τὰ ἐδόκει τὴν πρώτην ἡμέραν κράτιστα, ταῦτα τὴν δευτέραν, ταῦτα τὴν τρίτην, καὶ οὐδὲν ἦν ὅ τούτων ἐδύνατο | νομισθῆναι βέλτιον. λαβὼν δὴ τὸ ξίφος 1 πάλιν κατεθέμην καὶ πάλιν λαβὼν ἔρριψα, καὶ πολλά- κις ἑκάτερον καὶ μετὰ δακρύων ἕκαστον. εἶτ’ ἐνίκα τῇ
πατρίδι τὸν υἱὸν ἐπιδοῦναι καὶ πλήξας πολλάκις τὸ πρόσωπον καὶ τίλλων τὰς τρίχας καὶ πρὸς τὸν ἐμαυ- τοῦ δαίμονα εἰπών· ἐμπλήσθητι τῶν ἐμῶν κακῶν ἔπεισα δι’ ὧν ἔδειξα τὸν τύραννον μηκέτι τὰ μηκέτ’ ὄντα ζητεῖν. καὶ ἡ τελευτὴ τοῦ παιδὸς καὶ τῷ πολέμῳ
γεγένηται τελευτή.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.