βωμοὺς ἅπαντες ηὕχοντο, γέροντες, μητέρες, <υἱεὶς>, θυγατέρες καὶ πάντα ἱερέων γένη παύσασθαι τοῦ θυ- μοῦ τὸν τύραννον καὶ λῆξαι τῆς πολιορκίας καὶ τὴν δύναμιν ἀπαγαγεῖν; τί οὖν; εἴ τις ὑμῖν τῶν πολιτῶν 1 2 3 ὧν ηὔχεσθε τυχεῖν ἔδωκεν, οὗτος πεπονήρευται; οὐκ ἀκούετε τὸν Πύθιον οὕτω πολλαῖς βεβοηθηκέναι τῶν πόλεων πατέρων χρησμοῖς ὑπηρετησάντων; καὶ οἱ μὲν παῖδες ἐτέθυντο, τὰ δὲ δεινὰ ἔστατο. οὕτω καὶ θεοῖς ἀρέσκει σῶμα ἓν ὑπὲρ πόλεως ἀπιέναι.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.