χείρονος αὐτῷ παρασχεῖν τὴν εὐεργεσίαν; πότερον δ’ ἂν καὶ ἔδρασεν ὁ δῆμος; ἐπέτρεψεν ἂν κτεῖναι; τί οὖν ἠδίκηται πεπραγμένων ἅπερ ἐπῄνεσεν ἄν; ἀλλ’ εἶργεν ἂν εὖ φρονεῖν τοὺς ἀντιλέγοντας νομίζων; καλῶς οὖν ἐποίησα μὴ παραδοὺς αὐτῷ τῆς καθ’ αὑτοῦ ζη-
μίας ἀφορμήν.
ἐγὼ καὶ παραθεὶς τὴν ἐπίδοσιν τὴν ἐμαυτοῦ ταῖς εὐ- δοκιμηκυίαις παρ’ ὑμῖν καὶ τὴν νῦν ἄδειαν τοῖς ἐκ τῆς πολιορκίας φόβοις σίτησιν ἢ χαλκῆν εἰκόνα ἢ στέφανον παρὰ τῶν πολιτῶν αἰτήσω; ἀλλὰ μάταιος ὑμῖν οὗτος ὁ φόβος. οὐ γὰρ οὕτως ἀναίσθητος ἐγὼ
τῆς ἐμαυτοῦ τύχης ὥστ’ ἐπὶ τοῦ βήματος ἔτι φαίνεσθαι 3 4 τὸν τάφον ἀφεὶς καὶ μεμνῆσθαι δωρεῶν ᾧ τὸ ζῆν ἀνιαρόν.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.