Προθεωρία.
ἐκκεκόψεται, τῷ δ’ ὑπὲρ τῆς τυραννοκτόνου λέγοντι καὶ τῶν ἐκείνης παίδων, ἔν ἡ τυραννοκτόνος οὐ παν- τελῶς ἄμισθον ἔχῃ τὸ τρόπαιον.
ᾧ καὶ δυσχερῶς ἄν τισι μὴ τὰ φίλτατα ἀποδοῦναι αὐτῇ ψηφίσασθαι δόξαιεν. ἀλλ’ οὗτοι καὶ τὸ τοῦ τυ- ράννου τοῦ πατρὸς μῖσος ἀντιταλαντευέτωσαν καὶ παρ- ευθὺ τὸ προειλημμένον τοῦ ζητήματος ἰσοστατοῦν ἐλεγχθήσεται. δύο γὰρ οὗτοι καὶ δύο πάθη ἀντικεί-
μένα, πατὴρ καὶ μήτηρ, τυραννοκτόνος καὶ τύραννος, ὀργή τε καὶ ἔλεος, καὶ νόμοι ἐπίσης καὶ ἄμφω δημοτι- κοὶ καὶ πολίταις μισοτυράννοις ἀνυσιμώτατοι.
τις ἦν πρὸ τὸν ἄνδρα, κοινὸν δὲ τὸ ἀπὸ τῆς τυραν- νοκτονίας ὄφελος καὶ τὸ πλέον εἶχεν ἐκεῖσε ὡς ἀπὸ 11 12 κοινωφελεστέρας τῆς ἀριστείας ἡ τὴν ἄνοδον ὑποδεί- ξασα· ὧδε δὲ καὶ τὸ λαβεῖν τοὺς παῖδας καὶ τὸ μὴ λαβεῖν καὶ ἄμφω κοινὰ καὶ τὸ ἀπὸ τούτων ἀποβησό- μενον, ὁποῖόν ποτ’ ἂν ᾖ, ἐς ὅλον, οἶμαι, τὸν δῆμον ἐνσκήψεται.
λέγειν, οἶκτος ἂν ἦν τὸ πᾶν τοῦ λόγου καὶ δάκρυα· νῦν δ’ ἐπειδὴ ἄλλος ἀντ’ αὐτῆς κατέχει τὸ βῆμα, ἐν οἶς μὲν τὰ τῆς μητρὸς παθαίνεται τὸ πάθος ἐνδείξε- ται, ἐν οἶς δὲ ἄλλως ἀγωνίζεται δριμύξεται τὰ ἐναγώ- νια.
φορὰν ὁ λόγος καὶ τοσοῦτον ὁπόσον αὐτῷ χρησιμεύσει πρὸς τὸ τῆς γυναικὸς ἀποσεμνῦναι τὴν τόλμαν μετὰ πολλῆς ἔτι τῆς ἐκπλήξεως καὶ τοῦ θαύματος. εἶτε γὰρ οὐκ ἀγανακτεῖν σκήψεται κατὰ τοῦ τυράννου, ὕποπτος ἔσται καὶ τῇ πόλει διαβληθήσεται ὡς ὑπὲρ
τοῦ τυράννου ταῦτα σπουδάζων, οὐχὶ τῆς τυραννοκτό- νου, εἴτε δ’ οὖν πάνυ καταφέροιτο τοῦ τυράννου, μὴ καὶ κατὰ τῶν ἐκείνου παίδων δοκοίη ἄντικρυς παρο- ξύνειν τὸν δῆμον, οὗπερ τοὐναντίον ἅπαν προὔθετο. τὸ δὲ τὰ τῆς τυραννίδος πάντα ἐκτραγῳδεῖν περιττόν,
13 14 15 16 ἔγνωσται γὰρ οὐχ ἧττον τοῦ λέγοντος τοῖς ἀκούουσιν, ἄλλως τε καὶ λυπήσει μᾶλλον τὸν δῆμον ἤπερ ἐφέλξεται.
Declamatio 43. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.