οὖν τῶν ἀδήλων ἐπ’ ἐκείνους δεῖ καταφεύγειν, δήλου δὲ ὄντος τοῦ λυσιτελήσοντος αὑτοῖς ἐκ τῶν φαινομέ- νων βοηθεῖν. οὐκ ἦν τόθ’ ἡμῖν περὶ γῆς ὅρων ὁ κίν- δυνος, ὥστε μὴ πάντα ποιεῖν τὸν εὔνουν, ἀλλ’ ἡ πολιορκία τὸν ὄλεθρον ἠπείλει τῇ πόλει. τοῦτ’ οὖν
ἐποίει τὴν πρᾶξιν ἀναγκαίαν.
λογήσειεν. ἀγανακτεῖς οὖν ὅτι μὴ τεῖχος μὲν τουτὶ κατη- νέχθη, τῶν δὲ ἐνοικούντων οἱ μὲν ἔθνησκον, οἱ δὲ ἤγοντο, ἐκεῖνο μὲν οἱ ἐν ἡλικίᾳ καὶ γέροντες, τοῦτο δὲ 2 3 4 γυναῖκές τε καὶ παῖδες; ἀγανακτεῖς ὅτι μὴ πῦρ ἀνάλωσε τὴν πόλιν καὶ κρίνεις ἄνθρωπον δι’ ὅν ἔχεις τὰ ἴδια, τὰ δημόσια, τὰ ἱερά, τοὺς νόμους, τὰ ὅπλα, τὰ χρή- ματα, τὰς γυναῖκας, τὰ τέκνα, τοῦτ’ αὐτὸ τὸ δύνασθαι
γράφεσθαι καὶ καθίζειν δικαστάς;
ὑμῶν ἐμοὶ ποιεῖν ἃ πεποίηκα προσῆκε. δεῖ γὰρ τὸν δῆμον ἑκάστου τῶν πολιτῶν προβεβλῆσθαι, τοῦ δήμου δὲ ἕκαστον τῶν πολιτῶν μᾶλλον ἢ τῶν αὑτοῦ κήδε- σθαι. ἐπολεμεῖτε ἑκόντες ὑπὲρ τῆς ἐμῆς οἰκίας. ἀπὸ τῆς αὐτῆς τοίνυν οἰκίας ἧκεν ὑμῖν ἡ τοῦ πολέμου
λύσις. ἢ καθήμενον ἔδει με τρυφᾶν καὶ πρὸς ἐμαυτὸν λέγειν· ὡς εὐδαίμων γε ὁ παῖς. ὅλη πόλις κακο- παθεῖ καὶ τρίβεται καὶ ἀπόλλυται, ἔνα μηδὲν τοῦτον μήτε μεῖζον μήτε ἔλαττον ἀνιάσῃ; οὐ δῆτα, ἀλλ’ εἶπον πρὸς ἐμαυτὸν ἃ χρὴ καὶ συνεβού-
λεῦσα ὧν οὐχ εὕρισκον καλλίω.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.