ἔρρει τὰ πράγ- ματα, δυστυχούντων δ’ ἡμῶν αὐτὴ τὸ τῆς τύχης εὐ- πετὲς πρὸς ἡδονὴν οὐκ ἐδέχετο.
λοὺς ἀνελόντος αὐτόχειρ γίνεται καὶ πεσόντι προσεπέ- λεγε· ταῦτά σοι τῆς καλῆς τἀπίχειρα τυραννί- δος, τοῦτό σοι τῶν πολλῶν φόνων ἀντίποινον. ἐξέβης τοὺς ἀνθρωπείους ὅρους τῇ τῶν τρόπων ὠμότητι. οὐκοῦν κἀγὼ παρόψομαί σου τὸν ζυ- 90 91 92 γόν. πολλοὺς τῶν αὐτῶν αἱμάτων ᾕμαξας. οὐκ- οῦν δέχου καὶ σὺ πρὸς τῆς γυναικὸς τὴν σφα- γήν. παρεῖδες τοὺς ἔξωθεν νόμους τοὺς ἐν βεσι, τοὺς ἐπ’ ἀγορᾶς, τοὺς ἐπ’ ἐκκλησίας γραπτούς. οὐκοῦν ἐγώ σε καὶ τοῦτο μιμήσομαι
καὶ τοὺς ἔνδοθεν νόμους οὓς ταῖς ψυχαῖς ἡ φύσις ἐνέγραψε μετὰ καὶ τῆς σῆς τυραννίδος τροπώσομαι.
ἐπὶ γυναικῶν φορᾷ καὶ τὰ τῶν Λακώνων σεμνύνεται, ἀλλὰ μέχρι τῆς γενναίας ταύτης καὶ φιλοπόλιδος. μέ- γας Θρασύβουλος, | ἀλλ’ ὅτι μὴ προσήκουσαν 93 τυραννίδα κατέλυσε. πολὺς Ἡρακλῆς, ἀλλ’ ὅτι θῆρας φοβεροὺς μὲν ἰδεῖν, φοβερωτέρους δὲ πρὸς πεῖραν
ἀνδρείας ἀπέκτεινε. θαυμαστὸς ὁ Θησεύς, ἀλλ’ ὅτι τὰς ὁδοὺς τῶν λῃστευόντων ἐκάθηρεν. ἡ δὲ πόλιν ὅλην ὑπὸ τυράννῳ πεπτωκυῖαν ἀνέστησε καὶ τὸν τοῦ γένους παρεῖδε θεσμὸν καὶ τὴν ἐκ φύσεως ἀνανδρίαν κατε- 94 95 96 πολέμησεν.
γυναικὸς ταῦτα νομίζειν, ἀλλά τινος ἐφεστίου δαίμονος.
τῷ τοῦ τυράννου λύθρῳ τὴν χεῖρα, καὶ τάχα καταιδέ- σεις τοὺς ἀντιτείνοντας. ὁρᾷς ὧς σεσίγηκεν ὁ κατή- γορος, ὁ δὲ δῆμος ἐκάμφθησαν; θάρρει τὴν νικῶσαν. οὐκ ἀποίσῃ τῶν ἐν λόγοις δεινῶν τοὔλαττον ἡ τοῖς ἔργοις ἀπενεγκαμένη τὸ μεῖζον.
χειρὸς τὸ ξίφος ἔτι τοῦ τυραννικοῦ προσαποστάζον αἵματος. τοῦτό σου τὸ ξίφος ἐγὼ καὶ θεοῖς ἀναθήσο- μαι. μετὰ τοῦ τῆς Ἀθηνᾶς ἔγχους, μετὰ τοῦ Δῖός κεραυνοῦ τοῦτό σου τὸ ξίφος τετάξεται. ἔλυσεν ὠμό- τητα τυραννικὴν οὐ μακρῷ τῆς τῶν Τιτάνων ὕβρεως
λειπομένην, ἀπέσφαξε τύραννον μικροῦ καὶ Γιγάντων παλαμναιότερον. τάχα που καὶ στήλην σοι λαμπροτέραν 97 98 ἡ πόλις μετὰ καὶ τῶν παίδων ἐπιψηφιεῖται, καὶ ξιφη- φοροῦσαν ὡς ἡμετέραν γράψομεν Δήμητραν.
λοὺς ῥέοντας ἐπ’ ἐκκλησίας; μὴ δέδιθι περὶ τῆς ψή- φου. ἔχεις τοὺς δικαστὰς ἀφ’ ὧν τοὺς νόμους ἀπέδω- κας. ἔχεις τὸν δῆμον ἀφ’ ὧν εἰργάσω δεσπότου τυ- ραννοῦντος ἐλεύθερον.
γυναικῶν ἁρπαγάς, οὐ παίδων | ὕβρεις ὀδύρεται. 99 πρὸς οἶκτον κοινῇ πάντας τὸ καινὸν τῆς συμφορᾶς ἐφέλκεται. οἷς γὰρ καὶ τἄλλα μεταπλάττεις ἐπὶ τὸ και- νότερον, ἔρον, τούτοις καὶ νῦν παῖδας τυράννου δεικνύεις ἐλεουμένους διὰ τυραννοκτόνον μητέρα δακρύουσαν.
ται. κἂν ἐκείνου τοῦ πατρὸς εἶναι βουλήσονται παῖδες, ἔχεις τὸ ξίφος καὶ καλοῦ τυραννοκτόνος καὶ πάλιν.
Declamatio 43. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.