οὕτως, ὦ ἄνδρες, κάλλιον ἦν ταῦτα περὶ τῶν ἐμῶν ἐψηφίσθαι. ἐκεῖνο μὲν γὰρ <ἂν> ἐδίδου τοῖς λειν ὑμᾶς βουλομένοις λαβήν, ὅτι ὁ μὲν πατὴρ παρ- ῆλθεν ἀφοσιούμενος καὶ τρόπον τινὰ τιθεὶς | 1 ὑπὲρ τοῦ παιδὸς ἱκετηρίαν, ὅπως μηδεὶς χαλεπήνειε
πρὸς τοῦτον δι’ ὃν πολιορκεῖται τὸ ἄστυ, ὁ δῆμος δὲ ἀπεχρήσατο τοῖς ῥήμασιν εἰς φόνον, καὶ ὁ μὲν ἀποκτείνατε, ὅπως ἀκούσειε βοώντων ὅτι σώσομεν, οἱ δ’ οὐκ ἐθελήσαντες εἰς τὴν διάνοιαν βλέψαι τοῦ λέγοντος ἀπὸ ψιλῶν τῶν συλλαβῶν τὸν νέον ἀπώλεσαν.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.